§10.5.13πλησίον δʼ ἐστὶ καὶ ἡ Πάτμος καὶ Κορασσίαι πρὸς δύσιν κείμεναι τῇ Ἰκαρίᾳ, αὕτη δὲ Σάμῳ.
巴特莫斯也相距不远,科拉西阿群岛也位于其近旁,它们坐落在伊卡里亚的西面,而伊卡里亚自身则位于萨摩斯的西面。
ἡ μὲν οὖν Ἰκαρία ἔρημός ἐστι, νομὰς δʼ ἔχει καὶ χρῶνται αὐταῖς Σάμιοι·
虽然伊卡里亚是一个荒岛,但它拥有牧场,萨摩斯人利用这些牧场。
τοιαύτη δʼ οὖσα ἔνδοξος ὅμως ἐστί, καὶ ἀπʼ αὐτῆς Ἰκάριον καλεῖται τὸ προκείμενον πέλαγος, ἐν ᾧ καὶ αὐτὴ καὶ Σάμος καὶ Κῶς ἐστι καὶ αἱ ἄρτι λεχθεῖσαι Κορασσίαι καὶ Πάτμος καὶ Λέρος.
然而,尽管如此,它依然十分著名,它前方的海域也因之被称为伊卡里亚海,其中不仅有伊卡里亚自身,还有萨摩斯、科斯、刚才提到的科拉西阿群岛、巴特莫斯和莱罗斯。
συνάπτει δὲ τῷ Ἰκαρίῳ τὸ Καρπάθιον πέλαγος πρὸς νότον, τούτῳ δὲ τὸ Αἰγύπτιον, πρὸς δὲ δύσιν τό τε Κρητικὸν καὶ τὸ Λιβυκόν.
伊卡里亚海在南边与卡尔帕索斯海相接,卡尔帕索斯海又与埃及海相连,在西边则与克里特海和利比亚海接壤。
§10.5.14καὶ ἐν τῷ Καρπαθίῳ δʼ εἰσὶ πολλαὶ τῶν Σποράδων μεταξὺ τῆς Κῶ μάλιστα καὶ Ῥόδου καὶ Κρήτης·
在卡尔帕索斯海中也有许多属于斯波拉泽斯群岛的岛屿,主要分布在科斯、罗德岛和克里特岛之间。
ὧν εἰσιν Ἀστυπάλαιά τε καὶ Τῆλος καὶ Χαλκία καὶ ἃς Ὅμηρος ὀνομάζει ἐν τῷ καταλόγῳ
"
οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε,
καὶ Κῶν, Εὐρυπύλοιο πόλιν, νήσους τε Καλύδνας.
其中有阿斯蒂帕莱阿、泰洛斯、哈尔基亚,以及荷马在《船名录》中所提名的岛屿: "还有那些占领了尼西罗斯、克拉帕索斯、卡索斯,以及欧鲁皮洛斯之城科斯,和卡吕德奈群岛的人们。
"
ἔξω γὰρ τῆς Κῶ καὶ τῆς Ῥόδου, περὶ ὧν ἐροῦμεν ὕστερον, τάς τε ἄλλας ἐν ταῖς Σποράσι τίθεμεν καὶ δὴ καὶ ἐνταῦθα μεμνήμεθα αὐτῶν, καίπερ τῆς Ἀσίας οὐ τῆς Εὐρώπης ἐγγὺς οὐσῶν, ἐπειδὴ τῇ Κρήτῃ καὶ ταῖς Κυκλάσι καὶ τὰς Σποράδας συμπεριλαβεῖν ἠπείγετό πως ὁ λόγος·
"因为除了我们稍后将要谈到的科斯和罗德岛之外,我们将其他岛屿归入斯波拉泽斯群岛,并且确实在此提及它们。 尽管它们靠近亚洲而非欧洲,但由于我们的叙述在某种程度上被促使着将斯波拉泽斯群岛与克里特岛及基克拉泽斯群岛一并纳入。
ἐν δὲ τῇ τῆς Ἀσίας περιοδείᾳ τὰς προσεχεῖς αὐτῇ τῶν ἀξιολόγων νήσων προσπεριοδεύσομεν, Κύπρον καὶ Ῥόδον καὶ Κῶν καὶ τὰς ἐν τῇ ἐφεξῆς παραλίᾳ κειμένας, Σάμον Χίον Λέσβον Τένεδον·
在关于亚洲的记述中,我们将顺便记述与其相邻的著名岛屿,即塞浦路斯、罗德岛、科斯,以及坐落在其后沿岸的萨摩斯、希奥、莱斯博斯和特内多斯。
νῦν δὲ τὰς Σποράδας ὧν ἄξιον μνησθῆναι λοιπὸν ἔπιμεν.
不过现在,让我们继续探讨其余值得一提的斯波拉泽斯岛屿。
§10.5.15ἡ μὲν οὖν Ἀστυπάλαια ἱκανῶς ἐστι πελαγία, πόλιν ἔχουσα.
阿斯蒂帕莱阿相当偏于公海之中,拥有一座城市。
ἡ δὲ Τῆλος ἐκτέταται παρὰ τὴν Κνιδίαν μακρὰ ὑψηλὴ στενή, τὴν περίμετρον ὅσον ἑκατὸν καὶ τετταράκοντα σταδίων, ἔχουσα ὕφορμον.
泰洛斯沿着克尼多斯沿岸延伸,狭长、高峻而狭窄,周长约一百四十斯塔迪翁,并拥有一个停泊港。
ἡ δὲ Χαλκία τῆς Τήλου διέχει σταδίους ὀγδοήκοντα, Καρπάθου δὲ τετρακοσίους, Ἀστυπαλαίας δὲ περὶ διπλασίους·
哈尔基亚距离泰洛斯八十斯塔迪翁,距离卡尔帕索斯四百斯塔迪翁,距离阿斯蒂帕莱阿大约是其两倍。
ἔχει δὲ καὶ κατοικίαν ὁμώνυμον καὶ ἱερὸν Ἀπόλλωνος καὶ λιμένα.
它还拥有一个同名的定居点、一座阿波罗神庙和一个港口。
§10.5.16Νίσυρος δὲ πρὸς ἄρκτον μέν ἐστι Τήλου διέχουσα αὐτῆς ὅσον ἑξήκοντα σταδίους ὅσους καὶ Κῶ διέχει, στρογγύλη δὲ καὶ ὑψηλὴ καὶ πετρώδης τοῦ μυλίου λίθου·
尼西罗斯位于泰洛斯以北,距离泰洛斯约六十斯塔迪翁,这与它距离科斯的距离相同。 它圆而高,多岩石,主要由用于制作磨石的石材构成。
τοῖς γοῦν ἀστυγείτοσιν ἐκεῖθέν ἐστιν ἡ τῶν μύλων εὐπορία.
因此,邻近的居民从那里获得了丰富的磨石来源。
ἔχει δὲ καὶ πόλιν ὁμώνυμον καὶ λιμένα καὶ θερμὰ καὶ Ποσειδῶνος ἱερόν·
它还拥有一座同名的城市、一个港口、温泉和一座波塞冬神庙。
περίμετρον δὲ αὐτῆς ὀγδοήκοντα στάδιοι.
它的周长是八十斯塔迪翁。
ἔστι δὲ καὶ νησία πρὸς αὐτῇ Νισυρίων λεγόμενα.
在它附近还有被称为“尼西罗斯人”的几个小岛。
φασὶ δὲ τὴν Νίσυρον ἀπόθραυσμα εἶναι τῆς Κῶ, προσθέντες καὶ μῦθον, ὅτι Ποσειδῶν διώκων ἕνα τῶν γιγάντων Πολυβώτην ἀποθραύσας τῇ τριαίνῃ τρύφος τῆς Κῶ ἐπʼ αὐτὸν βάλοι, καὶ γένοιτο νῆσος τὸ βληθὲν ἡ Νίσυρος ὑποκείμενον ἔχουσα ἐν αὐτῇ τὸν γίγαντα·
人们说尼西罗斯是从科斯岛上碎裂出来的碎块,并附加了一个神话,说波塞冬在追赶巨人之一的波吕玻忒斯时,用他的三叉戟击碎了科斯岛的一块碎块扔向他,而被扔出的碎块便成了尼西罗斯岛,将巨人压在它下面。
τινὲς δὲ αὐτὸν ὑποκεῖσθαι τῇ Κῷ φασιν.
但也有人说巨人是被压在科斯岛下面。
§10.5.17ἡ δὲ Κάρπαθος, ἣν Κράπαθον εἶπεν ὁ ποιητής, ὑψηλή ἐστι, κύκλον ἔχουσα σταδίων διακοσίων.
卡尔帕索斯(诗人称之为克拉帕索斯)很高,周长为二百斯塔迪翁。
τετράπολις δʼ ὑπῆρξε καὶ ὄνομα εἶχεν ἀξιόλογον, ἀφʼ οὗ καὶ τῷ πελάγει τοὔνομα ἐγένετο.
它曾是由四个城市组成的联邦,并拥有显赫的名声,周围的海域也因之得名。
μία δὲ τῶν πόλεων ἐκαλεῖτο Νίσυρος ὁμώνυμος τῇ τῶν Νισυρίων νήσῳ.
其中的一个城市被称为尼西罗斯,与尼西罗斯人的岛屿同名。
κεῖται δὲ τῆς Λιβύης κατὰ Λευκὴν ἀκτήν, ἣ τῆς μὲν Ἀλεξανδρείας περὶ χιλίους διέχει σταδίους, τῆς δὲ Καρπάθου περὶ τετρακισχιλίους.
它位于利比亚的白岸对面,白岸距离亚历山大里亚大约一千斯塔迪翁,距离卡尔帕索斯大约四千斯塔迪翁。
§10.5.18Κάσος δὲ ταύτης μὲν ἀπὸ ἑβδομήκοντά ἐστι σταδίων, τοῦ δὲ Σαμωνίου τοῦ ἄκρου τῆς Κρήτης διακοσίων πεντήκοντα·
卡索斯距离卡尔帕索斯七十斯塔迪翁,距离克里特岛的萨莫尼翁岬角二百五十斯塔迪翁。
κύκλον δὲ ἔχει σταδίων ὀγδοήκοντα.
它的周长是八十斯塔迪翁。
ἔστι δʼ ἐν αὐτῇ καὶ πόλις ὁμώνυμος, καὶ Κασίων νῆσοι καλούμεναι πλείους περὶ αὐτήν.
岛上有一座同名的城市,周围还有几个被称为卡索斯人岛屿的小岛。
§10.5.19νήσους δὲ Καλύδνας τὰς Σποράδας λέγειν φασὶ τὸν ποιητήν, ὧν μίαν εἶναι Κάλυμναν·
人们说诗人所说的卡吕德奈群岛是指斯波拉泽斯群岛,其中之一是卡吕姆纳。
εἰκὸς δʼ ὡς ἐκ τῶν Νισυρίων λέγονται καὶ Κασίων αἱ ἐγγὺς καὶ ὑπήκοοι, οὕτως καὶ τὰς τῇ Καλύμνῃ περικειμένας ἴσως τότε λεγομένῃ Καλύδνῃ·
很可能,正如邻近并臣服的岛屿被称为尼西罗斯人的岛屿和卡索斯人的岛屿一样,那些环绕着当时可能被称为卡吕德纳的卡吕姆纳的岛屿也同样得名。
τινὲς δὲ δύο εἶναι Καλύδνας φασὶ Λέρον καὶ Κάλυμναν, ἅσπερ καὶ λέγειν τὸν ποιητήν.
但也有人说卡吕德奈是两个岛屿,即莱罗斯和卡吕姆纳,而这正是诗人所指的。
ὁ δὲ Σκήψιος πληθυντικῶς ὠνομάσθαι τὴν νῆσον Καλύμνας φησίν, ὡς Ἀθήνας καὶ Θήβας, δεῖν δὲ ὑπερβατῶς δέξασθαι τὸ τοῦ ποιητοῦ· οὐ γὰρ νήσους Καλύδνας λέγειν, ἀλλʼ
"οἳ δʼ ἄρα νήσους Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν, Εὐρυπύλοιο πόλιν, Καλύδνας τε.
然而,来自斯克普西斯的德米特里奥斯说,该岛的名称是复数形式“卡吕姆奈”,就像雅典和底比斯一样,并且诗人的话必须被理解为倒置;因为他不是说“卡吕德奈群岛”,而是说: "还有那些占领了诸岛,以及尼西罗斯、克拉帕索斯、卡索斯,和欧鲁皮洛斯之城科斯,以及卡吕德奈的人们。
"
ἅπαν μὲν οὖν τὸ νησιωτικὸν μέλι ὡς ἐπὶ τὸ πολὺ ἀστεῖόν ἐστι καὶ ἐνάμιλλον τῷ Ἀττικῷ, τὸ δʼ ἐν ταῖσδε ταῖς νήσοις διαφερόντως, μάλιστα δὲ τὸ Καλύμνιον.
"总之,所有岛屿的蜂蜜在很大程度上都是极好的,可以与阿特蒂卡的蜂蜜媲美,但这些岛屿的蜂蜜尤为出众,尤其是卡吕姆纳蜂蜜。