Humanitext Reader

斯特拉波 · 地理学 §11.11.7-11.11.8

东亚的地理形状与周边部族的风俗

第 364 段,共 577 段 · 希腊语

内容简介

作者将亚洲东部渐趋尖细的独特地理形状与居住世界的测量尺度进行对比,并将其比作菜刀,随后介绍了高加索周边野蛮部落的各种奇特风俗。

§11.11.7λέγεται δὲ διότι τοῦ Ταύρου τὸ τελευταῖον, ὃ καλοῦσιν Ἴμαιον, τῇ Ἰνδικῇ θαλάττῃ ξυνάπτον, οὐδὲν οὔτε προὔχει πρὸς ἕω τῆς Ἰνδικῆς μᾶλλον οὔτʼ εἰσέχει·
据说,塔乌鲁斯山脉的尽头,即他们所称的伊迈乌斯山,与印度海相接,它既不比印度更向东突出,也不向内凹陷。
παριόντι δʼ εἰς τὸ βόρειον πλευρὸν ἀεί τι τοῦ μήκους ὑφαιρεῖ καὶ τοῦ πλάτους ἡ θάλαττα, ὥστʼ ἀποφαίνειν μύουρον πρὸς ἕω τὴν νῦν ὑπογραφομένην μερίδα τῆς Ἀσίας, ἣν ὁ Ταῦρος ἀπολαμβάνει πρὸς τὸν ὠκεανὸν τὸν πληροῦντα τὸ Κάσπιον πέλαγος.
但是,对于转向北侧的人来说,海洋总是夺去其长度和宽度的一部分,从而使现在所描绘的亚洲这一区域——即塔乌鲁斯山脉面向充盈着里海的大洋所包围的区域——向东呈现出渐趋尖细的形状。
μῆκος δʼ ἐστὶ ταύτης τῆς μερίδος τὸ μέγιστον ἀπὸ τῆς Ὑρκανίας θαλάττης ἐπὶ τὸν ὠκεανὸν τὸν κατὰ τὸ Ἴμαιον τρισμυρίων που σταδίων, παρὰ τὴν ὀρεινὴν τοῦ Ταύρου τῆς πορείας οὔσης, πλάτος δʼ ἔλαττον τῶν μυρίων.
这一区域的最大长度,从希尔卡尼亚海到伊迈乌斯山附近的大洋,沿着塔乌鲁斯山脉的路线约有三万斯塔迪翁,而宽度则不足一万斯塔迪翁。
εἴρηται γὰρ ὅτι περὶ τετρακισμυρίους σταδίους ἐστὶ τὸ ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς ἑῴας θαλάττης τῆς κατὰ Ἰνδούς, ἐπὶ δʼ Ἰσσὸν ἀπὸ τῶν ἑσπερίων ἄκρων τῶν κατὰ στήλας ἄλλοι τρισμύριοι· ἔστι δὲ ὁ μυχὸς τοῦ Ἰσσικοῦ κόλπου μικρὸν ἢ οὐδὲν Ἀμισοῦ ἑωθινώτερος, τὸ δὲ ἀπὸ Ἀμισοῦ ἐπὶ τὴν Ὑρκανίαν γῆν περὶ μυρίους ἐστὶ σταδίους, παράλληλον ὂν τῷ ἀπὸ τοῦ Ἰσσοῦ λεχθέντι ἐπὶ τοὺς Ἰνδούς.
因为已经说过,从伊苏斯湾到印度人那里的东海大约有四万斯塔迪翁,而从海格力斯之柱附近的西端到伊苏斯则另有三万斯塔迪翁;伊苏斯湾的湾底几乎不比阿米苏斯更偏东,而从阿米苏斯到希尔卡尼亚地区的距离大约是一万斯塔迪翁,这与从伊苏斯到印度人的所述路线相平行。
λείπεται δὴ τὸ λεχθὲν μῆκος ἐπὶ τὴν ἕω τῆς περιωδευμένης νυνὶ μερίδος οἱ τρισμύριοι στάδιοι.
因此,在目前所考察的这一区域中,向东延伸的所述长度便剩下了这三万斯塔迪翁。
πάλιν δὲ τοῦ πλάτους τοῦ μεγίστου τῆς οἰκουμένης ὄντος περὶ τρισμυρίους σταδίους, χλαμυδοειδοῦς οὔσης, τὸ διάστημα τοῦτο ἐγγὺς ἂν εἴη τοῦ μεσημβρινοῦ τοῦ διὰ τῆς Ὑρκανίας θαλάττης γραφομένου καὶ τῆς Περσικῆς, εἴπερ ἐστὶ τὸ μῆκος τῆς οἰκουμένης ἑπτὰ μυριάδες·
此外,由于居住世界的最大宽度大约是三万斯塔迪翁,呈外衣状,如果居住世界的长度是七万斯塔迪翁,那么这一距离将接近通过希尔卡尼亚海和波斯海所绘制的子午线。
εἰ οὖν ἀπὸ τῆς Ὑρκανίας ἐπὶ Ἀρτεμίταν τὴν ἐν τῇ Βαβυλωνίᾳ στάδιοί εἰσιν ὀκτακισχίλιοι, καθάπερ εἴρηκεν Ἀπολλόδωρος ὁ ἐκ τῆς Ἀρτεμίτας, ἐκεῖθεν δʼ ἐπὶ τὸ στόμα τῆς κατὰ Πέρσας θαλάττης ἄλλο τοσοῦτόν ἐστι, καὶ πάλιν τοσοῦτον ἢ μικρὸν ἀπολεῖπον εἰς τὰ ἀνταίροντα τοῖς ἄκροις τῆς Αἰθιοπίας, λοιπὸν ἂν εἴη τοῦ πλάτους τῆς οἰκουμένης τοῦ λεχθέντος ἀπὸ τοῦ μυχοῦ τῆς Ὑρκανίας θαλάττης ἐπὶ τοῦ στόματος αὐτῆς ὅσον εἰρήκαμεν.
因此,如果从希尔卡尼亚到巴比伦尼亚的阿特米塔是八千斯塔迪翁(正如来自阿特米塔的阿波罗多洛斯所说),而从那里到波斯海的入口又是等长的一段,再到与埃塞俄比亚尽头相对的地点也是等长或稍短的距离,那么,在所述居住世界的宽度中,从希尔卡尼亚海的最深处到其入口所剩下的部分,就会是我们所说的那样。
μυούρου δʼ ὄντος τοῦ τμήματος τούτου τῆς γῆς ἐπὶ τὰ πρὸς ἕω μέρη, γίνοιτʼ ἂν τὸ σχῆμα προσόμοιον μαγειρικῇ κοπίδι, τοῦ μὲν ὄρους ἐπʼ εὐθείας ὄντος καὶ νοουμένου κατὰ τὴν ἀκμὴν τῆς κοπίδος, τῆς δʼ ἀπὸ τοῦ στόματος τοῦ Ὑρκανίου παραλίας ἐπὶ Τάμαρον κατὰ θάτερον πλευρὸν εἰς περιφερῆ καὶ μύουρον γραμμὴν ἀπολῆγον.
由于这一陆地板块向东部地区渐趋尖细,其形状就像一把菜刀,山脉笔直延伸,被视为刀刃,而另一侧从希尔卡尼亚入口到塔马隆的海岸线则以一条弯曲且渐趋尖细的线条收尾。
§11.11.8ἐπιμνηστέον δὲ καὶ τῶν παραδόξων ἐνίων ἃ θρυλοῦσι περὶ τῶν τελέως βαρβάρων, οἷον τῶν περὶ τὸν Καύκασον καὶ τὴν ἄλλην ὀρεινήν.
我们还必须提到关于那些完全野蛮的民族(例如高加索及其他山岳地带周围的民族)所流传的一些奇闻怪事。
τοῖς μὲν γὰρ νόμιμον εἶναί φασι τὸ τοῦ Εὐριπίδου " τὸν φύντα θρηνεῖν εἰς ὅσʼ ἔρχεται κακά, τὸν δʼ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων.
因为据说对其中一些人来说,欧里庇得斯的这几句诗成了他们的风俗: ‘为降生者的一生将面临的重重苦难而哀哭,相反,对那死者,因已脱离劳苦,而带着欢喜和祝愿送出家门。
" ἑτέροις δὲ μηδένα ἀποκτείνειν τῶν ἐξαμαρτόντων τὰ μέγιστα, ἀλλʼ ἐξορίζειν μόνον μετὰ τῶν τέκνων, ὑπεναντίως τοῖς Δέρβιξι·
’ 而对于另一些人,即使有人犯了最严重的罪行,他们也不处死任何人,而只是将其与子女一同驱逐。
καὶ γὰρ ἐπὶ μικροῖς οὗτοι σφάττουσι.
这与德尔比克斯人正好相反,因为德尔比克斯人即使对轻微的罪行也会予以屠杀。
σέβονται δὲ γῆν οἱ Δέρβικες· θύουσι δʼ οὐδὲν θῆλυ οὐδὲ ἐσθίουσι· τοὺς δὲ ὑπὲρ ἑβδομήκοντα ἔτη γεγονότας σφάττουσιν, ἀναλίσκουσι δὲ τὰς σάρκας οἱ ἄγχιστα γένους· τὰς δὲ γραίας ἀπάγχουσιν, εἶτα θάπτουσι· τοὺς δὲ ἐντὸς ἑβδομήκοντα ἐτῶν ἀποθανόντας οὐκ ἐσθίουσιν ἀλλὰ θάπτουσι.
德尔比克斯人崇拜大地;他们不祭祀任何雌性动物,也不食用它们;他们会屠杀那些年过七十岁的人,并由其最近的亲属分食其肉;至于老妇人,他们则将其勒死,然后予以埋葬;对于在七十岁以下死去的人,他们不食用,而是直接埋葬。
Σίγιννοι δὲ τἆλλα μὲν περσίζουσιν, ἱππαρίοις δὲ χρῶνται μικροῖς δασέσιν, ἅπερ ἱππότην ὀχεῖν μὲν οὐ δύναται, τέθριππα δὲ ζευγνύουσιν· ἡνιοχοῦσι δὲ γυναῖκες ἐκ παίδων ἠσκημέναι, ἡ δʼ ἄριστα ἡνιοχοῦσα συνοικεῖ ᾧ βούλεται· τινὰς δʼ ἐπιτηδεύειν φασὶν ὅπως ὡς μακροκεφαλώτατοι φανοῦνται καὶ προπεπτωκότες τοῖς μετώποις ὥσθʼ ὑπερκύπτειν τῶν γενείων.
西吉尼人在其他方面效仿波斯习惯,但他们使用毛发浓密的小马,这些小马无法承载骑者,但他们会用其套上四马战车;妇女们从小接受训练担任驭手,而驾驶技术最好的妇女可以与她所中意的任何男人同居;据说还有一些人刻意使自己显得头颅极长,并让额头前突,甚至超过了下巴。
Ταπύρων δʼ ἔστι καὶ τὸ τοὺς μὲν ἄνδρας μελανειμονεῖν καὶ μακροκομεῖν, τὰς δὲ γυναῖκας λευχειμονεῖν καὶ βραχυκομεῖν. καὶ ὁ ἀνδρειότατος κριθεὶς γαμεῖ ἣν βούλεται.
塔皮罗伊人的风俗还包括:男子穿黑衣并留长发,女子则穿白衣并留短发;被评为最勇敢的男子可以娶他想要的任何女子为妻。
Κάσπιοι δὲ τοὺς ὑπὲρ ἑβδομήκοντα ἔτη λιμοκτονήσαντες εἰς τὴν ἐρημίαν ἐκτιθέασιν, ἄπωθεν δὲ σκοπεύοντες ἐὰν μὲν ὑπʼ ὀρνίθων κατασπωμένους ἀπὸ τῆς κλίνης ἴδωσιν, εὐδαιμονίζουσιν, ἐὰν δὲ ὑπὸ θηρίων ἢ κυνῶν, ἧττον, ἐὰν δʼ ὑπὸ μηδενός, κακοδαιμονίζουσι.
卡斯皮人则让年过七十岁的人饿死并将其遗弃在荒野中,他们从远处观察,如果看到他们被鸟类从停尸床上扯下来,就认为他们是幸福的;如果是被野兽或狗扯下,则不那么幸福;如果什么都没有,就认为他们是不幸的。

词汇与语法注释

  1. p.729παριόντι δʼ εἰς τὸ βόρειον πλευρὸν — 关系与格(视角与格),在地理描写中常用以表示移动观察者的视角:“对于转向北侧的人来说”。这是一个表示在空间或时间上推进的分词结构。
  2. p.730μυούρου δʼ ὄντος τοῦ τμήματος τούτου — 属格绝对结构(genitive absolute),带有 δʼ,表示前文所述原因导致的因果关系:“由于这一陆地板块向东部地区渐趋尖细”。
  3. p.730τὸν φύντα θρηνεῖν — 引用自欧里庇得斯失传悲剧《克雷斯丰特斯》(Cresphontes)的残篇。这是一个对格不定式结构(accusative with infinitive),用于解释风俗(νό密蒙)的具体内容,其中 θρηνεῖν(哀哭)的宾语为对格分词 τὸν φύντα(降生者)。

引用这一段

斯特拉波, 地理学 §11.11.7-11.11.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.11.7-11.11.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。