§11.13.5ἡ δὲ μεγάλη Μηδία τὸ μὲν παλαιὸν τῆς Ἀσίας ἡγήσατο πάσης καταλύσασα τὴν τῶν Σύρων ἀρχήν·
他方、大メディアは古くはシリア人の支配を滅ぼしてアジア全土を支配した。
ὕστερον δʼ ὑπὸ Κύρου καὶ Περσῶν ἀφαιρεθεῖσα τὴν τοσαύτην ἐξουσίαν ἐπὶ Ἀστυάγου διεφύλαττεν ὅμως πολὺ τοῦ πατρίου ἀξιώματος, καὶ ἦν τὰ Ἐκβάτανα χειμάδιον τοῖς Πέρσαις·
のちにキュロスとペルシア人によってこれほど大きな支配権を奪われたものの、アストュアゲスの時代には、それでも祖先伝来の威厳を多く維持していた。 そして、エクバタナはペルシア人にとっての冬営地であった。
ὁμοίως δὲ καὶ τοῖς ἐκείνους καταλύσασι Μακεδόσι τοῖς τὴν Συρίαν ἔχουσι, καὶ νῦν ἔτι τοῖς Παρθυαίων βασιλεῦσι τὴν αὐτὴν παρέχεται χρείαν τε καὶ ἀσφάλειαν.
同様に、彼らを滅ぼしてシリアを領有したマケドニア人にとっても、そして現在でもパルティアの王たちにとっても、この地は同じ実用性と安全性を提供している。
§11.13.6ὁρίζεται δʼ ἀπὸ μὲν τῆς ἕω τῇ τε Παρθυαίᾳ καὶ τοῖς Κοσσαίων ὄρεσι λῃστρικῶν ἀνθρώπων, οἳ τοξότας μυρίους καὶ τρισχιλίους παρέσχοντό ποτε Ἐλυμαίοις συμμαχοῦντες ἐπὶ Σουσίους καὶ Βαβυλωνίους.
東側は、パルティアおよび略奪的な民であるコッサイオス人の山々によって画されている。 彼らはかつて、スサ人やバビロニア人に対抗してエリマイオス人と同盟を結んだ際、一万三千人の射手を提供した。
Νέαρχος δέ φησι τεττάρων ὄντων λῃστρικῶν ἐθνῶν, ὧν Μάρδοι μὲν Πέρσαις προσεχεῖς ἦσαν, Οὔξιοι δὲ καὶ Ἐλυμαῖοι τούτοις τε καὶ Σουσίοις, Κοσσαῖοι δὲ Μήδοις, πάντας μὲν φόρους πράττεσθαι τοὺς βασιλέας, Κοσσαίους δὲ καὶ δῶρα λαμβάνειν, ἡνίκα ὁ βασιλεὺς θερίσας ἐν Ἐκβατάνοις εἰς τὴν Βαβυλωνίαν καταβαίνοι·
ネアルコスが言うには、四つの略奪的民族があり、そのうちマルドス人はペルシア人に、ウクシオス人とエリマイオス人は彼ら(ペルシア人)とスサ人に、コッサイオス人はメディア人に隣接していたが、王たちは彼ら全員から貢納を取り立てていたものの、コッサイオス人については、王がエクバタナで夏を過ごした後にバビロニアへと下る際に、贈り物を受け取ってさえいた。
καταλῦσαι δʼ αὐτῶν τὴν πολλὴν τόλμαν Ἀλέξανδρον ἐπιθέμενον χειμῶνος.
しかし、アレクサンドロスが冬に攻撃を仕掛けて、彼らの大いなる不遜さを打ち砕いた。
τούτοις τε δὴ ἀφορίζεται πρὸς ἕω καὶ ἔτι τοῖς Παραιτακηνοῖς, οἳ συνάπτουσι Πέρσαις ὀρεινοὶ καὶ αὐτοὶ καὶ λῃστρικοί·
東側はこれら(山々)と、さらにパライタケノス人によって画されている。 彼らもまた山がちで略奪的な民であり、ペルシア人に隣接している。
ἀπὸ δὲ τῶν ἄρκτων τοῖς ὑπεροικοῦσι τῆς Ὑρκανίας θαλάττης Καδουσίοις καὶ τοῖς ἄλλοις, οὓς ἄρτι διήλθομεν·
北側は、ヒュルカニア海の上方に住むカドゥシオス人や、今さっき述べたその他の人々によって画されている。
πρὸς νότον δὲ τῇ Ἀπολλωνιάτιδι, ἣν Σιτακηνὴν ἐκάλουν οἱ παλαιοί, καὶ τῷ Ζάγρῳ, καθʼ ὃ ἡ Μασσαβατικὴ κεῖται τῆς Μηδίας οὖσα, οἱ δὲ τῆς Ἐλυμαίας φασί·
南側は、古代人がシタケネと呼んでいたアポロニアティス、およびザグロス山脈によって画されている。 そのザグロス山脈に沿ってマッサバティケが位置しており、これはメディアに属しているが、ある人々はエリマイスに属していると言う。
πρὸς δύσιν δὲ τοῖς Ἀτροπατίοις καὶ τῶν Ἀρμενίων τισίν.
西側はアトロパテネス人および一部のアルメニア人によって画されている。
εἰσὶ δὲ καὶ Ἑλληνίδες πόλεις κτίσματα τῶν Μακεδόνων ἐν τῇ Μηδίᾳ, ὧν Λαοδίκειά τε καὶ Ἀπάμεια καὶ ἡ πρὸς Ῥάγαις καὶ αὐτὴ Ῥάγα, τὸ τοῦ Νικάτορος κτίσμα, ὃ ἐκεῖνος μὲν Εὐρωπὸν ὠνόμασε, Πάρθοι δὲ Ἀρσακίαν, νοτιωτέραν οὖσαν τῶν Κασπίων πυλῶν πεντακοσίοις που σταδίοις, ὥς φησιν Ἀπολλόδωρος Ἀρτεμιτηνός.
メディアにはマケドニア人の建設したギリシア都市もあり、その中にはラオディケイア、アパメイア、そしてラガイの近くにある都市、およびラガイ自体がある。 これはニカトルによって建設され、彼がエウロポスと名付けたが、パルティア人はアルサキアと呼んでいる。 アルテミタのアポロドロスが言うには、カスピ海門の南およそ五百スタディオンのところにある。
§11.13.7ἡ πολλὴ μὲν οὖν ὑψηλή ἐστι καὶ ψυχρά·
さて、その大部分は高地で寒冷である。
τοιαῦτα δὲ καὶ τὰ ὑπερκείμενα τῶν Ἐκβατάνων ὄρη καὶ τὰ περὶ τὰς Ῥάγας καὶ τὰς Κασπίους πύλας καὶ καθόλου τὰ προσάρκτια μέρη τὰ ἐντεῦθεν μέχρι πρὸς τὴν Ματιανὴν καὶ τὴν Ἀρμενίαν.
エクバタナの上方にそびえる山々や、ラガイおよびカスピ海門の周辺、そして総じてここからマティアネやアルメニアに至る北部地域も同様である。
ἡ δʼ ὑπὸ ταῖς Κασπίοις πύλαις ἐν ταπεινοῖς ἐδάφεσι καὶ κοίλοις οὖσα εὐδαίμων σφόδρα ἐστὶ καὶ πάμφορος πλὴν ἐλαίας·
他方、カスピ海門の下方の低地で窪んだ土地にある地域は、きわめて豊かであり、オリーブを除きあらゆる作物を産する。
εἰ δὲ καὶ φύεταί που, ἀλιπής τέ ἐστι καὶ ξηρά·
オリーブがどこかに育つとしても、それは油分がなく乾燥している。
ἱππόβοτος δὲ καὶ αὕτη ἐστὶ διαφερόντως καὶ ἡ Ἀρμενία·
この地域もまた、アルメニアと同様に、馬の放牧にきわめて適している。
καλεῖται δέ τις καὶ λειμὼν ἱππόβοτος, ὃν καὶ διεξίασιν οἱ ἐκ τῆς Περσίδος καὶ Βαβυλῶνος εἰς Κασπίους πύλας ὁδεύοντες, ἐν ᾧ πέντε μυριάδας ἵππων θηλείων νέμεσθαί φασιν ἐπὶ τῶν Περσῶν, εἶναι δὲ τὰς ἀγέλας ταύτας βασιλικάς.
また「馬の牧草地」と呼ばれる広野があり、ペルシアやバビロンからカスピ海門へと旅する人々はここを通過する。 そこではペルシア人の時代に五万頭の牝馬が放牧されていたと言われ、これらの群れは王室のものであった。
τοὺς δὲ Νησαίους ἵππους, οἷς ἐχρῶντο οἱ βασιλεῖς ἀρίστοις οὖσι καὶ μεγίστοις, οἱ μὲν ἐνθένδε λέγουσι τὸ γένος, οἱ δʼ ἐξ Ἀρμενίας·
王たちが用いた最良かつ最大の馬であるネサイオス馬について、ある人々はその血統がここ(メディア)に由来すると言い、他の人々はアルメニアに由来すると言う。
ἰδιόμορφοι δέ εἰσιν, ὥσπερ καὶ οἱ Παρθικοὶ λεγόμενοι νῦν, παρὰ τοὺς Ἑλλαδικοὺς καὶ τοὺς ἄλλους τοὺς παρʼ ἡμῖν.
彼らは、ギリシアの馬や我々の地方の他の馬と比べて、現在パルティア馬と呼ばれているものと同様に独特な姿をしている。
καὶ τὴν βοτάνην δὲ τὴν μάλιστα τρέφουσαν τοὺς ἵππους ἀπὸ τοῦ πλεονάζειν ἐνταῦθα ἰδίως μηδίκην καλοῦμεν.
そして、馬を最もよく育てる牧草を、私たちはこの地に特に多く自生していることから「メディカ」と呼んでいる。
φέρει δὲ καὶ σίλφιον ἡ χώρα, ἀφʼ οὗ ὁ Μηδικὸς καλούμενος ὀπός, πολὺ λειπόμενος τοῦ Κυρηναϊκοῦ·
またこの地方はシルフィオンも産し、それから「メディアの汁(エキス)」と呼ばれるものが採れるが、これはキュレネ産のものにはるかに劣る。
ἔστι δʼ ὅτε καὶ διαφέρων ἐκείνου, εἴτε παρὰ τὰς τῶν τόπων διαφορὰς εἴτε τοῦ φυτοῦ κατʼ εἶδος ἐξαλλάττοντος, εἴτε καὶ παρὰ τοὺς ὀπίζοντας καὶ σκευάζοντας ὥστε συμμένειν πρὸς τὴν ἀπόθεσιν καὶ τὴν χρείαν.
しかし、土地の違い、あるいは植物の種類の変化、あるいはまた、保存や実用に耐えるように樹液を採取し調製する人々の違いによって、時としてキュレネ産より優れていることもある。