§11.1.1τῇ δʼ Εὐρώπῃ συνεχής ἐστιν ἡ Ἀσία κατὰ τὸν Τάναϊν συνάπτουσα αὐτῇ·
アジアはヨーロッパに連続しており、タナイス川のところでヨーロッパに接している。
περὶ ταύτης οὖν ἐφεξῆς ῥητέον διελόντας φυσικοῖς τισιν ὅροις τοῦ σαφοῦς χάριν.
したがって、分かりやすくするために、いくつかの自然な境界で区分した上で、次にこれについて述べなければならない。
ὅπερ οὖν Ἐρατοσθένης ἐφʼ ὅλης τῆς οἰκουμένης ἐποίησε, τοῦθʼ ἡμῖν ἐπὶ τῆς Ἀσίας ποιητέον.
それゆえ、エラトステネスが居住世界全体に対して行ったことを、私たちはアジアに対して行わなければならない。
§11.1.2ὁ γὰρ Ταῦρος μέσην πως διέζωκε ταύτην τὴν ἤπειρον ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω τεταμένος, τὸ μὲν αὐτῆς ἀπολείπων πρὸς βορρᾶν τὸ δὲ μεσημβρινόν.
というのも、タウロス山脈は西から東へと延びており、この大陸をいわば中央で帯状に囲み、その一部を北に、他方を南に残しているからである。
καλοῦσι δὲ αὐτῶν οἱ Ἕλληνες τὸ μὲν ἐντὸς τοῦ Ταύρου τὸ δὲ ἐκτός.
そしてギリシア人は、それらのうち一方を「タウロスの内側」、他方を「外側」と呼んでいる。
εἴρηται δὲ ταῦθʼ ἡμῖν καὶ πρότερον, ἀλλʼ εἰρήσθω καὶ νῦν ὑπομνήσεως χάριν.
これらのことは以前にも述べたが、今も記憶を呼び起こすために述べられるべきである。
§11.1.3πλάτος μὲν οὖν ἔχει τὸ ὄρος πολλαχοῦ καὶ τρισχιλίων σταδίων, μῆκος δʼ ὅσον καὶ τὸ τῆς Ἀσίας, τεττάρων που μυριάδων καὶ πεντακισχιλίων, ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ ἄκρα τῆς Ἰνδικῆς καὶ Σκυθίας πρὸς τὰς ἀνατολάς.
さて、この山脈は幅が多くの場所で3,000スタディオンにも達し、長さはアジアの長さと同じであり、ロドス人の対岸地から東のインドおよびスキティアの端まで、およそ45,000スタディオンである。
§11.1.4διῄρηται δʼ εἰς μέρη πολλὰ καὶ ὀνόματα περιγραφαῖς καὶ μείζοσι καὶ ἐλάττοσιν ἀφωρισμένα.
そしてこの山脈は、大きいものから小さいものまで、様々な画定によって画された多くの部分と名称に分けられている。
ἐπεὶ δʼ ἐν τῷ τοσούτῳ πλάτει τοῦ ὄρους ἀπολαμβάνεταί τινα ἔθνη, τὰ μὲν ἀσημότερα τὰ δὲ καὶ παντελῶς γνώριμα (καθάπερ ἡ Παρθυαία καὶ Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκῶν τινες καὶ Κίλικες καὶ Πισίδαι), τὰ μὲν πλεονάζοντα ἐν τοῖς προσβόρροις μέρεσιν ἐνταῦθα τακτέον, τὰ δʼ ἐν τοῖς νοτίοις εἰς τὰ νότια, καὶ τὰ ἐν μέσῳ δὲ τῶν ὀρῶν κείμενα διὰ τὰς τῶν ἀέρων ὁμοιότητας πρὸς βορρᾶν πως θετέον·
しかし、山脈のこれほど広い幅の中にいくつかの諸民族が含まれており、あるものはあまり知られておらず、またあるものは非常によく知られている(例えば、パルテュアイア、メディア、アルメニア、カッパドキア人の一部、キリキア人、ピシディア人など)ので、北の部分に多く偏っているものはそちらに配置されるべきであり、南の部分にあるものは南の区分に、そして山々の間に位置するものは、気候の類似性のために、いわば北側に置かれなければならない。
ψυχροὶ γάρ εἰσιν, οἱ δὲ νότιοι θερμοί.
なぜなら、それらは冷涼であり、一方で南側のものは温暖だからである。
καὶ τῶν ποταμῶν δὲ αἱ ῥύσεις ἐνθένδε ἰοῦσαι πᾶσαι σχεδόν τι εἰς τἀναντία αἱ μὲν εἰς τὰ βόρεια αἱ δʼ εἰς τὰ νότια μέρη (τά γε πρῶτα, κἂν ὕστερόν τινες ἐπιστρέφωσι πρὸς ἀνατολὰς ἢ δύσεις), ἔχουσί τι εὐφυὲς πρὸς τὸ τοῖς ὄρεσιν ὁρίοις χρῆσθαι κατὰ τὴν εἰς δύο μέρη διαίρεσιν τῆς Ἀσίας·
また、ここから流れ出る川の流れも、ほとんどすべてが反対方向、すなわち一部は北へ、他方は南の地域へと向かっており(少なくとも最初はそうであり、たとえ後に東や西へ曲がるものがあるとしても)、アジアを二つの部分に分割するにあたって、山脈を境界として用いるのに適した性質を持っている。
καθάπερ καὶ ἡ θάλαττα ἡ ἐντὸς στηλῶν, ἐπʼ εὐθείας πως οὖσα ἡ πλείστη τοῖς ὄρεσι τούτοις, ἐπιτηδεία γεγένηται πρὸς τὸ δύο ποιεῖν ἠπείρους, τήν τε Εὐρώπην καὶ τὴν Λιβύην, ὅριον ἀμφοῖν οὖσα ἀξιόλογον.
それはちょうど、ヘラクレスの柱の内側にある海が、その大部分においてこれらの山々とほぼ一直線上にあり、両者の顕著な境界となって、ヨーロッパとリビアという二つの大陸を作るのに適しているのと同様である。