§11.12.1ἐπεὶ δὲ τὰ βόρεια μέρη τῆς Ἀσίας ποιεῖ ὁ Ταῦρος, ἃ δὴ καὶ ἐντὸς τοῦ Ταύρου καλοῦσιν, εἰπεῖν προειλόμεθα πρῶτον·
タウロス山脈はアジアの北側の諸地域(これらはまさに「タウロスの内側」とも呼ばれているが)を形成しているので、我々はまずこれらについて述べることを選んだ。
τούτων δʼ ἐστὶ καὶ τὰ ἐν τοῖς ὄρεσιν αὐτοῖς ἢ ὅλα ἢ τὰ πλεῖστα.
これらの地域には、山脈そのもののなかにある地域も、その全体あるいは大部分が含まれている。
ὅσα μὲν τῶν Κασπίων πυλῶν ἑωθινώτερά ἐστιν, ἁπλουστέραν ἔχει τὴν περιήγησιν διὰ τὴν ἀγριότητα, οὐ πολύ τε ἂν διαφέροι τοῦδε ἢ τοῦδε τοῦ κλίματος συγκαταλεχθέντα·
カスピ海門より東にある地域は、その荒涼さのために、地理的叙述がより単純であり、あちらこちらの気候(地方)のいずれに分類されても大きな違いはないであろう。
τὰ δʼ ἑσπέρια πάντα δίδωσιν εὐπορίαν τοῦ λέγειν περὶ αὐτῶν, ὥστε δεῖ προάγειν ἐπὶ τὰ παρακείμενα ταῖς Κασπίαις πύλαις.
しかし、西側の地域はすべて、それらについて語るための豊富な素材を提供してくれるので、カスピ海門に隣接する地域へと進む必要がある。
παράκειται δὲ ἡ Μηδία πρὸς δύσιν, χώρα καὶ πολλὴ καὶ δυναστεύσασά ποτε καὶ ἐν μέσῳ τῷ Ταύρῳ κειμένη, πολυσχιδεῖ κατὰ ταῦτα ὑπάρχοντι τὰ μέρη καὶ αὐλῶνας ἐμπεριλαμβάνοντι μεγάλους, καθάπερ καὶ τῇ Ἀρμενίᾳ τοῦτο συμβέβηκε.
西隣にはメディアがあり、ここは非常に広大で、かつて支配力を誇り、タウロス山脈のただ中に位置する国である。 この地域における山脈は多くの枝に分かれ、大きな谷を包み込んでおり、これはアルメニアについても同様である。
§11.12.2τὸ γὰρ ὄρος τοῦτο ἄρχεται μὲν ἀπὸ τῆς Καρίας καὶ Λυκίας, ἀλλʼ ἐνταῦθα μὲν οὔτε πλάτος οὔτε ὕψος ἀξιόλογον δείκνυσιν·
というのも、この山脈はカリアとリュキアから始まるが、そこでは注目に値する幅も高さも示さない。
ἐξαίρεται δὲ πολὺ πρῶτον κατὰ τὰς Χελιδονίας (αὗται δʼ εἰσὶ νῆσοι κατὰ τὴν ἀρχὴν τῆς Παμφύλων παραλίας), ἐπὶ δὲ τὰς ἀνατολὰς ἐκτεινόμενον αὐλῶνας μακροὺς ἀπολαμβάνει τοὺς τῶν Κιλίκων·
しかし、ケリドニア群島(これらはパンフリア海岸の始まりのところにある島々である)のあたりで最初に大きく隆起し、東へと延びてキリキア人たちの長い谷を包み込む。
εἶτα τῇ μὲν τὸ Ἀμανὸν ἀπʼ αὐτοῦ σχίζεται τῇ δὲ ὁ Ἀντίταυρος, ἐν ᾧ τὰ Κόμανα ἵδρυται τὰ ἐν τοῖς ἄνω λεγομένοις Καππάδοξιν.
その後、一方ではアマノス山脈がそこから分岐し、他方ではアンティタウロス山脈が分岐する。 このアンティタウロス山脈の中に、いわゆる上カッパドキアのコマナが位置している。
οὗτος μὲν οὖν ἐν τῇ Καταονίᾳ τελευτᾷ, τὸ δὲ Ἀμανὸν ὄρος μέχρι τοῦ Εὐφράτου καὶ τῆς Μελιτηνῆς πρόεισι, καθʼ ἣν ἡ Κομμαγηνὴ τῇ Καππαδοκίᾳ παράκειται·
さて、この山脈はカタオニアで終わるが、アマノス山脈はユーフラテス川とメリテネまで進み、そのメリテネのところでコッマゲネがカッパドキアと隣接している。
ἐκδέχεται δὲ τὰ πέραν τοῦ Εὐφράτου ὄρη, συνεχῆ μὲν τοῖς προειρημένοις πλὴν ὅσον διακόπτει ῥέων διὰ μέσων ὁ ποταμός, πολλὴν δʼ ἐπίδοσιν λαμβάνει εἰς τὸ ὕψος καὶ τὸ πλάτος καὶ τὸ πολυσχιδές.
そして、ユーフラテス川の向こう側の山々がこれに続く。 これらは、川がその真ん中を流れて分断している点を除けば、前述の山々に連続しており、高さと幅、そして多くの枝に分かれる性質において、大いなる増大を見せる。
τὸ δʼ οὖν νοτιώτατον μάλιστά ἐστιν ὁ Ταῦρος ὁρίζων τὴν Ἀρμενίαν ἀπὸ τῆς Μεσοποταμίας.
とにかく、最も南側の部分が、アルメニアとメソポタミアを分ける、狭義のタウロス山脈である。
§11.12.3ἐντεῦθεν δὲ ἀμφότεροι ῥέουσιν οἱ τὴν Μεσοποταμίαν ἐγκυκλούμενοι ποταμοὶ καὶ συνάπτοντες ἀλλήλοις ἐγγὺς κατὰ τὴν Βαβυλωνίαν, εἶτα ἐκδιδόντες εἰς τὴν κατὰ Πέρσας θάλατταν, ὅ τε Εὐφράτης καὶ Τίγρις.
そして、ここから、メソポタミアを取り囲み、バビロニアの近くで互いに接近し、その後ペルシア海へと注ぐ両方の川、すなわちユーフラテス川とチグリス川が流れている。
ἔστι δὲ καὶ μείζων ὁ Εὐφράτης καὶ πλείω διέξεισι χώραν σκολιῷ τῷ ῥείθρῳ, τὰς πηγὰς ἔχων ἐν τῷ προσβορείῳ μέρει τοῦ Ταύρου, ῥέων δʼ ἐπὶ δύσιν διὰ τῆς Ἀρμενίας τῆς μεγάλης καλουμένης μέχρι τῆς μικρᾶς, ἐν δεξιᾷ ἔχων ταύτην ἐν ἀριστερᾷ δὲ τὴν Ἀκιλισηνήν·
ユーフラテス川の方がより大きく、蛇行する流路でより多くの土地を通り抜ける。 その水源はタウロス山脈の北側にあり、いわゆる大アルメニアを通って西へ流れ、小アルメニアに達する。 その際、右手に小アルメニアを、左手にアキリセネを見ている。
εἶτʼ ἐπιστρέφει πρὸς νότον, συνάπτει δὲ κατὰ τὴν ἐπιστροφὴν τοῖς Καππαδόκων ὁρίοις·
その後、南へと向きを変え、その湾曲部でカッパドキア人の国境と接する。
δεξιᾷ δὲ ταῦτα ἀφεὶς καὶ τὰ τῶν Κομμαγηνῶν, ἀριστερᾷ δὲ τὴν Ἀκιλισηνὴν καὶ Σωφηνὴν τῆς μεγάλης Ἀρμενίας πρόεισιν ἐπὶ τὴν Συρίαν καὶ λαμβάνει πάλιν ἄλλην ἐπιστροφὴν εἰς τὴν Βαβυλωνίαν καὶ τὸν Περσικὸν κόλπον.
そしてこれらとコッマゲネ人の領土を右手に残し、左手に大アルメニアのアキリセネとソフェネを見ながらシリアへと進み、再びバビロニアとペルシア湾に向けて別の湾曲を描く。
ὁ δὲ Τίγρις ἐκ τοῦ νοτίου μέρους τοῦ αὐτοῦ ὄρους ἐνεχθεὶς ἐπὶ τὴν Σελεύκειαν συνάπτει τῷ Εὐφράτῃ πλησίον καὶ ποιεῖ τὴν Μεσοποταμίαν πρὸς αὐτόν, εἶτʼ ἐκδίδωσι καὶ αὐτὸς εἰς τὸν αὐτὸν κόλπον.
他方、チグリス川は、同じ山脈の南側から流れ出てセレウキアへと向かい、ユーフラテス川の近くでこれと合流して、それとともにメソポタミアを形成し、その後、自身も同じ湾へと注ぐ。
διέχουσι δὲ ἀλλήλων αἱ πηγαὶ τοῦ τε Εὐφράτου καὶ τοῦ Τίγριος περὶ δισχιλίους καὶ πεντακοσίους σταδίους.
ユーフラテス川とチグリス川の水源は、互いにおよそ2500スタディオン離れている。