§11.11.1τῆς δὲ Βακτρίας μέρη μέν τινα τῇ Ἀρίᾳ παραβέβληται πρὸς ἄρκτον, τὰ πολλὰ δʼ ὑπέρκειται πρὸς ἕω·
バクトリアの一部の地域は、北側でアリアに隣接しているが、その大部分は東側に向かってその上方に位置している。
πολλὴ δʼ ἐστὶ καὶ πάμφορος πλὴν ἐλαίου.
この土地は広大であり、オリーブを除けばあらゆる作物を豊かに産する。
τοσοῦτον δὲ ἴσχυσαν οἱ ἀποστήσαντες Ἕλληνες αὐτὴν διὰ τὴν ἀρετὴν τῆς χώρας ὥστε τῆς τε Ἀριανῆς ἐπεκράτουν καὶ τῶν Ἰνδῶν, ὥς φησιν Ἀπολλόδωρος ὁ Ἀρταμιτηνός, καὶ πλείω ἔθνη κατεστρέψαντο ἢ Ἀλέξανδρος, καὶ μάλιστα Μένανδρος (εἴ γε καὶ τὸν Ὕπανιν διέβη πρὸς ἔω καὶ μέχρι τοῦ Ἰμάου προῆλθε) τὰ μὲν αὐτὸς τὰ δὲ Δημήτριος ὁ Εὐθυδήμου υἱὸς τοῦ Βακτρίων βασιλέως·
この地を離反させたギリシア人たちは、土地の肥沃さゆえにきわめて強大となり、アルタミタのアポロドロスが言うように、アリアネとインド人たちを支配するにいたった。 そして、アレクサンドロスよりも多くの部族を征服した。 特にメナンドロスは(もし彼が東の方へヒュパニス川を渡り、イマオス山まで進軍したのが事実であるなら)、一部はみずから、一部はバクトリア人の王エウテュデモスの息子デメトリオスによって征服を行った。
οὐ μόνον δὲ τὴν Παταληνὴν κατέσχον ἀλλὰ καὶ τῆς ἄλλης παραλίας τήν τε Σαραόστου καλουμένην καὶ τὴν Σιγέρδιδος βασιλείαν.
彼らはパタレネを領有しただけでなく、それ以外の海岸地方のうち、サラオストスと呼ばれる王国とシゲルディスの王国をも支配下においた。
καθʼ ὅλου δέ φησιν ἐκεῖνος τῆς συμπάσης Ἀριανῆς πρόσχημα εἶναι τὴν Βακτριανήν·
概してアポロドロスは、バクトリアネはアリアネ全体の王冠であると言っている。
καὶ δὴ καὶ μέχρι Σηρῶν καὶ Φρυνῶν ἐξέτεινον τὴν ἀρχήν.
そして実際、彼らはその支配をセレスやプリュノイにまで拡大したのである。
§11.11.2πόλεις δʼ εἶχον τά τε Βάκτρα ἥνπερ καὶ Ζαριάσπαν καλοῦσιν, ἣν διαρρεῖ ὁμώνυμος ποταμὸς ἐκβάλλων εἰς τὸν Ὦξον, καὶ Ἄδραψα καὶ ἄλλας πλείους·
彼らが有していた都市には、ザリアスパとも呼ばれ、同じ名前の川が流れてオクソス川に注いでいるバクトラや、アドラプサ、その他多くの都市があった。
τούτων δʼ ἦν καὶ ἡ Εὐκρατίδεια τοῦ ἄρξαντος ἐπώνυμος.
これらの中には、統治者の名にちなんで名付けられたエウクラティデイアもあった。
οἱ δὲ κατασχόντες αὐτὴν Ἕλληνες καὶ εἰς σατραπείας διῃρήκασιν, ὧν τήν τε Ἀσπιώνου καὶ τὴν Ταπυρίαν ἀφῄρηντο Εὐκρατίδην οἱ Παρθυαῖοι.
この地を領有したギリシア人たちは、そこをサトラペイアに分割したが、そのうちアスピオネスの領地とタピュリアを、パルティア人がエウクラティデスから奪い取った。
ἔσχον δὲ καὶ τὴν Σογδιανὴν ὑπερκειμένην πρὸς ἕω τῆς Βακτριανῆς μεταξὺ τοῦ τε Ὤξου ποταμοῦ, ὃς ὁρίζει τήν τε τῶν Βακτρίων καὶ τὴν τῶν Σογδίων, καὶ τοῦ Ἰαξάρτου·
また彼らは、バクトリアネの東側の上方に位置し、バクトリア人とソグディア人の境界をなすオクソス川と、イアクサルテス川の間に挟まれたソグディアネをも領有した。
οὗτος δὲ καὶ τοὺς Σογδίους ὁρίζει καὶ τοὺς νομάδας.
このイアクサルテス川は、ソグディア人と遊牧民の境界をもなしている。
§11.11.3τὸ μὲν οὖν παλαιὸν οὐ πολὺ διέφερον τοῖς βίοις καὶ τοῖς ἔθεσι τῶν νομάδων οἵ τε Σογδιανοὶ καὶ οἱ Βακτριανοί, μικρὸν δʼ ὅμως ἡμερώτερα ἦν τὰ τῶν Βακτριανῶν, ἀλλὰ καὶ περὶ τούτων οὐ τὰ βέλτιστα λέγουσιν οἱ περὶ Ὀνησίκριτον·
さて、古代においては、ソグディア人とバクトリア人の生活や習俗は遊牧民とあまり違わなかった。 それでも、バクトリア人の習俗の方がわずかに開けていた。 しかし、彼らについても、オネシクリトスとその一派はあまり好ましくないことを伝えている。
τοὺς γὰρ ἀπειρηκότας διὰ γῆρας ἢ νόσον ζῶντας παραβάλλεσθαι τρεφομένοις κυσὶν ἐπίτηδες πρὸς τοῦτο, οὓς ἐνταφιαστὰς καλεῖσθαι τῇ πατρῴᾳ γλώττῃ, καὶ ὁρᾶσθαι τὰ μὲν ἔξω τείχους τῆς μητροπόλεως τῶν Βάκτρων καθαρά, τῶν δʼ ἐντὸς τὸ πλέον ὀστέων πλῆρες ἀνθρωπίνων·
すなわち、老齢や病気のために衰弱した人々を、その目的のために特別に飼育されている犬に生きたまま投げ与え、その犬たちを彼らの祖国の言葉で「葬儀屋」と呼ぶ。 そして、バクトラの首都の城壁の外側は清潔に見えるが、内側の大部分は人間の骨に満ちている。
καταλῦσαι δὲ τὸν νόμον Ἀλέξανδρον.
しかし、アレクサンドロスがこの習慣を廃止したという。
τοιαῦτα δέ πως καὶ τὰ περὶ τοὺς Κασπίους ἱστοροῦσι·
カスピ人についてもこれに類するようなことが伝えられている。
τοὺς γὰρ γονέας, ἐπειδὰν ὑπὲρ ἑβδομήκοντα ἔτη γεγονότες τυγχάνωσιν, ἐγκλεισθέντας λιμοκτονεῖσθαι.
すなわち、親たちが70歳を超えたとき、閉じ込めて飢え死にさせるというのである。
τοῦτο μὲν οὖν ἀνεκτότερον καὶ τῷ Κείων νόμῳ παραπλήσιον καίπερ ὂν σκυθικόν, πολὺ μέντοι σκυθικώτερον τὸ τῶν Βακτριανῶν.
これは、スカイア的ではあるものの、ケオス人の法律に似ており、まだ耐えうるものである。 しかし、バクトリア人のそれははるかにスカイア的である。
καὶ δὴ διαπορεῖν ἄξιον ἦν, ἡνίκα Ἀλέξανδρος τοιαῦτα κατελάμβανε τἀνταῦθα, τί χρὴ εἰπεῖν τὰ ἐπὶ τῶν πρώτων Περσῶν καὶ τῶν ἔτι πρότερον ἡγεμόνων ὁποῖα εἰκὸς ἦν παρʼ αὐτοῖς νενομίσθαι.
実際、アレクサンドロスがこの地でこのような習俗を目にしたとき、最初のペルシア王たちやそれより前の支配者たちのもとで、彼らの間でどのような習俗が当然のものとされていたのか、大いに疑問に思わざるを得ない。