Humanitext Reader

ストラボン · 地理誌 §10.5.13-10.5.19

パトモスやイカリアなどスポラデス諸島の地誌

341 / 577 箇所 · ギリシア語

要旨

パトモス、イカリア、および周辺のスポラデス諸島の地誌的特徴を説明し、それらの島々に関するホメロスの記述の解釈や、上質な蜂蜜の産地であることに言及する。

§10.5.13πλησίον δʼ ἐστὶ καὶ ἡ Πάτμος καὶ Κορασσίαι πρὸς δύσιν κείμεναι τῇ Ἰκαρίᾳ, αὕτη δὲ Σάμῳ.
パトモスと、イカリアの西に位置するコラッシアイ群島も近くにあり、イカリア自体はサモスの西に位置している。
ἡ μὲν οὖν Ἰκαρία ἔρημός ἐστι, νομὰς δʼ ἔχει καὶ χρῶνται αὐταῖς Σάμιοι·
イカリアは無人であるが、牧草地を有しており、サモス人たちがこれらを利用している。
τοιαύτη δʼ οὖσα ἔνδοξος ὅμως ἐστί, καὶ ἀπʼ αὐτῆς Ἰκάριον καλεῖται τὸ προκείμενον πέλαγος, ἐν ᾧ καὶ αὐτὴ καὶ Σάμος καὶ Κῶς ἐστι καὶ αἱ ἄρτι λεχθεῖσαι Κορασσίαι καὶ Πάτμος καὶ Λέρος.
そのようでありながらもこの島は有名であり、その島にちなんで、前方に広がる海が「イカリア海」と呼ばれている。 その海の中には、その島自体もサモスもコスも、また先ほど述べたコラッシアイもパトモスもレロスもある。
συνάπτει δὲ τῷ Ἰκαρίῳ τὸ Καρπάθιον πέλαγος πρὸς νότον, τούτῳ δὲ τὸ Αἰγύπτιον, πρὸς δὲ δύσιν τό τε Κρητικὸν καὶ τὸ Λιβυκόν.
イカリア海には南でカルパトス海が隣接し、これにはエジプト海が、西にはクレタ海とリビア海が隣接している。
§10.5.14καὶ ἐν τῷ Καρπαθίῳ δʼ εἰσὶ πολλαὶ τῶν Σποράδων μεταξὺ τῆς Κῶ μάλιστα καὶ Ῥόδου καὶ Κρήτης·
そしてカルパトス海の中にも、主としてコス、ロドス、クレタの間に、スポラデス諸島の多くの島々がある。
ὧν εἰσιν Ἀστυπάλαιά τε καὶ Τῆλος καὶ Χαλκία καὶ ἃς Ὅμηρος ὀνομάζει ἐν τῷ καταλόγῳ " οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε, καὶ Κῶν, Εὐρυπύλοιο πόλιν, νήσους τε Καλύδνας.
それらの島々の中に、アストゥパライア、テロス、カルキア、そしてホメロスが『目録』の中で名づけている島々がある。 "また、ニシュロス、クラパトス、カソス、およびコス、すなわちエウリュピュロスの都、そしてカリュドナイ諸島を領有していた人々。
" ἔξω γὰρ τῆς Κῶ καὶ τῆς Ῥόδου, περὶ ὧν ἐροῦμεν ὕστερον, τάς τε ἄλλας ἐν ταῖς Σποράσι τίθεμεν καὶ δὴ καὶ ἐνταῦθα μεμνήμεθα αὐτῶν, καίπερ τῆς Ἀσίας οὐ τῆς Εὐρώπης ἐγγὺς οὐσῶν, ἐπειδὴ τῇ Κρήτῃ καὶ ταῖς Κυκλάσι καὶ τὰς Σποράδας συμπεριλαβεῖν ἠπείγετό πως ὁ λόγος·
"というのも、後で述べることになるコスとロドスを除いて、私たちは他の島々をスポラデス諸島に含めており、まさに今ここでそれらについて言及しているのである。 それらの島々はヨーロッパではなくアジアに近いのであるが、記述の流れが、クレタやキクラデス諸島とともにスポラデス諸島をも一緒に含めるようにどうにか促したからである。
ἐν δὲ τῇ τῆς Ἀσίας περιοδείᾳ τὰς προσεχεῖς αὐτῇ τῶν ἀξιολόγων νήσων προσπεριοδεύσομεν, Κύπρον καὶ Ῥόδον καὶ Κῶν καὶ τὰς ἐν τῇ ἐφεξῆς παραλίᾳ κειμένας, Σάμον Χίον Λέσβον Τένεδον·
しかし、アジアの記述においては、それに隣接する注目すべき島々、すなわちキプロス、ロドス、コス、およびそれに続く沿岸に位置するサモス、キオス、レスボス、テネドスを合わせて記述することにしよう。
νῦν δὲ τὰς Σποράδας ὧν ἄξιον μνησθῆναι λοιπὸν ἔπιμεν.
今は、言及するに値する残りのスポラデス諸島の島々を進んでいくことにする。
§10.5.15ἡ μὲν οὖν Ἀστυπάλαια ἱκανῶς ἐστι πελαγία, πόλιν ἔχουσα.
アストゥパライアはかなり沖合にあり、都市を一つ有している。
ἡ δὲ Τῆλος ἐκτέταται παρὰ τὴν Κνιδίαν μακρὰ ὑψηλὴ στενή, τὴν περίμετρον ὅσον ἑκατὸν καὶ τετταράκοντα σταδίων, ἔχουσα ὕφορμον.
テロスはクニドス領に沿って細長く延びており、高く、幅が狭く、周囲の長さは約140スタディオンで、港を有している。
ἡ δὲ Χαλκία τῆς Τήλου διέχει σταδίους ὀγδοήκοντα, Καρπάθου δὲ τετρακοσίους, Ἀστυπαλαίας δὲ περὶ διπλασίους·
カルキアはテロスから80スタディオン、カルパトスから400スタディオン、アストゥパライアからはその約2倍離れている。
ἔχει δὲ καὶ κατοικίαν ὁμώνυμον καὶ ἱερὸν Ἀπόλλωνος καὶ λιμένα.
また、同名の居住地とアポロンの神殿、および港を有している。
§10.5.16Νίσυρος δὲ πρὸς ἄρκτον μέν ἐστι Τήλου διέχουσα αὐτῆς ὅσον ἑξήκοντα σταδίους ὅσους καὶ Κῶ διέχει, στρογγύλη δὲ καὶ ὑψηλὴ καὶ πετρώδης τοῦ μυλίου λίθου·
ニシュロスはテロスの北に位置し、テロスから約60スタディオン離れており、これはコス島から離れている距離と同じである。 丸くて高く、挽き臼の石からなる岩がちの島である。
τοῖς γοῦν ἀστυγείτοσιν ἐκεῖθέν ἐστιν ἡ τῶν μύλων εὐπορία.
したがって、近隣の人々にとって、挽き臼の豊富な供給はそこから得られる。
ἔχει δὲ καὶ πόλιν ὁμώνυμον καὶ λιμένα καὶ θερμὰ καὶ Ποσειδῶνος ἱερόν·
また、同名の都市と港、温泉、およびポセイドンの神殿を有している。
περίμετρον δὲ αὐτῆς ὀγδοήκοντα στάδιοι.
その周囲は80スタディオンである。
ἔστι δὲ καὶ νησία πρὸς αὐτῇ Νισυρίων λεγόμενα.
また、その近くには「ニシュロス人の(小島)」と呼ばれるいくつかの小島がある。
φασὶ δὲ τὴν Νίσυρον ἀπόθραυσμα εἶναι τῆς Κῶ, προσθέντες καὶ μῦθον, ὅτι Ποσειδῶν διώκων ἕνα τῶν γιγάντων Πολυβώτην ἀποθραύσας τῇ τριαίνῃ τρύφος τῆς Κῶ ἐπʼ αὐτὸν βάλοι, καὶ γένοιτο νῆσος τὸ βληθὲν ἡ Νίσυρος ὑποκείμενον ἔχουσα ἐν αὐτῇ τὸν γίγαντα·
また、人々はニシュロスをコス島から砕け散った破片であると言っており、さらに神話も付け加えている。 すなわち、ポセイドンが巨人たちの一人であるポリュボテスを追跡していた際、三叉の矛でコス島の一片を砕き取って彼の上に投げつけ、投げつけられた破片がニシュロス島となり、その下に巨人を閉じ込めているのだという。
τινὲς δὲ αὐτὸν ὑποκεῖσθαι τῇ Κῷ φασιν.
しかし、一部の人々は彼がコス島の下に横たわっているのだと言う。
§10.5.17ἡ δὲ Κάρπαθος, ἣν Κράπαθον εἶπεν ὁ ποιητής, ὑψηλή ἐστι, κύκλον ἔχουσα σταδίων διακοσίων.
カルパトス(詩人が「クラパトス」と呼んだ島)は高く、周囲は200スタディオンである。
τετράπολις δʼ ὑπῆρξε καὶ ὄνομα εἶχεν ἀξιόλογον, ἀφʼ οὗ καὶ τῷ πελάγει τοὔνομα ἐγένετο.
かつて4つの都市からなり、顕著な名前を持っていたため、その名前から周囲の海の名前も付けられた。
μία δὲ τῶν πόλεων ἐκαλεῖτο Νίσυρος ὁμώνυμος τῇ τῶν Νισυρίων νήσῳ.
その都市の一つは、ニシュロス人の島と同名の「ニシュロス」と呼ばれていた。
κεῖται δὲ τῆς Λιβύης κατὰ Λευκὴν ἀκτήν, ἣ τῆς μὲν Ἀλεξανδρείας περὶ χιλίους διέχει σταδίους, τῆς δὲ Καρπάθου περὶ τετρακισχιλίους.
そしてこの島は、リビアのレウケ・アクテ(白い海岸)の向かいに位置しており、その海岸はアレクサンドリアから約1,000スタディオン、カルパトスからは約4,000スタディオン離れている。
§10.5.18Κάσος δὲ ταύτης μὲν ἀπὸ ἑβδομήκοντά ἐστι σταδίων, τοῦ δὲ Σαμωνίου τοῦ ἄκρου τῆς Κρήτης διακοσίων πεντήκοντα·
カソスは、この島から70 スタディオン、クレタの突端であるサモニオン岬から250スタディオン離れている。
κύκλον δὲ ἔχει σταδίων ὀγδοήκοντα.
周囲は80スタディオンである。
ἔστι δʼ ἐν αὐτῇ καὶ πόλις ὁμώνυμος, καὶ Κασίων νῆσοι καλούμεναι πλείους περὶ αὐτήν.
島内には同名の都市があり、その周囲には「カソス人の(島々)」と呼ばれるいくつかの島々がある。
§10.5.19νήσους δὲ Καλύδνας τὰς Σποράδας λέγειν φασὶ τὸν ποιητήν, ὧν μίαν εἶναι Κάλυμναν·
また、人々は詩人が「カリュドナイ諸島」と呼んでいるのはスポラデス諸島のことだと言っており、そのうちの一つがカリュムナであるとする。
εἰκὸς δʼ ὡς ἐκ τῶν Νισυρίων λέγονται καὶ Κασίων αἱ ἐγγὺς καὶ ὑπήκοοι, οὕτως καὶ τὰς τῇ Καλύμνῃ περικειμένας ἴσως τότε λεγομένῃ Καλύδνῃ·
そして、近くにあって服属している島々が「ニシュロス人の島々」や「カソス人の島々」と呼ばれているように、当時おそらく「カリュドナ」と呼ばれていたであろうカリュムナの周囲にある島々も同様に呼ばれていたということは、ありそうなことである。
τινὲς δὲ δύο εἶναι Καλύδνας φασὶ Λέρον καὶ Κάλυμναν, ἅσπερ καὶ λέγειν τὸν ποιητήν.
しかし、一部の人々は「カリュドナイ」とはレロスとカリュムナの2つの島であると言い、詩人もまさにこれらを指しているとする。
ὁ δὲ Σκήψιος πληθυντικῶς ὠνομάσθαι τὴν νῆσον Καλύμνας φησίν, ὡς Ἀθήνας καὶ Θήβας, δεῖν δὲ ὑπερβατῶς δέξασθαι τὸ τοῦ ποιητοῦ·
だが、スケプシス出身のデメトリオスは、その島はアテナイやテーバイのように、複数形で「カリュムナイ」と名付けられているのであり、詩人の句は倒置として解釈されなければならないと言う。
οὐ γὰρ νήσους Καλύδνας λέγειν, ἀλλʼ "οἳ δʼ ἄρα νήσους Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν, Εὐρυπύλοιο πόλιν, Καλύδνας τε.
というのも、詩人は「カリュドナイ諸島」と言っているのではなく、 "また彼らは、諸島、ならびにニシュロス、クラパトス、カソス、およびコス、すなわちエウリュピュロスの都、そしてカリュドナを領有していた。 "と言っているのだから、ということである。
" ἅπαν μὲν οὖν τὸ νησιωτικὸν μέλι ὡς ἐπὶ τὸ πολὺ ἀστεῖόν ἐστι καὶ ἐνάμιλλον τῷ Ἀττικῷ, τὸ δʼ ἐν ταῖσδε ταῖς νήσοις διαφερόντως, μάλιστα δὲ τὸ Καλύμνιον.
さて、島々の蜂蜜は一般にすべて上質であり、アッティカ産のものに匹敵するが、これらの島々のものは格別であり、中でもカリュムナ産の蜂蜜は最も優れている。

語釈・文法注

  1. 10.5.13αὕτη δὲ Σάμῳ — 前半の κείμεναι πρὸς δύσιν τῇ Ἰκαρίᾳ「イカリアの西に位置する」という表現を受けて、後半の節でも方向を示す表現が省略され、αὕτη δὲ [κεῖται πρὸς δύσιν] Σάμῳ「この島(イカリア)はサモスの西に位置する」と補って解釈される。与格 Σάμῳ は方向・近接の基準を示す。
  2. 10.5.19δεῖν δὲ ὑπερβατῶς δέξασθαι τὸ τοῦ ποιητοῦ — スケプシスのデメトリオスによるホメロスのテクストの解釈。彼は νήσους(対格複数)を「カリュドナイ」の修飾語(「カリュドナイ諸島」)とみなす一般的な解釈("νήσους Καλύδνας")を否定し、νήσους を先行する島々の総称(「諸々の島々、すなわちニシュロス、クラパトス…」)とし、Καλύδνας(または Καλύδνας τε)を個別の島名として遠くに離す倒置法(ハイパーバトン)として読むべきだと主張している。

この箇所を引用する

ストラボン, 地理誌 §10.5.13-10.5.19. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.5.13-10.5.19

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。