Humanitext Reader

ストラボン · 地理誌 §11.13.1-11.13.4

メディアの二分割とアトロパテネの地勢

367 / 577 箇所 · ギリシア語

要旨

大メディアとアトロパテネ・メディアの二つの領域の概要を述べ、アトロパテネの地理的環境、軍事力、特異な塩湖について記すとともに、アントニウスのパルティア遠征におけるアルメニア王アルタウァスデスの裏切りによる失敗について叙述する。

§11.13.1ἡ δὲ Μηδία δίχα διῄρηται·
メディアは二つに分割されている。
καλοῦσι δὲ τὴν μὲν μεγάλην, ἧς μητρόπολις τὰ Ἐκβάτανα, μεγάλη πόλις καὶ τὸ βασίλειον ἔχουσα τῆς Μήδων ἀρχῆς·
人々は一方を大メディアと呼び、その首都はエクバタナであり、メディア人の支配の王宮を擁する大都市である。
διατελοῦσι δὲ καὶ νῦν οἱ Παρθυαῖοι τούτῳ χρώμενοι βασιλείῳ, καὶ θερίζουσί γε ἐνταῦθα οἱ βασιλεῖς·
現在でもパルティア人はこの王宮を使い続けており、王たちはここで夏を過ごす。
ψυχρὰ γὰρ ἡ Μηδία·
メディアは冷涼だからである。
τὸ δὲ χειμάδιόν ἐστιν αὐτοῖς ἐν Σελευκείᾳ τῇ ἐπὶ τῷ Τίγριδι πλησίον Βαβυλῶνος.
他方、彼らの冬営地はバビロンの近く、ティグリス川沿いのセレウケイアにある。
ἡ δʼ ἑτέρα μερίς ἐστιν ἡ Ἀτροπάτιος Μηδία·
もう一方の分画はアトロパテネ・メディアである。
τοὔνομα δʼ ἔσχεν ἀπὸ τοῦ ἡγεμόνος Ἀτροπάτου, ὃς ἐκώλυσεν ὑπὸ τοῖς Μακεδόσι γίνεσθαι καὶ ταύτην μέρος οὖσαν μεγάλης Μηδίας·
この名は、大メディアの一部であったこの地をもマケドニア人の支配下に入るのを防いだ指導者アトロパテスに由来する。
καὶ δὴ καὶ βασιλεὺς ἀναγορευθεὶς ἰδίᾳ συνέταξε καθʼ αὑτὴν τὴν χώραν ταύτην, καὶ ἡ διαδοχὴ σώζεται μέχρι νῦν ἐξ ἐκείνου, πρός τε τοὺς Ἀρμενίων βασιλέας ποιησαμένων ἐπιγαμίας τῶν ὕστερον καὶ Σύρων καὶ μετὰ ταῦτα Παρθυαίων.
そして彼は王を自称して、この国を独立したものとして組織し、その王位継承は彼から現在に至るまで保たれている。 後継者たちがアルメニアの王たちやシリアの王たち、そしてその後にはパルティアの王たちと婚姻関係を結んだからである。
§11.13.2κεῖται δὲ ἡ χώρα τῇ μὲν Ἀρμενίᾳ πρὸς ἕω τῇ δὲ μεγάλῃ Μηδίᾳ πρὸς δύσιν, πρὸς ἄρκτον δʼ ἀμφοτέραις·
この地方は、アルメニアに対しては東に、大メディアに対しては西に、そして両者に対しては北に位置している。
τοῖς δὲ περὶ τὸν μυχὸν τῆς Ὑρκανίας θαλάττης καὶ τῇ Ματιανῇ ἀπὸ νότου παράκειται.
また、ヒュルカニア海の湾奥の周辺に住む人々やマティアネに対して、南側で隣接している。
ἔστι δʼ οὐ μικρὰ κατὰ τὴν δύναμιν, ὥς φησιν Ἀπολλωνίδης, ἥ γε καὶ μυρίους ἱππέας δύναται παρέχεσθαι, πεζῶν δὲ τέτταρας μυριάδας.
アポロニデスが言うには、その国力は小さくなく、少なくとも一万の騎兵と四万の歩兵を提供することができる。
λίμνην δʼ ἔχει τὴν Καπαῦτα, ἐν ᾗ ἅλες ἐπανθοῦντες πήττονται·
また、そこにはカパウタという湖があり、そこでは塩が表面に浮き出て固まる。
εἰσὶ δὲ κνησμώδεις καὶ ἐπαλγεῖς· ἔλαιον δὲ τοῦ πάθους ἄκος, ὕδωρ δὲ γλυκὺ τοῖς καπυρωθεῖσιν ἱματίοις, εἴ τις κατʼ ἄγνοιαν βάψειεν εἰς αὐτὴν πλύσεως χάριν.
それはかゆみを引き起こし、痛みを伴うが、オリーブ油がこの症状の治療薬であり、もし誰かが知らずに洗濯のために服をそこに浸してカピカピにしてしまった場合には、真水がそのための薬となる。
ἔχουσι δʼ ἰσχυροὺς γείτονας τοὺς Ἀρμενίους καὶ τοὺς Παρθυαίους, ὑφʼ ὧν περικόπτονται πολλάκις·
彼らはアルメニア人とパルティア人という強力な隣人を持っており、彼らによってしばしば領土を削り取られている。
ἀντέχουσι δʼ ὅμως καὶ ἀπολαμβάνουσι τὰ ἀφαιρεθέντα, καθάπερ τὴν Συμβάκην ἀπέλαβον παρὰ τῶν Ἀρμενίων ὑπὸ Ῥωμαίοις γεγονότων, καὶ αὐτοὶ προσεληλύθασι τῇ φιλίᾳ τῇ πρὸς Καίσαρα·
しかし彼らは持ちこたえ、奪われたものを取り戻している。 例えば、ローマ帝国の支配下に入ったアルメニア人からシュンバケを取り戻したように。 そして彼ら自身、カエサルとの友好関係に入った。
θεραπεύουσι δʼ ἅμα καὶ τοὺς Παρθυαίους.
しかし同時に彼らはパルティア人たちをも懐柔している。
§11.13.3βασίλειον δʼ αὐτῶν θερινὸν μὲν ἐν πεδίῳ ἱδρυμένον Γάζακα, ἐν φρουρίῳ ἐρυμνῷ Ὀυέρα, ὅπερ Ἀντώνιος ἐπολιόρκησε κατὰ τὴν ἐπὶ Παρθυαίους στρατείαν.
彼らの夏用の王宮は平野に築かれたガザカであり、冬用の要塞化された王宮はウエラであり、これはアントニウスがパルティア遠征の際に包囲したものである。
διέχει δὲ τοῦτο τοῦ Ἀράξου ποταμοῦ τοῦ ὁρίζοντος τήν τε Ἀρμενίαν καὶ τὴν Ἀτροπατηνὴν σταδίους δισχιλίους καὶ τετρακοσίους, ὥς φησιν ὁ Δέλλιος ὁ τοῦ Ἀντωνίου φίλος, συγγράψας τὴν ἐπὶ Παρθυαίους αὐτοῦ στρατείαν ἐν ᾗ παρῆν καὶ αὐτὸς ἡγεμονίαν ἔχων.
アントニウスの友人で、自らも指揮権を持って参加したパルティア遠征について著述したデリオスが言うには、この砦は、アルメニアとアトロパテネを隔てるアラクセス川から二千四百スタディオン離れている。
ἔστι δὲ τῆς χώρας ταύτης τὰ μὲν ἄλλα εὐδαίμονα χωρία, ἡ δὲ προσάρκτιος ὀρεινὴ καὶ τραχεῖα καὶ ψυχρά, Καδουσίων κατοικία τῶν ὀρεινῶν καὶ Ἀμάρδων καὶ Ταπύρων καὶ Κυρτίων καὶ ἄλλων τοιούτων, οἳ μετανάσται εἰσὶ καὶ λῃστρικοί.
この地方は、他の場所は豊かな土地であるが、北部は山がちで険しく寒冷であり、山地のカドゥシオス人、アマルドス人、タピュロス人、キュルティオス人、その他同様の、移住を繰り返し略奪を行う者たちの居住地となっている。
καὶ γὰρ ὁ Ζάγρος καὶ ὁ Νιφάτης κατεσπαρμένα ἔχουσι τὰ ἔθνη ταῦτα, καὶ οἱ ἐν τῇ Περσίδι Κύρτιοι καὶ Μάρδοι (καὶ γὰρ οὕτω λέγονται οἱ Ἄμαρδοι) καὶ οἱ ἐν τῇ Ἀρμενίᾳ μέχρι νῦν ὁμωνύμως προσαγορευόμενοι τῆς αὐτῆς εἰσὶν ἰδέας.
というのも、ザグロス山脈とニファテス山脈にはこれらの部族が散在しており、ペルシスにいるキュルティオス人やマルドス人(アマルドス人はこのようにも呼ばれるからである)、およびアルメニアにおいて現在まで同じ名で呼ばれている人々も、同じ性質に属しているからである。
§11.13.4οἱ δʼ οὖν Καδούσιοι πλήθει τῷ πεζῷ μικρὸν ἀπολείπονται τῶν Ἀριανῶν, ἀκοντισταὶ δʼ εἰσὶν ἄριστοι, ἐν δὲ τοῖς τραχέσιν ἀνθʼ ἱππέων πεζοὶ διαμάχονται.
いずれにせよ、カドゥシオス人は歩兵の数においてアリアノス人に僅かに劣るのみであり、きわめて優れた槍投げ手であり、険しい地においては騎兵の代わりに歩兵として戦う。
Ἀντωνίῳ δὲ χαλεπὴν τὴν στρατείαν ἐποίησεν οὐχ ἡ τῆς χώρας φύσις, ἀλλʼ ὁ τῶν ὁδῶν ἡγεμών, ὁ τῶν Ἀρμενίων βασιλεὺς Ἀρταουάσδης, ὃν εἰκῆ ἐκεῖνος ἐπιβουλεύοντα αὐτῷ σύμβουλον ἐποιεῖτο καὶ κύριον τῆς περὶ τοῦ πολέμου γνώμης·
アントニウスにとって遠征を困難なものにしたのは、土地の自然ではなく、道の案内者であり、彼が油断して、自分に陰謀を企てているにもかかわらず助言者とし、戦争に関する決定権を委ねてしまっていたアルメニアの王アルタウァスデスであった。
ἐτιμωρήσατο μὲν οὖν αὐτόν, ἀλλʼ ὀψέ, ἡνίκα πολλῶν αἴτιος κατέστη κακῶν Ῥωμαίοις καὶ αὐτὸς καὶ ἐκεῖνος, ὅστις τὴν ἀπὸ τοῦ Ζεύγματος ὁδὸν τοῦ κατὰ τὸν Εὐφράτην μέχρι τοῦ ἅψασθαι τῆς Ἀτροπατηνῆς ὀκτακισχιλίων σταδίων ἐποίησε, πλέον ἢ διπλασίαν τῆς εὐθείας, διὰ ὀρῶν καὶ ἀνοδιῶν καὶ κυκλοπορίας.
したがってアントニウスは彼を罰しはしたものの、それは遅すぎた。 その時には、彼自身もあの男も、ローマ人にとって多くの災いの原因となった後であった。 あの男(アルタウァスデス)は、ユーフラテス川沿いのゼウグマからアトロパテネに到達するまでの道のりを、山々や道なき道、迂回路を経由させることで、直線距離の二倍以上にあたる八千スタディオンにしてしまったのである。

語釈・文法注

  1. 11.13.1ποιησαμένων ἐπιγαμίας τῶν ὕστερον — 分詞 ποιησαμένων の意味上の主語は属格の τῶν ὕστερον(後継者たち)であり、属格絶対を形成している。πρός に導かれる対格名詞(τοὺς ... βασιλέας)に、属格の並列(Ἀρμενίων, Σύρων, Παρθυαίων)がかかっており、「アルメニア、シリア、そしてその後のパルティアの王たちと婚姻関係を結んだ」という意味になる。
  2. 11.13.2τῇ μὲν Ἀρμενίᾳ... τῇ δὲ μεγάλῃ Μηδίᾳ... ἀμφοτέραις — これらの与格は、関係を表す与格(dative of reference)であり、方位を示す πρὸς ἕω, πρὸς δύσιν, πρὸς ἄρκτον とともに用いられて「〜に対して東に、〜に対して西に、〜に対して北に」という意味を示す。
  3. 11.13.2τοῖς καπυρωθεῖσιν ἱματίοις — 動詞 καπυρόω(乾燥させて硬くする)の完了受動分詞を伴う与格名詞句。塩湖に服を浸したことで硬くなった衣服に対する影響を示す「利害の与格」あるいは「関係の与格」として機能しており、前文から省略された ἄκος(薬、解決策)が ὕδωρ δὲ γλυκὺ [ἄκος ἐστί] の形で補われる。
  4. 11.13.4ὃν εἰκῆ ἐκεῖνος ἐπιβουλεύοντα αὐτῷ σύμβουλον ἐποιεῖτο — 主節の動詞 ἐποιεῖτο(〜とした)の主語 ἐκεῖνος はアントニウスを指し、直接目的語の関係代名詞 ὃν はアルタウァスデスを指す。分詞 ἐπιβουλεύοντα は ὃν にかかり、αὐτῷ(アントニウス自身)に対して陰謀を企てていることを表す。対格名詞 σύμβουλον は目的格補語であり、「彼が自分に陰謀を企てているのにもかかわらず、軽率にも彼を顧問とした」という意味をなす。
  5. 11.13.4ὀκτακισχιλίων σταδίων — 数値を表す属格で、名詞 ὁδόν(道)を修飾する「分量の属格」(genitive of measure)である。アルタウァスデスがゼウグマからアトロパテネにいたる道を「八千スタディオンの長さのもの」にしたことを表している。

この箇所を引用する

ストラボン, 地理誌 §11.13.1-11.13.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.13.1-11.13.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。