Humanitext Reader

斯特拉波 · 地理学 §11.13.5-11.13.7

大美地亚的疆界城市与风土物产

第 368 段,共 577 段 · 希腊语

内容简介

记述了大美地亚的历史地位、四境疆界与周边部族,以及马其顿人建立的希腊城市;随后说明了该地区的地理气候特征、著名的牧马场、美地亚草(苜蓿)和西尔菲乌姆的产出。

§11.13.5ἡ δὲ μεγάλη Μηδία τὸ μὲν παλαιὸν τῆς Ἀσίας ἡγήσατο πάσης καταλύσασα τὴν τῶν Σύρων ἀρχήν· ὕστερον δʼ ὑπὸ Κύρου καὶ Περσῶν ἀφαιρεθεῖσα τὴν τοσαύτην ἐξουσίαν ἐπὶ Ἀστυάγου διεφύλαττεν ὅμως πολὺ τοῦ πατρίου ἀξιώματος, καὶ ἦν τὰ Ἐκβάτανα χειμάδιον τοῖς Πέρσαις· ὁμοίως δὲ καὶ τοῖς ἐκείνους καταλύσασι Μακεδόσι τοῖς τὴν Συρίαν ἔχουσι, καὶ νῦν ἔτι τοῖς Παρθυαίων βασιλεῦσι τὴν αὐτὴν παρέχεται χρείαν τε καὶ ἀσφάλειαν.
另一方面,大美地亚在古代曾摧毁叙利亚人的统治,从而统治了整个亚细亚;后来在阿斯提阿格斯时代,虽然被塞鲁士和波斯人剥夺了如此庞大的权力,但它仍保留了许多祖传的尊严,而埃克巴坦那是波斯人的冬营地;同样地,对于消灭了他们并占领叙利亚的马其顿人,以及直至今日对帕提亚的国王们,它仍提供着同样的使用价值与安全保障。
§11.13.6ὁρίζεται δʼ ἀπὸ μὲν τῆς ἕω τῇ τε Παρθυαίᾳ καὶ τοῖς Κοσσαίων ὄρεσι λῃστρικῶν ἀνθρώπων, οἳ τοξότας μυρίους καὶ τρισχιλίους παρέσχοντό ποτε Ἐλυμαίοις συμμαχοῦντες ἐπὶ Σουσίους καὶ Βαβυλωνίους.
其东面以帕提亚及科萨伊奥斯人的山脉为界,这是一群强盗般的人,曾与埃利迈奥斯人结盟对抗苏萨人和巴比伦人,并提供了一万三千名弓箭手。
Νέαρχος δέ φησι τεττάρων ὄντων λῃστρικῶν ἐθνῶν, ὧν Μάρδοι μὲν Πέρσαις προσεχεῖς ἦσαν, Οὔξιοι δὲ καὶ Ἐλυμαῖοι τούτοις τε καὶ Σουσίοις, Κοσσαῖοι δὲ Μήδοις, πάντας μὲν φόρους πράττεσθαι τοὺς βασιλέας, Κοσσαίους δὲ καὶ δῶρα λαμβάνειν, ἡνίκα ὁ βασιλεὺς θερίσας ἐν Ἐκβατάνοις εἰς τὴν Βαβυλωνίαν καταβαίνοι· καταλῦσαι δʼ αὐτῶν τὴν πολλὴν τόλμαν Ἀλέξανδρον ἐπιθέμενον χειμῶνος.
尼阿库斯说,在四个强盗部落中,马尔多斯人与波斯人相邻,乌克西奥斯人和埃利迈奥斯人与这两者及苏萨人相邻,而科萨伊奥斯人则与美地亚人相邻,虽然国王们向他们所有人征收贡赋,但当国王在埃克巴坦那避暑后下到巴比伦尼亚时,科萨伊奥斯人甚至还能收到礼物;但亚历山大在冬季发动袭击,粉碎了他们极大的胆量。
τούτοις τε δὴ ἀφορίζεται πρὸς ἕω καὶ ἔτι τοῖς Παραιτακηνοῖς, οἳ συνάπτουσι Πέρσαις ὀρεινοὶ καὶ αὐτοὶ καὶ λῃστρικοί· ἀπὸ δὲ τῶν ἄρκτων τοῖς ὑπεροικοῦσι τῆς Ὑρκανίας θαλάττης Καδουσίοις καὶ τοῖς ἄλλοις, οὓς ἄρτι διήλθομεν· πρὸς νότον δὲ τῇ Ἀπολλωνιάτιδι, ἣν Σιτακηνὴν ἐκάλουν οἱ παλαιοί, καὶ τῷ Ζάγρῳ, καθʼ ὃ ἡ Μασσαβατικὴ κεῖται τῆς Μηδίας οὖσα, οἱ δὲ τῆς Ἐλυμαίας φασί· πρὸς δύσιν δὲ τοῖς Ἀτροπατίοις καὶ τῶν Ἀρμενίων τισίν.
因此,东面以这些人和帕莱塔科诺斯人为界,后者也居住在山地且是强盗,并与波斯人接壤;北面以居住在赫尔卡尼亚海之上的卡杜西人及我们刚才提到的其他人为界;南面以阿波罗尼亚蒂斯(古人称之为西塔科尼)以及扎格罗斯山脉为界,马萨巴蒂科坐落于该山脉,属于美地亚,但也有人说是属于埃利迈斯;西面则以阿特罗帕特斯人和部分亚美尼亚人为界。
εἰσὶ δὲ καὶ Ἑλληνίδες πόλεις κτίσματα τῶν Μακεδόνων ἐν τῇ Μηδίᾳ, ὧν Λαοδίκειά τε καὶ Ἀπάμεια καὶ ἡ πρὸς Ῥάγαις καὶ αὐτὴ Ῥάγα, τὸ τοῦ Νικάτορος κτίσμα, ὃ ἐκεῖνος μὲν Εὐρωπὸν ὠνόμασε, Πάρθοι δὲ Ἀρσακίαν, νοτιωτέραν οὖσαν τῶν Κασπίων πυλῶν πεντακοσίοις που σταδίοις, ὥς φησιν Ἀπολλόδωρος Ἀρτεμιτηνός.
美地亚也有马其顿人建立的希腊城市,其中有老底嘉、阿帕梅亚、拉盖附近的城市,以及拉盖本身——这是尼卡托尔所建,他将其命名为欧罗普斯,而帕提亚人称之为阿尔萨基亚,据阿特米塔的阿波罗多罗斯所说,它位于卡斯皮亚门以南约五百斯塔迪亚。
§11.13.7ἡ πολλὴ μὲν οὖν ὑψηλή ἐστι καὶ ψυχρά· τοιαῦτα δὲ καὶ τὰ ὑπερκείμενα τῶν Ἐκβατάνων ὄρη καὶ τὰ περὶ τὰς Ῥάγας καὶ τὰς Κασπίους πύλας καὶ καθόλου τὰ προσάρκτια μέρη τὰ ἐντεῦθεν μέχρι πρὸς τὴν Ματιανὴν καὶ τὴν Ἀρμενίαν.
总之,其大部分地区地势高且寒冷;埃克巴坦那之上的山脉、拉盖和卡斯皮亚门周围的地区,以及通常从那里一直延伸到马蒂亚内和亚美尼亚的北部地区也是如此。
ἡ δʼ ὑπὸ ταῖς Κασπίοις πύλαις ἐν ταπεινοῖς ἐδάφεσι καὶ κοίλοις οὖσα εὐδαίμων σφόδρα ἐστὶ καὶ πάμφορος πλὴν ἐλαίας· εἰ δὲ καὶ φύεταί που, ἀλιπής τέ ἐστι καὶ ξηρά·
但卡斯皮亚门下方的地区,因处于低洼和凹陷的土地中,非常富庶,除橄榄外出产一切作物;即使在某处生长,也无油且干燥。
ἱππόβοτος δὲ καὶ αὕτη ἐστὶ διαφερόντως καὶ ἡ Ἀρμενία· καλεῖται δέ τις καὶ λειμὼν ἱππόβοτος, ὃν καὶ διεξίασιν οἱ ἐκ τῆς Περσίδος καὶ Βαβυλῶνος εἰς Κασπίους πύλας ὁδεύοντες, ἐν ᾧ πέντε μυριάδας ἵππων θηλείων νέμεσθαί φασιν ἐπὶ τῶν Περσῶν, εἶναι δὲ τὰς ἀγέλας ταύτας βασιλικάς.
这片土地也极适合牧马,亚美尼亚也是如此;有一片被称为“牧马草场”的平野,从波斯和巴比伦前往卡斯皮亚门旅行的人都会经过这里,据说在波斯人时代,那里放牧着五万匹母马,且这些马群是皇家财产。
τοὺς δὲ Νησαίους ἵππους, οἷς ἐχρῶντο οἱ βασιλεῖς ἀρίστοις οὖσι καὶ μεγίστοις, οἱ μὲν ἐνθένδε λέγουσι τὸ γένος, οἱ δʼ ἐξ Ἀρμενίας· ἰδιόμορφοι δέ εἰσιν, ὥσπερ καὶ οἱ Παρθικοὶ λεγόμενοι νῦν, παρὰ τοὺς Ἑλλαδικοὺς καὶ τοὺς ἄλλους τοὺς παρʼ ἡμῖν.
至于国王们所使用的最优秀、体型最大的奈萨奥斯马,有人说其品种源于此地,也有人说源于亚美尼亚;它们的体型独特,就像现在被称为帕提亚马的马一样,与希腊马及我们这里的其他马不同。
καὶ τὴν βοτάνην δὲ τὴν μάλιστα τρέφουσαν τοὺς ἵππους ἀπὸ τοῦ πλεονάζειν ἐνταῦθα ἰδίως μηδίκην καλοῦμεν.
而最滋养马匹的草,因为在此地特多,我们特意称之为“美地亚草”(苜蓿)。
φέρει δὲ καὶ σίλφιον ἡ χώρα, ἀφʼ οὗ ὁ Μηδικὸς καλούμενος ὀπός, πολὺ λειπόμενος τοῦ Κυρηναϊκοῦ· ἔστι δʼ ὅτε καὶ διαφέρων ἐκείνου, εἴτε παρὰ τὰς τῶν τόπων διαφορὰς εἴτε τοῦ φυτοῦ κατʼ εἶδος ἐξαλλάττοντος, εἴτε καὶ παρὰ τοὺς ὀπίζοντας καὶ σκευάζοντας ὥστε συμμένειν πρὸς τὴν ἀπόθεσιν καὶ τὴν χρείαν.
该地区也出产西尔菲乌姆,由此获得被称为美地亚汁的汁液,它远逊于昔兰尼的汁液;但有时也优于后者,这或许是因为地势的差异,或者是由于植物物种发生变异,再或者是由于采汁和调制的人使其便于储藏和使用。

词汇与语法注释

  1. 11.13.5ἀφαιρεθεῖσα τὴν τοσαύτην ἐξουσίαν — 动词 ἀφαιρέω(夺取)在主动语态中支配双宾格(τινά τι),此处用于被动语态,而被剥夺的事物(τὴν τοσαύτην ἐξουσίαν)则作为保留宾格(retained accusative)继续以宾格形式呈现。
  2. 11.13.6πάντας μὲν φόρους πράττεσθαι τοὺς βασιλέας, Κοσσαίους δὲ καὶ δῶρα λαμβάνειν — 这是由 φησί 引导、陈述尼阿库斯记载的间接引语(宾格加不定式结构)。它对比了两个不定式分句:前半句中,中动不定式 πράττεσθαι(征收)的逻辑主语是 τοὺς βασιλέας(国王们);后半句中,λαμβάνειν(接受)的逻辑主语是 Κοσσαίους(科萨伊奥斯人)。这揭示了一种权力关系的倒错:虽然波斯国王向其他部落征税,但他们实际上必须向科萨伊奥斯人赠送“礼物”(由科萨伊奥斯人接受)以确保安全通行。
  3. 11.13.6νοτιωτέραν οὖσαν — 阴性宾格单数分词 οὖσαν 与前文的阴性名词 Ἀρσακίαν(或关系代词 ὅ 的实际先行词 Ῥάγαν)在性、数、格上保持一致,用以修饰该城市位于卡斯皮亚门以南的地理位置。

引用这一段

斯特拉波, 地理学 §11.13.5-11.13.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.13.5-11.13.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。