§11.11.7λέγεται δὲ διότι τοῦ Ταύρου τὸ τελευταῖον, ὃ καλοῦσιν Ἴμαιον, τῇ Ἰνδικῇ θαλάττῃ ξυνάπτον, οὐδὲν οὔτε προὔχει πρὸς ἕω τῆς Ἰνδικῆς μᾶλλον οὔτʼ εἰσέχει·
また、タウロス山脈の末端で、彼らがイマイオスと呼ぶインド海に接している部分は、インド地方よりも東へ突き出ていることも、引っ込んでいることもないと言われている。
παριόντι δʼ εἰς τὸ βόρειον πλευρὸν ἀεί τι τοῦ μήκους ὑφαιρεῖ καὶ τοῦ πλάτους ἡ θάλαττα, ὥστʼ ἀποφαίνειν μύουρον πρὸς ἕω τὴν νῦν ὑπογραφομένην μερίδα τῆς Ἀσίας, ἣν ὁ Ταῦρος ἀπολαμβάνει πρὸς τὸν ὠκεανὸν τὸν πληροῦντα τὸ Κάσπιον πέλαγος.
しかし、北側に進む者にとっては、海が常にその長さと幅の一部を削り取るため、タウロス山脈がカスピ海を満たす大洋との間に挟み込んでいる、現在描き出されているアジアのこの区分を、東に向かって先細りした形に見せているのである。
μῆκος δʼ ἐστὶ ταύτης τῆς μερίδος τὸ μέγιστον ἀπὸ τῆς Ὑρκανίας θαλάττης ἐπὶ τὸν ὠκεανὸν τὸν κατὰ τὸ Ἴμαιον τρισμυρίων που σταδίων, παρὰ τὴν ὀρεινὴν τοῦ Ταύρου τῆς πορείας οὔσης, πλάτος δʼ ἔλαττον τῶν μυρίων.
この区分の最大長は、ヒュルカニア海からイマイオス山沿いの大洋まで、タウロスの山岳地帯に沿って進む経路でおよそ3万スタディオンであり、幅は1万スタディオン未満である。
εἴρηται γὰρ ὅτι περὶ τετρακισμυρίους σταδίους ἐστὶ τὸ ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς ἑῴας θαλάττης τῆς κατὰ Ἰνδούς, ἐπὶ δʼ Ἰσσὸν ἀπὸ τῶν ἑσπερίων ἄκρων τῶν κατὰ στήλας ἄλλοι τρισμύριοι·
というのも、イッソス湾からインド人たちの側の東の海までは約4万スタディオンであり、ヘラクレスの柱のそばの西の端からイッソスまではさらに3万スタディオンであるとすでに述べられているからである。
ἔστι δὲ ὁ μυχὸς τοῦ Ἰσσικοῦ κόλπου μικρὸν ἢ οὐδὲν Ἀμισοῦ ἑωθινώτερος, τὸ δὲ ἀπὸ Ἀμισοῦ ἐπὶ τὴν Ὑρκανίαν γῆν περὶ μυρίους ἐστὶ σταδίους, παράλληλον ὂν τῷ ἀπὸ τοῦ Ἰσσοῦ λεχθέντι ἐπὶ τοὺς Ἰνδούς.
イッソス湾の最奥部はアミソスよりほとんど、あるいは全く東に位置しておらず、アミソスからヒュルカニアの地までは約1万スタディオンであって、これはイッソスからインドへ至る先述の経路と平行している。
λείπεται δὴ τὸ λεχθὲν μῆκος ἐπὶ τὴν ἕω τῆς περιωδευμένης νυνὶ μερίδος οἱ τρισμύριοι στάδιοι.
したがって、現在巡っているこの区分の東への長さとして、先述の3万スタディオンが残る。
πάλιν δὲ τοῦ πλάτους τοῦ μεγίστου τῆς οἰκουμένης ὄντος περὶ τρισμυρίους σταδίους, χλαμυδοειδοῦς οὔσης, τὸ διάστημα τοῦτο ἐγγὺς ἂν εἴη τοῦ μεσημβρινοῦ τοῦ διὰ τῆς Ὑρκανίας θαλάττης γραφομένου καὶ τῆς Περσικῆς, εἴπερ ἐστὶ τὸ μῆκος τῆς οἰκουμένης ἑπτὰ μυριάδες·
また、居住世界の最大幅が約3万スタディオンであり、それがクラミュスのような形をしているとすれば、居住世界の長さが7万スタディオンである場合、この距離はヒュルカニア海とペルシア海を通って引かれる子午線にほぼ等しいことになる。
εἰ οὖν ἀπὸ τῆς Ὑρκανίας ἐπὶ Ἀρτεμίταν τὴν ἐν τῇ Βαβυλωνίᾳ στάδιοί εἰσιν ὀκτακισχίλιοι, καθάπερ εἴρηκεν Ἀπολλόδωρος ὁ ἐκ τῆς Ἀρτεμίτας, ἐκεῖθεν δʼ ἐπὶ τὸ στόμα τῆς κατὰ Πέρσας θαλάττης ἄλλο τοσοῦτόν ἐστι, καὶ πάλιν τοσοῦτον ἢ μικρὸν ἀπολεῖπον εἰς τὰ ἀνταίροντα τοῖς ἄκροις τῆς Αἰθιοπίας, λοιπὸν ἂν εἴη τοῦ πλάτους τῆς οἰκουμένης τοῦ λεχθέντος ἀπὸ τοῦ μυχοῦ τῆς Ὑρκανίας θαλάττης ἐπὶ τοῦ στόματος αὐτῆς ὅσον εἰρήκαμεν.
それゆえ、もしヒュルカニアからバビロニアのアルテミタまでが8000スタディオンであり(アルテミタのアポロドロスが述べているように)、そこからペルシア湾の入り口までがそれと同距離であり、さらにエチオピアの端の対岸に達するまでがそれと同距離か、あるいはそれよりわずかに少ないとすれば、先述の居住世界の幅のうち、ヒュルカニア海の最奥部からその入り口までに残される部分は、我々が述べた通りの長さになるであろう。
μυούρου δʼ ὄντος τοῦ τμήματος τούτου τῆς γῆς ἐπὶ τὰ πρὸς ἕω μέρη, γίνοιτʼ ἂν τὸ σχῆμα προσόμοιον μαγειρικῇ κοπίδι, τοῦ μὲν ὄρους ἐπʼ εὐθείας ὄντος καὶ νοουμένου κατὰ τὴν ἀκμὴν τῆς κοπίδος, τῆς δʼ ἀπὸ τοῦ στόματος τοῦ Ὑρκανίου παραλίας ἐπὶ Τάμαρον κατὰ θάτερον πλευρὸν εἰς περιφερῆ καὶ μύουρον γραμμὴν ἀπολῆγον.
この大地の切片が東の方に向かって先細りになっているため、その形状は料理用の包丁に似たものとなる。 すなわち、山脈が直線状に伸びていて包丁の刃にあたると見なされ、もう一方の側では、ヒュルカニアの入り口からタマロンに至る海岸線が、湾曲して先細りになる線となって終わっているのである。
§11.11.8ἐπιμνηστέον δὲ καὶ τῶν παραδόξων ἐνίων ἃ θρυλοῦσι περὶ τῶν τελέως βαρβάρων, οἷον τῶν περὶ τὸν Καύκασον καὶ τὴν ἄλλην ὀρεινήν.
また、カウカソスやその他の山岳地帯の周囲といった、完全に野蛮な人々について噂されているいくつかの奇妙な習慣についても言及しておかねばならない。
τοῖς μὲν γὰρ νόμιμον εἶναί φασι τὸ τοῦ Εὐριπίδου
"
τὸν φύντα θρηνεῖν εἰς ὅσʼ ἔρχεται κακά,
τὸν δʼ αὖ θανόντα καὶ πόνων πεπαυμένον
χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων.
ある人々にとっては、エウリピデスの次の詩句が慣習となっていると言われているからである。 「生まれた者を、これから立ち向かう数々の災いゆえに嘆き悲しみ、他方、死んで労苦から解き放たれた者を、喜びと祝いの言葉を伴って家から送り出す。
"
ἑτέροις δὲ μηδένα ἀποκτείνειν τῶν ἐξαμαρτόντων τὰ μέγιστα, ἀλλʼ ἐξορίζειν μόνον μετὰ τῶν τέκνων, ὑπεναντίως τοῖς Δέρβιξι·
」また別の人々にとっては、最大の罪を犯した者であっても誰も死刑にせず、子供たちとともに追放するだけであり、これはデルビケス人とは正反対である。
καὶ γὰρ ἐπὶ μικροῖς οὗτοι σφάττουσι.
なぜなら彼らは些細な罪に対しても屠殺するからである。
σέβονται δὲ γῆν οἱ Δέρβικες·
デルビケス人は大地を崇拝している。
θύουσι δʼ οὐδὲν θῆλυ οὐδὲ ἐσθίουσι·
彼らは雌の動物をいけにえに捧げず、食べもしない。
τοὺς δὲ ὑπὲρ ἑβδομήκοντα ἔτη γεγονότας σφάττουσιν, ἀναλίσκουσι δὲ τὰς σάρκας οἱ ἄγχιστα γένους·
彼らは70歳を超えた男たちを屠殺し、その肉を最も近い親族が平らげる。
τὰς δὲ γραίας ἀπάγχουσιν, εἶτα θάπτουσι·
他方、老女たちは絞首刑にしてから埋葬する。
τοὺς δὲ ἐντὸς ἑβδομήκοντα ἐτῶν ἀποθανόντας οὐκ ἐσθίουσιν ἀλλὰ θάπτουσι.
70歳未満で死んだ者については、食べずに埋葬する。
Σίγιννοι δὲ τἆλλα μὲν περσίζουσιν, ἱππαρίοις δὲ χρῶνται μικροῖς δασέσιν, ἅπερ ἱππότην ὀχεῖν μὲν οὐ δύναται, τέθριππα δὲ ζευγνύουσιν·
シギンノイ人は他の点ではペルシアの風習に従っているが、毛深い小さな小馬を用いている。 これらは騎手を乗せることはできないが、4頭立ての戦車に繋がれる。
ἡνιοχοῦσι δὲ γυναῖκες ἐκ παίδων ἠσκημέναι, ἡ δʼ ἄριστα ἡνιοχοῦσα συνοικεῖ ᾧ βούλεται·
女性たちは子供の頃から訓練されて御手を務め、最も優れた御手となった女性は、自分の望む男と結婚する。
τινὰς δʼ ἐπιτηδεύειν φασὶν ὅπως ὡς μακροκεφαλώτατοι φανοῦνται καὶ προπεπτωκότες τοῖς μετώποις ὥσθʼ ὑπερκύπτειν τῶν γενείων.
また、ある人々は、できるだけ長頭に見えるように、また額が突き出て顎よりも前に突き出るように努めていると言われている。
Ταπύρων δʼ ἔστι καὶ τὸ τοὺς μὲν ἄνδρας μελανειμονεῖν καὶ μακροκομεῖν, τὰς δὲ γυναῖκας λευχειμονεῖν καὶ βραχυκομεῖν.
タピュロイ人の特徴としては、男たちは黒い衣をまとい、髪を長く伸ばし、女たちは白い衣をまとい、髪を短くすることもある。
καὶ ὁ ἀνδρειότατος κριθεὶς γαμεῖ ἣν βούλεται.
そして、最も勇敢であると判断された男が、自分の望む女を妻にする。
Κάσπιοι δὲ τοὺς ὑπὲρ ἑβδομήκοντα ἔτη λιμοκτονήσαντες εἰς τὴν ἐρημίαν ἐκτιθέασιν, ἄπωθεν δὲ σκοπεύοντες ἐὰν μὲν ὑπʼ ὀρνίθων κατασπωμένους ἀπὸ τῆς κλίνης ἴδωσιν, εὐδαιμονίζουσιν, ἐὰν δὲ ὑπὸ θηρίων ἢ κυνῶν, ἧττον, ἐὰν δʼ ὑπὸ μηδενός, κακοδαιμονίζουσι.
カスピ人は、70歳を超えた人々を飢え死にさせて荒野に遺棄し、遠くから観察して、もし彼らが寝台から鳥によって引きずり下ろされるのを見れば彼らを幸福な者とみなし、野獣や犬によるものであればそれより劣るとみなし、何によっても引きずり下ろされなければ、彼らを不幸な者とみなす。