§10.5.5Ῥήναια δʼ ἔρημον νησίδιόν ἐστιν ἐν τέτταρσι τῆς Δήλου σταδίοις, ὅπου τὰ μνήματα τοῖς Δηλίοις ἐστίν.
レネイアはデロスから4スタディオン離れた無人の小島であり、そこにはデロス人たちの墓がある。
οὐ γὰρ ἔξεστιν ἐν αὐτῇ τῇ Δήλῳ θάπτειν οὐδὲ καίειν νεκρόν.
なぜなら、デロス自体の中では死体を埋葬することも火葬することも許されていないからである。
οὐκ ἔξεστι δὲ οὐδὲ κύνα ἐν Δήλῳ τρέφειν.
また、デロスの中で犬を飼育することも許されていない。
ὠνομάζετο δὲ καὶ Ὀρτυγία πρότερον.
デロスはかつてオルテュギアとも呼ばれていた。
§10.5.6Κέως δὲ τετράπολις μὲν ὑπῆρξε, λείπονται δὲ δύο, ἥ τε Ἰουλὶς καὶ ἡ Καρθαία, εἰς ἃς συνεπολίσθησαν αἱ λοιπαί, ἡ μὲν Ποιήεσσα εἰς τὴν Καρθαίαν ἡ δὲ Κορησία εἰς τὴν Ἰουλίδα.
ケオスはかつて4つの都市(テトラポリス)からなっていたが、いまは2つ、すなわちイウリスとカルタイアが残っており、残りの都市はこれらに併合された。 ポイエッサはカルタイアに、コレシアはイウリスに併合されたのである。
ἐκ δὲ τῆς Ἰουλίδος ὅ τε Σιμωνίδης ἦν ὁ μελοποιὸς καὶ Βακχυλίδης ἀδελφιδοῦς ἐκείνου, καὶ μετὰ ταῦτα Ἐρασίστρατος ὁ ἰατρὸς καὶ τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων Ἀρίστων ὁ τοῦ Βορυσθενίτου Βίωνος ζηλωτής.
イウリスからは、抒情詩人シモニデスとその甥バッキュリデスが、またその後には医師エラシストラトス、そして逍遙学派の哲学者の一人でボリュステネスのビオンの追随者であるアリストンが出た。
παρὰ τούτοις δὲ δοκεῖ τεθῆναί ποτε νόμος, οὗ μέμνηται καὶ Μένανδρος
"
καλὸν τὸ Κείων νόμιμόν ἐστι, Φανία·
彼らの間には、かつてある法律が制定されたと考えられており、メナンドロスも次のように言及している。 "ケオス人の掟は素晴らしいものだ、パニアスよ。
ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς.
美しく生きることができない者は、醜く生きるべきではない。
"
προσέταττε γάρ, ὡς ἔοικεν, ὁ νόμος τοὺς ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας κωνειάζεσθαι καὶ τοῦ διαρκεῖν τοῖς ἄλλοις τὴν τροφήν·
"というのも、伝えられるところでは、その法律は60歳を超えた人々に対して、他の人方に食料が十分に行き渡るように毒人参を飲んで死ぬことを命じていたからである。
καὶ πολιορκουμένους δέ ποτε ὑπʼ Ἀθηναίων ψηφίσασθαί φασι τοὺς πρεσβυτάτους ἐξ αὐτῶν ἀποθανεῖν, ὁρισθέντος πλήθους ἐτῶν, τοὺς δὲ παύσασθαι πολιορκοῦντας.
また、かつてアテナイ人に包囲された際、彼らのうちの最年長者たちが、定められた年齢に達した者は自ら死ぬことを決議し、包囲する側がこれをやめたとも言われている。
κεῖται δʼ ἐν ὄρει τῆς θαλάττης διέχουσα ἡ πόλις ὅσον πέντε καὶ εἴκοσι σταδίους, ἐπίνειον δʼ ἐστὶν αὐτῆς τὸ χωρίον ἐν ᾧ ἵδρυτο ἡ Κορησία κατοικίαν οὐδὲ κώμης ἔχουσα.
この都市は海から約25スタディオン離れた山の上に位置しており、その港はかつてコレシアの居住地が築かれていた場所であるが、いまは一村落の規模すら有していない。
ἔστι δὲ καὶ πρὸς τῇ Κορησίᾳ Σμινθαίου Ἀπόλλωνος ἱερὸν καὶ πρὸς Ποιηέσσῃ, μεταξὺ δὲ τοῦ ἱεροῦ καὶ τῶν τῆς Ποιηέσσης ἐρειπίων τὸ τῆς Νεδουσίας Ἀθηνᾶς ἱερόν, ἱδρυσαμένου Νέστορος κατὰ τὴν ἐκ Τροίας ἐπάνοδον.
また、コレシアの近くにはスミンテウス・アポロンの神殿があり、ポイエッサの近くにも神殿がある。 そして神殿とポイエッサの遺跡の間には、ネドゥシア・アテナの神殿があり、これはネストルがトロイアからの帰還の途上で創建したものである。
ἔστι δὲ καὶ Ἔλιξος ποταμὸς περὶ τὴν Κορησίαν.
また、コレシアの周辺にはエリクソス川が流れている。
§10.5.7μετὰ δὲ ταύτην Νάξος καὶ Ἄνδρος ἀξιόλογοι καὶ Πάρος·
これに続いて、注目に値するナクソスとアンドロス、そしてパロスがある。
ἐντεῦθεν ἦν Ἀρχίλοχος ὁ ποιητής.
パロスからは詩人アルキロコスが出た。
ὑπὸ δὲ Παρίων ἐκτίσθη Θάσος καὶ Πάριον ἐν τῇ Προποντίδι πόλις.
またパロス人によって、タソスとプロポンティス(マルマラ海)の都市パリオンが創建された。
ἐν ταύτῃ μὲν οὖν ὁ βωμὸς λέγεται θέας ἄξιος, σταδιαίας ἔχων τὰς πλευράς·
このパリオンにある祭壇は、1 スタディオンの側面を持ち、一見の価値があると言われている。
ἐν δὲ τῇ Πάρῳ ἡ Παρία λίθος λεγομένη ἀρίστη πρὸς τὴν μαρμαρογλυφίαν.
またパロスには、彫刻に最適とされる、いわゆる「パロス大理石」がある。
§10.5.8Σῦρος δʼ ἐστὶ μηκύνουσι τὴν πρώτην συλλαβήν, ἐξ ἧς Φερεκύδης ὁ Βάβυος ἦν·
シュロスは最初の音節を長く発音する島であり、バビュスの息子フェレキュデスはこの島の出身である。
νεώτερος δʼ ἐστὶν ὁ Ἀθηναῖος ἐκείνου.
アテナイのフェレキュデスは彼より新しい。
ταύτης δοκεῖ μνημονεύειν ὁ ποιητὴς Συρίην καλῶν
"
νῆσός τις Συρίη κικλήσκεται
Ὀρτυγίης καθύπερθε. "
詩人はこの島を「シュリエ」と呼んで言及していると思われる。 "オルテュギアの上方に、シュリエと呼ばれる島がある。
§10.5.9Μύκονος δʼ ἐστὶν ὑφʼ ᾗ μυθεύουσι κεῖσθαι τῶν γιγάντων τοὺς ὑστάτους ὑφʼ Ἡρακλέους καταλυθέντας, ἀφʼ ὧν ἡ παροιμία
πάνθʼ ὑπὸ μίαν Μύκονον
ἐπὶ τῶν ὑπὸ μίαν ἐπιγραφὴν ἀγόντων καὶ τὰ διηρτημένα τῇ φύσει.
"ミュコノスは、ヘラクレスによって滅ぼされた巨人たちの最後の生き残りがその下に横たわっていると神話で語られる島であり、そこから「すべては一つのミュコノスの下に」という諺が生まれ、これは、本来は性質が異なっているものをも一つの表題(カテゴリー)の下にまとめる人々に対して用いられる。
καὶ τοὺς φαλακροὺς δέ τινες Μυκονίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ.
また、この禿頭という症状が島に蔓延していたことから、一部の人々は禿げている人々を「ミュコノス人」と呼ぶ。
§10.5.10Σέριφος δʼ ἐστὶν ἐν ᾗ τὰ περὶ τὸν Δίκτυν μεμύθευται τὸν ἀνελκύσαντα τὴν λάρνακα τοῖς δικτύοις τὴν περιέχουσαν τὸν Περσέα καὶ τὴν μητέρα Δανάην, καταπεποντωμένους ὑπʼ Ἀκρισίου τοῦ πατρὸς τῆς Δανάης·
セリフォスは、ペルセウスと母親ダナエ(ダナエの父アクリシオスによって箱に入れられて海に投げ落とされた)の入った箱を網で引き揚げたディクテュスに関する神話の舞台である。
τραφῆναί τε γὰρ ἐνταῦθα τὸν Περσέα φασί, καὶ κομίσαντα τὴν τῆς Γοργόνος κεφαλήν, δείξαντα τοῖς Σεριφίοις ἀπολιθῶσαι πάντας·
ペルセウスはこの島で育てられ、ゴルゴンの首を持ち帰ってセリフォスの人々に見せることで、彼ら全員を石化させたと言われている。
τοῦτο δὲ πρᾶξαι τιμωροῦντα τῇ μητρί, ὅτι αὐτὴν Πολυδέκτης ὁ βασιλεὺς ἄκουσαν ἄγεσθαι προείλετο πρὸς γάμον συμπραττόντων ἐκείνων.
ペルセウスはこれを、王ポリュデクテスが、島民たちも共謀して母親を無理やり妻に娶ろうとしたことに対して復讐するために行ったのである。
οὕτω δʼ ἐστὶ πετρώδης ἡ νῆσος ὥστε ὑπὸ τῆς Γοργόνος τοῦτο παθεῖν αὐτήν φασιν οἱ κωμῳδοῦντες.
この島は非常に岩がちであるため、喜劇作家たちは、島がゴルゴンによってこのようにされたのだと語っている。
§10.5.11τῆνος δὲ πόλιν μὲν οὐ μεγάλην ἔχει, τὸ δʼ ἱερὸν τοῦ Ποσειδῶνος μέγα ἐν ἄλσει τῆς πόλεως ἔξω θέας ἄξιον, ἐν ᾧ καὶ ἑστιατόρια πεποίηται μεγάλα, σημεῖον τοῦ συνέρχεσθαι πλῆθος ἱκανὸν τῶν συνθυόντων αὐτοῖς ἀστυγειτόνων τὰ Ποσειδώνια.
テノスは大きな都市を持たないが、都市の外の森の中にあるポセイドンの神殿は巨大で一見の価値がある。 そこには大きな饗宴用の広間も建てられており、これは、近隣の多くの人々が集まって、ともにポセイドニア(ポセイドンの祭典)の犠牲を捧げるための場であることを示している。
§10.5.12ἔστι δὲ καὶ Ἀμοργὸς τῶν Σποράδων, ὅθεν ἦν Σιμωνίδης ὁ τῶν ἰάμβων ποιητής, καὶ Λέβινθος καὶ Λέρος
"
καὶ τόδε Φωκυλίδου·
また、スポラデス諸島の一つであるアモルゴスがあり、そこはイアンボス詩人シモニデスの出身地である。 またレビントスとレロスもある。 "そしてこれもフォキュリデスの言葉である。
Λέριοι κακοί, οὐχ ὁ μὲν ὃς δʼ οὔ,
πάντες, πλὴν Προκλέους, καὶ Προκλέης Λέριος.
レロス人は不実である。 誰それという一部の者がそうで他の者は違うというのではなく、プロクレスを除いて全員がそうであり、プロクレスもまたレロス人である。
"
διεβέβληντο γὰρ ὡς κακοήθεις οἱ ἐνθένδε ἄνθρωποι.
"というのも、この地の人間は根性がひねくれているとして悪評が高かったからである。