Humanitext Reader

斯特拉波 · 地理学 §11.11.1-11.11.3

巴克特里亚的地理、希腊人统治与风俗

第 362 段,共 577 段 · 希腊语

内容简介

本节叙述了巴克特里亚的地理特征及其在希腊人统治下的领土扩张,并讨论了亚历山大如何废除了将病弱老人喂食猎犬的野蛮巴克特里亚丧葬习俗。

§11.11.1τῆς δὲ Βακτρίας μέρη μέν τινα τῇ Ἀρίᾳ παραβέβληται πρὸς ἄρκτον, τὰ πολλὰ δʼ ὑπέρκειται πρὸς ἕω·
巴克特里亚的一部分在北面与阿利亚相邻,但其大部分在东面位于其上方。
πολλὴ δʼ ἐστὶ καὶ πάμφορος πλὴν ἐλαίου.
这片土地辽阔,除了橄榄以外,各种作物均十分丰饶。
τοσοῦτον δὲ ἴσχυσαν οἱ ἀποστήσαντες Ἕλληνες αὐτὴν διὰ τὴν ἀρετὴν τῆς χώρας ὥστε τῆς τε Ἀριανῆς ἐπεκράτουν καὶ τῶν Ἰνδῶν, ὥς φησιν Ἀπολλόδωρος ὁ Ἀρταμιτηνός, καὶ πλείω ἔθνη κατεστρέψαντο ἢ Ἀλέξανδρος, καὶ μάλιστα Μένανδρος (εἴ γε καὶ τὸν Ὕπανιν διέβη πρὸς ἔω καὶ μέχρι τοῦ Ἰμάου προῆλθε) τὰ μὲν αὐτὸς τὰ δὲ Δημήτριος ὁ Εὐθυδήμου υἱὸς τοῦ Βακτρίων βασιλέως·
使它反叛的希腊人因土地的肥沃而变得极其强大,正如阿尔塔米塔的阿波罗多罗斯所说,他们不仅统治了阿里亚纳,还统治了印度人,并且征服了比亚历山大更多的部族,尤其是美兰德(如果他确实向东渡过了许帕尼斯河并推进到意马乌斯山的话),其中一部分征服由他亲自完成,另一部分则由巴克特里亚国王尤西德莫斯之子德米特里乌斯完成。
οὐ μόνον δὲ τὴν Παταληνὴν κατέσχον ἀλλὰ καὶ τῆς ἄλλης παραλίας τήν τε Σαραόστου καλουμένην καὶ τὴν Σιγέρδιδος βασιλείαν.
他们不仅占领了帕塔莱内,还占领了其余海岸中被称为萨拉奥斯托斯的王国以及西格尔迪斯的王国。
καθʼ ὅλου δέ φησιν ἐκεῖνος τῆς συμπάσης Ἀριανῆς πρόσχημα εἶναι τὴν Βακτριανήν· καὶ δὴ καὶ μέχρι Σηρῶν καὶ Φρυνῶν ἐξέτεινον τὴν ἀρχήν.
总之,阿波罗多罗斯说,巴克特里亚纳是整个阿里亚纳的冠冕;事实上,他们的统治甚至延伸到了塞雷斯人和普里诺伊人。
§11.11.2πόλεις δʼ εἶχον τά τε Βάκτρα ἥνπερ καὶ Ζαριάσπαν καλοῦσιν, ἣν διαρρεῖ ὁμώνυμος ποταμὸς ἐκβάλλων εἰς τὸν Ὦξον, καὶ Ἄδραψα καὶ ἄλλας πλείους·
他们拥有的城市有巴克特拉(他们也称之为扎里亚斯帕,有一条同名河流穿过并注入奥克苏斯河)、阿德拉普萨以及其他许多城市。
τούτων δʼ ἦν καὶ ἡ Εὐκρατίδεια τοῦ ἄρξαντος ἐπώνυμος.
在这些城市中,还有以其统治者命名的尤克拉提代亚。
οἱ δὲ κατασχόντες αὐτὴν Ἕλληνες καὶ εἰς σατραπείας διῃρήκασιν, ὧν τήν τε Ἀσπιώνου καὶ τὴν Ταπυρίαν ἀφῄρηντο Εὐκρατίδην οἱ Παρθυαῖοι.
占领该地的希腊人将其划分为若干行省,其中帕提亚人从尤克拉提德斯手中夺取了阿斯皮奥内斯行省和塔皮里亚。
ἔσχον δὲ καὶ τὴν Σογδιανὴν ὑπερκειμένην πρὸς ἕω τῆς Βακτριανῆς μεταξὺ τοῦ τε Ὤξου ποταμοῦ, ὃς ὁρίζει τήν τε τῶν Βακτρίων καὶ τὴν τῶν Σογδίων, καὶ τοῦ Ἰαξάρτου· οὗτος δὲ καὶ τοὺς Σογδίους ὁρίζει καὶ τοὺς νομάδας.
他们还占领了位于巴克特里亚纳东部上方的索格迪亚纳,它地处划分巴克特里亚人与索格迪亚人边界的奥克苏斯河与亚克萨尔特斯河之间;而这条河也划分了索格迪亚人与游牧民的边界。
§11.11.3τὸ μὲν οὖν παλαιὸν οὐ πολὺ διέφερον τοῖς βίοις καὶ τοῖς ἔθεσι τῶν νομάδων οἵ τε Σογδιανοὶ καὶ οἱ Βακτριανοί, μικρὸν δʼ ὅμως ἡμερώτερα ἦν τὰ τῶν Βακτριανῶν, ἀλλὰ καὶ περὶ τούτων οὐ τὰ βέλτιστα λέγουσιν οἱ περὶ Ὀνησίκριτον·
在古代,索格迪亚人和巴克特里亚人在生活和习俗上与游牧民没有太大区别,但巴克特里亚人的习俗稍微开化一些。 然而,关于他们,欧内西克里图斯及其随从所说的话也并非完全是赞美。
τοὺς γὰρ ἀπειρηκότας διὰ γῆρας ἢ νόσον ζῶντας παραβάλλεσθαι τρεφομένοις κυσὶν ἐπίτηδες πρὸς τοῦτο, οὓς ἐνταφιαστὰς καλεῖσθαι τῇ πατρῴᾳ γλώττῃ, καὶ ὁρᾶσθαι τὰ μὲν ἔξω τείχους τῆς μητροπόλεως τῶν Βάκτρων καθαρά, τῶν δʼ ἐντὸς τὸ πλέον ὀστέων πλῆρες ἀνθρωπίνων·
因为他们说,那些因衰老或疾病而无能为力的人,会被活着扔给为此目的而专门饲养的狗,这些狗在他们的母语中被称为“殡葬者”;巴克特拉都城的城墙外看起来是干净的,但城墙内的大部分地方却塞满了人类的骨头。
καταλῦσαι δὲ τὸν νόμον Ἀλέξανδρον.
然而亚历山大废除了这一习俗。
τοιαῦτα δέ πως καὶ τὰ περὶ τοὺς Κασπίους ἱστοροῦσι· τοὺς γὰρ γονέας, ἐπειδὰν ὑπὲρ ἑβδομήκοντα ἔτη γεγονότες τυγχάνωσιν, ἐγκλεισθέντας λιμοκτονεῖσθαι.
关于卡斯皮人也有类似的记载:当他们的父母年过七十岁时,就会被关起来饿死。
τοῦτο μὲν οὖν ἀνεκτότερον καὶ τῷ Κείων νόμῳ παραπλήσιον καίπερ ὂν σκυθικόν, πολὺ μέντοι σκυθικώτερον τὸ τῶν Βακτριανῶν.
这虽然具有斯基泰色彩,但比巴克特里亚人的做法更易于容忍,且类似于凯奥斯人的法律,而巴克特里亚人的习俗则要野蛮得多。
καὶ δὴ διαπορεῖν ἄξιον ἦν, ἡνίκα Ἀλέξανδρος τοιαῦτα κατελάμβανε τἀνταῦθα, τί χρὴ εἰπεῖν τὰ ἐπὶ τῶν πρώτων Περσῶν καὶ τῶν ἔτι πρότερον ἡγεμόνων ὁποῖα εἰκὸς ἦν παρʼ αὐτοῖς νενομίσθαι.
事实上,当亚历山大在那里发现这样的习俗时,人们不禁会产生疑问:在第一代波斯人以及更早的统治者时期,他们之间的习俗究竟会是怎样的。

词汇与语法注释

  1. 11.11.1οἱ ἀποστήσαντες Ἕλληνες αὐτὴν — 动词 ἀφίστημι 的弱不定过去时主动分词 ἀποστήσαντες 具有及物与使役意义(“使……叛乱”),而非不及物。因此,其直接宾语代词 αὐτήν 指代巴克特里亚(Βακτρία),整句意为“使巴克特里亚(自塞琉古帝国)反叛的希腊人”。
  2. 11.11.2ἀφῄρηντο Εὐκρατίδην — 意为“夺取”的动词 ἀφαιρέω 在主动语态中接表示“人”和“物”的双宾格。在中间/被动语态 ἀφῄρηντο(此处为第三人称复数过去完成时)中,此句法结构得以保留,被夺去者(Εὐκρατίδην)和被夺去之物(由关系代词 ὧν 引导并由 τήν τε... 和 τὴν... 代表的两个行省)均保持宾格。
  3. 11.11.3οὓς ἐνταφιαστὰς καλεῖσθαι — 在由传闻主动词 λέγουσιν 引导的间接引语(宾格加不定式结构)中,从属的关系代词从句(由 οὓς 引导)的动词也转化为不定式(καλεῖσθαι)而非直陈式。这是希腊语间接引语中的常见现象,当关系从句作为传闻内容不可分割的一部分而被同化时,其动词常变为不定式。

引用这一段

斯特拉波, 地理学 §11.11.1-11.11.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.11.1-11.11.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。