Humanitext Reader

斯特拉波 · 地理学 §11.13.8-11.13.11

美地亚的贡赋风俗与神话起源

第 369 段,共 577 段 · 希腊语

内容简介

斯特拉波记述了美地亚的疆域尺寸和巨额贡赋,阐明波斯人采纳的服饰与宫廷礼仪实际上源自美地亚。同时,他还探讨了与美狄亚、伊阿宋相关的神话起源,以及山地居民独特的婚姻习俗和北部荒凉地区的艰苦饮食生活。

§11.13.8τοιαύτη μέν τις ἡ χώρα· τὸ δὲ μέγεθος πάρισός πώς ἐστιν εἰς πλάτος καὶ μῆκος·
该地区大致如此;其面积在宽度和长度上大致相当。
δοκεῖ δὲ μέγιστον εἶναι μῆκος τῆς Μηδίας τὸ ἀπὸ τῆς τοῦ Ζάγρου ὑπερθέσεως, ἥπερ καλεῖται Μηδικὴ πύλη, εἰς Κασπίους πύλας διὰ τῆς Σιγριανῆς σταδίων τετρακισχιλίων ἑκατόν.
美地亚的最大长度似乎是从被称为美地亚门的扎格罗斯山脉山口,穿过西格里亚内到卡斯皮亚门,共计四千一百斯塔迪亚。
τῷ δὲ μεγέθει καὶ τῇ δυνάμει τῆς χώρας ὁμολογεῖ καὶ ἡ περὶ τῶν φόρων ἱστορία· τῆς γὰρ Καππαδοκίας παρεχούσης τοῖς Πέρσαις κατʼ ἐνιαυτὸν πρὸς τῷ ἀργυρικῷ τέλει ἵππους χιλίους καὶ πεντακοσίους, ἡμιόνους δὲ δισχιλίους, προβάτων δὲ πέντε μυριάδας, διπλάσια σχεδόν τι τούτων ἐτέλουν οἱ Μῆδοι.
该地区的规模和实力也与贡赋的记录相吻合;因为卡帕多西亚每年向波斯人除货币税外,还提供一千五百匹马、两千只骡子、五万只羊,而美地亚人缴纳的则是这些的近两倍。
§11.13.9ἔθη δὲ τὰ πολλὰ μὲν τὰ αὐτὰ τούτοις τε καὶ τοῖς Ἀρμενίοις διὰ τὸ καὶ τὴν χώραν παραπλησίαν εἶναι.
其习俗在很大程度上与美地亚人和亚美尼亚人相同,因为他们的土地也很相似。
τοὺς μέντοι Μήδους ἀρχηγέτας εἶναί φασι καὶ τούτοις καὶ ἔτι πρότερον Πέρσαις τοῖς ἔχουσιν αὐτοὺς καὶ διαδεξαμένοις τὴν τῆς Ἀσίας ἐξουσίαν.
然而,据说美地亚人是这些习俗的开创者,无论是对他们(亚美尼亚人),还是对更早占领他们并继承亚细亚统治权的波斯人。
ἡ γὰρ νῦν λεγομένη Περσικὴ στολὴ καὶ ὁ τῆς τοξικῆς καὶ ἱππικῆς ζῆλος καὶ ἡ περὶ τοὺς βασιλέας θεραπεία καὶ κόσμος καὶ σεβασμὸς θεοπρεπὴς παρὰ τῶν ἀρχομένων εἰς τοὺς Πέρσας παρὰ Μήδων ἀφῖκται.
因为现在被称为波斯式的服饰、对弓术和骑术的热衷、围绕国王的侍奉和装饰,以及臣民对国王神一般的敬畏,都是从美地亚人传到波斯人那里的。
καὶ ὅτι τοῦτʼ ἀληθὲς ἐκ τῆς ἐσθῆτος μάλιστα δῆλον· τιάρα γάρ τις καὶ κίταρις καὶ πῖλος καὶ χειριδωτοὶ χιτῶνες καὶ ἀναξυρίδες ἐν μὲν τοῖς ψυχροῖς τόποις καὶ προσβόρροις ἐπιτήδειά ἐστι φορήματα, οἷοί εἰσιν οἱ Μηδικοί, ἐν δὲ τοῖς νοτίοις ἥκιστα· οἱ δὲ Πέρσαι τὴν πλείστην οἴκησιν ἐπὶ τῇ Ἐρυθρᾷ θαλάττῃ κέκτηνται, μεσημβρινώτεροι καὶ Βαβυλωνίων ὄντες καὶ Σουσίων· μετὰ δὲ τὴν κατάλυσιν τὴν τῶν Μήδων προσεκτήσαντό τινα καὶ τῶν προσαπτομένων Μηδίᾳ.
这一点从服饰上表现得最为明显:因为提亚拉、基达里斯、皮洛斯、有袖基同和裤子,在美地亚等寒冷和偏北的地方是适合穿着的服饰,但在南方则最不适用;而波斯人大部分居住在红海沿岸,比巴比伦人和苏萨人更偏南;在美地亚灭亡后,他们才另外获得了与美地亚相邻的部分地区。
ἀλλʼ οὕτως ἐφάνη σεμνὰ καὶ τοῦ βασιλικοῦ προσχήματος οἰκεῖα τὰ ἔθη τοῖς νικήσασι τὰ τῶν νικηθέντων, ὥστʼ ἀντὶ γυμνητῶν καὶ ψιλῶν θηλυστολεῖν ὑπέμειναν, καὶ κατηρεφεῖς εἶναι τοῖς σκεπάσμασι.
但是,被征服者的习俗在征服者看来是如此庄严且适合皇家仪容,以至于他们不愿赤身或轻装,而是宁愿忍受像妇女一样穿着盛装,并用衣物覆盖全身。
§11.13.10τινὲς δὲ Μήδειαν καταδεῖξαι τὴν ἐσθῆτα ταύτην φασὶ δυναστεύσασαν ἐν τοῖς τόποις, καθάπερ καὶ Ἰάσονα, καὶ ἐπικρυπτομένην τὴν ὄψιν ὅτε ἀντὶ τοῦ βασιλέως ἐξίοι· τοῦ μὲν Ἰάσονος ὑπομνήματα εἶναι τὰ Ἰασόνια ἡρῷα τιμώμενα σφόδρα ὑπὸ τῶν βαρβάρων (ἔστι δὲ καὶ ὄρος μέγα ὑπὲρ τῶν Κασπίων πυλῶν ἐν ἀριστερᾷ καλούμενον Ἰασόνιον), τῆς δὲ Μηδείας τὴν ἐσθῆτα καὶ τοὔνομα τῆς χώρας.
一些人说,曾统治这些地方的美狄亚像伊阿宋一样引入了这种服饰,并且当她代替国王外出时会遮住面部;伊阿宋的纪念物是深受蛮族敬仰的伊阿宋庙宇(在卡斯皮亚门上方的左侧还有一座被称为伊阿宋山的大山),而美狄亚的纪念物则是这种服饰以及该地区的名称。
λέγεται δὲ καὶ Μῆδος υἱὸς αὐτῆς διαδέξασθαι τὴν ἀρχὴν καὶ τὴν χώραν ἐπώνυμον αὑτοῦ καταλιπεῖν.
据说她的儿子美多斯继承了统治权,并留下了以自己名字命名的地区。
ὁμολογεῖ δὲ τούτοις καὶ τὰ κατὰ τὴν Ἀρμενίαν Ἰασόνια καὶ τὸ τῆς χώρας ὄνομα καὶ ἄλλα πλείω περὶ ὧν ἐροῦμεν.
与这些相吻合的还有亚美尼亚的伊阿宋神庙、该地区的名称,以及我们此后将要谈到的更多事物。
§11.13.11καὶ τοῦτο δὲ Μηδικὸν τὸ βασιλέα αἱρεῖσθαι τὸν ἀνδρειότατον, ἀλλʼ οὐ πᾶσιν ἀλλὰ τοῖς ὀρείοις·
此外,选择最勇敢的人为王也是美地亚的习惯,但并非所有人都如此,而是仅限于山民。
μᾶλλον δὲ τὸ τοῖς βασιλεῦσιν πολλὰς εἶναι γυναῖκας· τοῖς δʼ ὀρείοις τῶν Μήδων καὶ πᾶσιν ἔθος τοῦτο, ἐλάττους δὲ τῶν πέντε οὐκ ἔξεστιν·
更普遍的习惯则是国王拥有许多妻子;对于美地亚的山民来说,这是所有人的习俗,妻子不能少于五个。
ὡς δʼ αὕτως τὰς γυναῖκάς φασιν ἐν καλῷ τίθεσθαι ὅτι πλείστους νέμειν ἄνδρας, τῶν πέντε δὲ ἐλάττους συμφορὰν ἡγεῖσθαι.
同样地,据说妇女们也将拥有尽可能多的丈夫视为荣耀,而少于五个则被视为不幸。
τῆς δʼ ἄλλης Μηδίας εὐδαιμονούσης τελέως λυπρά ἐστιν ἡ προσάρκτιος ὀρεινή·
美地亚的其他地方极其富庶,但北部的山地却很贫瘠。
σιτοῦνται γοῦν ἀπὸ ἀκροδρύων, ἔκ τε μήλων ξηρῶν κοπέντων ποιοῦνται μάζας, ἀπὸ δʼ ἀμυγδάλων φωχθέντων ἄρτους, ἐκ δὲ ῥιζῶν τινων οἶνον ἐκθλίβουσι, κρέασι δὲ χρῶνται θηρείοις, ἥμερα δὲ οὐ τρέφουσι θρέμματα.
无论如何,他们以木本果实为食,用晒干切碎的苹果做成饼,用烤过的扁桃做成面包,从某些根茎中榨出酒,吃野兽的肉,却不饲养家畜。
τοσαῦτα καὶ περὶ Μήδων φαμέν· περὶ δὲ τῶν νομίμων κοινῇ τῆς συμπάσης Μηδίας, ἐπειδὴ ταὐτὰ τοῖς Περσικοῖς γεγένηται διὰ τὴν τῶν Περσῶν ἐπικράτειαν, ἐν τῷ περὶ ἐκείνων λόγῳ φήσομεν.
关于美地亚人,我们就说这么多;至于整个美地亚共同的习俗,由于波斯人的统治而变得与波斯人的习俗相同,我们将在关于波斯人的叙述中予以讨论。

词汇与语法注释

  1. 11.13.8ἥπερ καλεῖται Μηδικὴ πύλη — 女性单数关系代词 ἥπερ 的先行词是女性名词 ὑπερθέσεως(山口、越口),而不是阳性名词 Ζάγρου(扎格罗斯山脉)。
  2. 11.13.9τοῖς ἔχουσιν αὐτοὺς καὶ διαδεξαμένοις τὴν τῆς Ἀσίας ἐξουσίαν — 分词短语 τοῖς ἔχουσιν αὐτοὺς καὶ διαδεξαμένοις... 修饰与格的 Πέρσαις。代词 αὐτούς 指代前文的 Μήδους,表示占领了美地亚人并继承其权力的波斯人。
  3. 11.13.9ὥστʼ ἀντὶ γυμνητῶν καὶ ψιλῶν θηλυστολεῖν ὑπέμειναν — 由 ὥστε 引导的结果从句,主语延续上文的波斯人。介词 ἀντί 支配属格的 γυμνητῶν καὶ ψιλῶν,其后的不定式 θηλυστολεῖν 作主动词 ὑπέμειναν 的补足语。
  4. 11.13.11ὡς δʼ αὕτως τὰς γυναῖκάς φασιν ἐν καλῷ τίθεσθαι ὅτι πλείστους νέμειν ἄνδρας — 由 φασίν 支配的带对格的不定式结构。对格 τὰς γυναῖκας 是不定式 τίθεσθαι 的逻辑主语。短语 ἐν καλῷ τίθεσθαι 是惯用表达,意为“视为体面/光荣”。ὅτι πλείστους 修饰 ἄνδρας(“尽可能多的丈夫”),作不定式 νέμειν 的宾语。

引用这一段

斯特拉波, 地理学 §11.13.8-11.13.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.13.8-11.13.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。