Humanitext Reader

ストラボン · 地理誌 §11.12.4-11.12.5

タウロス山脈の諸支脈と南北区分をめぐる学説

366 / 577 箇所 · ギリシア語

要旨

タウロス山脈から南北に分岐する諸支脈(アンティタウロス、パリュアドレス、ニファテス、ザグリオスなど)の配置と周辺の部族について叙述し、メディアとアルメニアをタウロスの内側(北部)に位置づける。続いて、これらを北部とみなす自説と、カスピ海門を境界として南部とみなすエラトステネスの学説の体系的な相違を説明する。

§11.12.4ἀπὸ δʼ οὖν τοῦ Ταύρου πρὸς ἄρκτον ἀποσχίδες πολλαὶ γεγόνασι, μία μὲν ἡ τοῦ καλουμένου Ἀντιταύρου·
さて、タウロス山脈から北に向けて多くの分岐が生じているが、その一つはいわゆるアンティタウロスの分岐である。
καὶ γὰρ ἐνταῦθα οὕτως ὠνομάζετο ὁ τὴν Σωφηνὴν ἀπολαμβάνων ἐν αὐλῶνι μεταξὺ κειμένῳ αὐτοῦ τε καὶ τοῦ Ταύρου.
というのも、ここでも、彼とタウロス山脈の間に位置する谷の中にソフェネを包み込んでいる山脈の枝がそのように命名されていたからである。
πέραν δὲ τοῦ Εὐφράτου κατὰ τὴν μικρὰν Ἀρμενίαν ἐφεξῆς τῷ Ἀντιταύρῳ πρὸς ἄρκτον ἐπεκτείνεται μέγα ὄρος καὶ πολυσχιδές·
他方、ユーフラテス川の向こう側、小アルメニアのあたりで、アンティタウロスに続いて北へと、巨大で多くの枝に分かれた山脈が延びている。
καλοῦσι δὲ τὸ μὲν αὐτοῦ Παρυάδρην τὸ δὲ Μοσχικὰ ὄρη τὸ δʼ ἄλλοις ὀνόμασι·
人々はその一部をパリュアドレスと呼び、他の一部をモスキカ山脈と呼び、また他を別の名前で呼んでいる。
ταῦτα δʼ ἀπολαμβάνει τὴν Ἀρμενίαν ὅλην μέχρι Ἰβήρων καὶ Ἀλβανῶν.
これらはアルメニア全体をイベリア人やアルバニア人のところまで包み込んでいる。
εἶτʼ ἄλλʼ ἐπανίσταται πρὸς ἕω, τὰ ὑπερκείμενα τῆς Κασπίας θαλάττης μέχρι Μηδίας τῆς τε Ἀτροπατίου καὶ τῆς μεγάλης·
その後、別の山々が東に向かってそびえ立ち、アトロパテネのメディアおよび大メディアに至るまで、カスピ海を見下ろしている。
καλοῦσι δὲ καὶ ταῦτα τὰ μέρη πάντα τῶν ὀρῶν Παραχοάθραν καὶ τὰ μέχρι τῶν Κασπίων πυλῶν καὶ ἐπέκεινα ἔτι πρὸς ταῖς ἀνατολαῖς τὰ συνάπτοντα τῇ Ἀρίᾳ.
人々は山々のこれらすべての部分をもパラコアトラスと呼び、それはカスピ海門に至るまでの部分、さらにはその向こうの東側でアリアに接する部分にまで及ぶ。
τὰ μὲν δὴ πρόσβορρα ὄρη οὕτω καλοῦσι, τὰ δὲ νότια τὰ πέραν τοῦ Εὐφράτου τῆς Καππαδοκίας καὶ τῆς Κομμαγηνῆς πρὸς ἕω τείνοντα κατʼ ἀρχὰς μὲν αὐτὸ τοῦτο καλεῖται Ταῦρος, διορίζων τὴν Σωφηνὴν καὶ τὴν ἄλλην Ἀρμενίαν ἀπὸ τῆς Μεσοποταμίας·
さて、北側の山々についてはこのように人々は呼んでいるが、一方、ユーフラテス川の向こう側にあって、カッパドキアとコッマゲネから東へと延びている南側の山々は、最初はまさにタウロス自体と呼ばれ、ソフェネおよび残りのアルメニアをメソポタミアから隔てている。
τινὲς δὲ Γορδυαῖα ὄρη καλοῦσιν.
しかし、ある人々はこれらをゴルデュアイア山脈と呼んでいる。
ἐν δὲ τούτοις ἐστὶ καὶ τὸ Μάσιον, τὸ ὑπερκείμενον τῆς Νισίβιος ὄρος καὶ τῶν Τιγρανοκέρτων.
そして、これらのなかにはマシオン山もあり、これはニシビスとティグラノケルトの上方に位置する山である。
ἔπειτα ἐξαίρεται πλέον καὶ καλεῖται Νιφάτης·
その後、それはさらに高くそびえ立ち、ニファテスと呼ばれる。
ἐνταῦθα δέ που καὶ τοῦ Τίγριος πηγαὶ κατὰ τὸ νότιον τῆς ὀρεινῆς πλευρόν·
そしておそらく、このあたりの山地の南側の斜面にチグリス川の水源もある。
εἶτʼ ἀπὸ τοῦ Νιφάτου μᾶλλον ἔτι καὶ μᾶλλον ἡ ῥάχις ἐκτεινομένη τὸ Ζάγριον ὄρος ποιεῖ τὸ διορίζον τὴν Μηδίαν καὶ τὴν Βαβυλωνίαν·
その後、ニファテスからその稜線がますます延びて、メディアとバビロニアを隔てるザグリオス山脈を形成する。
μετὰ δὲ τὸ Ζάγριον ἐκδέχεται ὑπὲρ μὲν τῆς Βαβυλωνίας ἥ τε τῶν Ἐλυμαίων ὀρεινὴ καὶ ἡ τῶν Παραιτακηνῶν, ὑπὲρ δὲ τῆς Μηδίας ἡ τῶν Κοσσαίων·
そして、ザグリオスに続いて、バビロニアの上方にはエリュマイオス人たちの山地とパライタケノス人たちの山地が、他方メディアの上方にはコッサイオス人たちの山地が続く。
ἐν μέσῳ δʼ ἐστὶν ἡ Μηδία καὶ ἡ Ἀρμενία, πολλὰ μὲν ὄρη περιλαμβάνουσα πολλὰ δὲ ὀροπέδια, ὡσαύτως δὲ πεδία καὶ αὐλῶνας μεγάλους, συχνὰ δὲ καὶ ἔθνη τὰ περιοικοῦντα, μικρὰ ὀρεινὰ καὶ λῃστρικὰ τὰ πλείω.
そして、そのただ中にメディアとアルメニアがあり、これらは多くの山々や高原を包み込み、同様に平野や大きな谷、さらには周辺に住む数多くの部族をも包み込んでいるが、それらの部族は大部分が小規模で山がちであり、略奪を働く者たちである。
οὕτω μὲν τοίνυν τίθεμεν ἐντὸς τοῦ Ταύρου τήν τε Μηδίαν, ἧς εἰσι καὶ αἱ Κάσπιοι πύλαι, καὶ τὴν Ἀρμενίαν.
このようにして、我々はメディア(そこにはカスピ海門もある)とアルメニアをタウロスの内側に置くのである。
§11.12.5καθʼ ἡμᾶς μὲν τοίνυν προσάρκτια ἂν εἴη τὰ ἔθνη ταῦτα, ἐπειδὴ καὶ ἐντὸς τοῦ Ταύρου, Ἐρατοσθένης δὲ πεποιημένος τὴν διαίρεσιν εἰς τὰ νότια μέρη καὶ τὰ προσάρκτια καὶ τὰς ὑπʼ αὐτοῦ λεγομένας σφραγῖδας, τὰς μὲν βορείους καλῶν τὰς δὲ νοτίους, ὅρια ἀποφαίνει τῶν κλιμάτων ἀμφοῖν τὰς Κασπίους πύλας·
したがって、我々の見解に従えば、これらの諸部族はタウロスの内側にあるのだから、北側の部族ということになるであろう。 しかし、エラトステネスは、南部と北部の地域、および彼によっていわゆる「印(スフラギス)」と呼ばれる区分(これらの一方を北部、他方を南部と呼んでいるが)への分割を行ったうえで、カスピ海門をこれら両方の気候区の境界として示している。
εἰκότως οὖν τὰ νοτιώτερα τῶν Κασπίων πυλῶν νότια ἂν ἀποφαίνοι, ὧν ἐστι καὶ ἡ Μηδία καὶ ἡ Ἀρμενία, τὰ δὲ βορειότερα πρόσβορρα, κατʼ ἄλλην καὶ ἄλλην διάταξιν τούτου συμβαίνοντος.
したがって当然のことながら、彼はカスピ海門より南にある地域(メディアやアルメニアもこれに含まれる)を南部と示し、より北にある地域を北部と示すことになるであろう。 これは、それぞれ異なる配置体系に従っていることから生じているのである。
τάχα δὲ οὐκ ἐπέβαλε τούτῳ, διότι ἔξω τοῦ Ταύρου πρὸς νότον οὐδέν ἐστιν οὔτε τῆς Ἀρμενίας μέρος οὔτε τῆς Μηδίας.
しかしおそらく、彼は次のこと、すなわちアルメニアの部分もメディアの部分も、タウロスの外側(南側)には何一つ存在しないということに留意していなかったのである。

語釈・文法注

  1. ¦p.733¦οὕτως ὠνομάζετο ὁ ... ἀπολαμβάνων — 定冠詞付き分詞句 ὁ ... ἀπολαμβάνων(ソフェネを包み込んでいるもの)が受動態動詞 ὠνομάζετο(名付けられていた)の主語である。副詞 οὕτως(そのように)は「アンティタウロス」という名を指す。
  2. ¦p.733¦τῆς Καππαδοκίας καὶ τῆς Κομμαγηνῆς — 起点を表す属格名詞。現在分詞 τείνοντα(延びている)に係り、「カッパドキアおよびコッマゲネから」の意味を形成する。
  3. ¦p.733¦περιλαμβάνουσα — 主格・女性・単数形の分詞。主語は ἡ Μηδία καὶ ἡ Ἀρμενία と複数要素からなるが、文法上は最も近い単数名詞 ἡ Ἀρμενία に一致している。意味上は両方の国を修飾している。
  4. ¦p.734¦οὐκ ἐπέβαλε τούτῳ — 動詞 ἐπέβαλε(ἐπιβάλλω の第2アオリスト)の自動詞的用法であり、「注意を向ける」「考慮する」を意味し、与格 τούτῳ(これに)を補語に取る。後続の διότι 節がその具体的な内容を説明する。

この箇所を引用する

ストラボン, 地理誌 §11.12.4-11.12.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.12.4-11.12.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。