§10.5.13πλησίον δʼ ἐστὶ καὶ ἡ Πάτμος καὶ Κορασσίαι πρὸς δύσιν κείμεναι τῇ Ἰκαρίᾳ, αὕτη δὲ Σάμῳ.
Patmos is also nearby, as are the Corassiae islands, which lie to the west of Icaria, and Icaria itself to the west of Samos.
ἡ μὲν οὖν Ἰκαρία ἔρημός ἐστι, νομὰς δʼ ἔχει καὶ χρῶνται αὐταῖς Σάμιοι· τοιαύτη δʼ οὖσα ἔνδοξος ὅμως ἐστί, καὶ ἀπʼ αὐτῆς Ἰκάριον καλεῖται τὸ προκείμενον πέλαγος, ἐν ᾧ καὶ αὐτὴ καὶ Σάμος καὶ Κῶς ἐστι καὶ αἱ ἄρτι λεχθεῖσαι Κορασσίαι καὶ Πάτμος καὶ Λέρος.
Now Icaria is deserted, but it has pastures, and the Samians make use of them; yet, being of such a character, it is nevertheless famous, and from it the sea that lies before it is called the Icarian Sea, in which are both Icaria itself and Samos and Cos and the Corassiae just mentioned and Patmos and Leros.
συνάπτει δὲ τῷ Ἰκαρίῳ τὸ Καρπάθιον πέλαγος πρὸς νότον, τούτῳ δὲ τὸ Αἰγύπτιον, πρὸς δὲ δύσιν τό τε Κρητικὸν καὶ τὸ Λιβυκόν.
With the Icarian Sea joins the Carpathian Sea on the south, and with this the Egyptian, and on the west the Cretan and the Libyan.
§10.5.14καὶ ἐν τῷ Καρπαθίῳ δʼ εἰσὶ πολλαὶ τῶν Σποράδων μεταξὺ τῆς Κῶ μάλιστα καὶ Ῥόδου καὶ Κρήτης· ὧν εἰσιν Ἀστυπάλαιά τε καὶ Τῆλος καὶ Χαλκία καὶ ἃς Ὅμηρος ὀνομάζει ἐν τῷ καταλόγῳ
"
οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε,
καὶ Κῶν, Εὐρυπύλοιο πόλιν, νήσους τε Καλύδνας.
And in the Carpathian Sea there are many of the Sporades, especially between Cos, Rhodes, and Crete; among these are Astypalaea, Telos, Chalcia, and those which Homer names in the Catalogue: "And those who held Nisyros and Crapathos and Casos, and Cos, the city of Eurypylus, and the Calydnae islands.
"
ἔξω γὰρ τῆς Κῶ καὶ τῆς Ῥόδου, περὶ ὧν ἐροῦμεν ὕστερον, τάς τε ἄλλας ἐν ταῖς Σποράσι τίθεμεν καὶ δὴ καὶ ἐνταῦθα μεμνήμεθα αὐτῶν, καίπερ τῆς Ἀσίας οὐ τῆς Εὐρώπης ἐγγὺς οὐσῶν, ἐπειδὴ τῇ Κρήτῃ καὶ ταῖς Κυκλάσι καὶ τὰς Σποράδας συμπεριλαβεῖν ἠπείγετό πως ὁ λόγος·
"For, apart from Cos and Rhodes, of which we shall speak later, we place the other islands among the Sporades and indeed mention them here, although they are near Asia and not Europe, because our narrative was somehow urged to include the Sporades along with Crete and the Cyclades.
ἐν δὲ τῇ τῆς Ἀσίας περιοδείᾳ τὰς προσεχεῖς αὐτῇ τῶν ἀξιολόγων νήσων προσπεριοδεύσομεν, Κύπρον καὶ Ῥόδον καὶ Κῶν καὶ τὰς ἐν τῇ ἐφεξῆς παραλίᾳ κειμένας, Σάμον Χίον Λέσβον Τένεδον·
In our description of Asia, we shall also describe the noteworthy islands adjacent to it: Cyprus, Rhodes, Cos, and those lying along the adjoining coast, Samos, Chios, Lesbos, and Tenedos.
νῦν δὲ τὰς Σποράδας ὧν ἄξιον μνησθῆναι λοιπὸν ἔπιμεν.
But for now, let us proceed through the remaining Sporades that are worthy of mention.
§10.5.15ἡ μὲν οὖν Ἀστυπάλαια ἱκανῶς ἐστι πελαγία, πόλιν ἔχουσα.
Astypalaea is quite far out in the open sea, and has a city.
ἡ δὲ Τῆλος ἐκτέταται παρὰ τὴν Κνιδίαν μακρὰ ὑψηλὴ στενή, τὴν περίμετρον ὅσον ἑκατὸν καὶ τετταράκοντα σταδίων, ἔχουσα ὕφορμον.
Telos is stretched out along the Cnidian territory, long, high, and narrow, with a circumference of about one hundred and forty stadia, and it has an anchorage.
ἡ δὲ Χαλκία τῆς Τήλου διέχει σταδίους ὀγδοήκοντα, Καρπάθου δὲ τετρακοσίους, Ἀστυπαλαίας δὲ περὶ διπλασίους· ἔχει δὲ καὶ κατοικίαν ὁμώνυμον καὶ ἱερὸν Ἀπόλλωνος καὶ λιμένα.
Chalcia is distant eighty stadia from Telos, four hundred from Carpathos, and about double that from Astypalaea; it also has a settlement of the same name, a temple of Apollo, and a harbor.
§10.5.16Νίσυρος δὲ πρὸς ἄρκτον μέν ἐστι Τήλου διέχουσα αὐτῆς ὅσον ἑξήκοντα σταδίους ὅσους καὶ Κῶ διέχει, στρογγύλη δὲ καὶ ὑψηλὴ καὶ πετρώδης τοῦ μυλίου λίθου· τοῖς γοῦν ἀστυγείτοσιν ἐκεῖθέν ἐστιν ἡ τῶν μύλων εὐπορία.
Nisyros is situated to the north of Telos, being about sixty stadia distant from it, which is the same distance it is from Cos; it is round, high, and rocky, consisting of the stone used for millstones; at any rate, the neighboring peoples have an abundance of millstones from there.
ἔχει δὲ καὶ πόλιν ὁμώνυμον καὶ λιμένα καὶ θερμὰ καὶ Ποσειδῶνος ἱερόν· περίμετρον δὲ αὐτῆς ὀγδοήκοντα στάδιοι.
It also has a city of the same name, a harbor, hot springs, and a temple of Poseidon; its circumference is eighty stadia.
ἔστι δὲ καὶ νησία πρὸς αὐτῇ Νισυρίων λεγόμενα.
There are also islets near it called the islands of the Nisyrians.
φασὶ δὲ τὴν Νίσυρον ἀπόθραυσμα εἶναι τῆς Κῶ, προσθέντες καὶ μῦθον, ὅτι Ποσειδῶν διώκων ἕνα τῶν γιγάντων Πολυβώτην ἀποθραύσας τῇ τριαίνῃ τρύφος τῆς Κῶ ἐπʼ αὐτὸν βάλοι, καὶ γένοιτο νῆσος τὸ βληθὲν ἡ Νίσυρος ὑποκείμενον ἔχουσα ἐν αὐτῇ τὸν γίγαντα· τινὲς δὲ αὐτὸν ὑποκεῖσθαι τῇ Κῷ φασιν.
And they say that Nisyros is a fragment broken off from Cos, adding also the myth that Poseidon, while pursuing Polybotes, one of the giants, broke off a piece of Cos with his trident and threw it at him, and the thrown piece became the island Nisyros, having the giant lying beneath it; but some say that he lies beneath Cos.
§10.5.17ἡ δὲ Κάρπαθος, ἣν Κράπαθον εἶπεν ὁ ποιητής, ὑψηλή ἐστι, κύκλον ἔχουσα σταδίων διακοσίων.
Carpathos, which the poet called Crapathos, is high, and has a circumference of two hundred stadia.
τετράπολις δʼ ὑπῆρξε καὶ ὄνομα εἶχεν ἀξιόλογον, ἀφʼ οὗ καὶ τῷ πελάγει τοὔνομα ἐγένετο.
It was once a tetrapy (four-city state) and had a noteworthy name, from which the sea also got its name.
μία δὲ τῶν πόλεων ἐκαλεῖτο Νίσυρος ὁμώνυμος τῇ τῶν Νισυρίων νήσῳ.
One of the cities was called Nisyros, homonymous with the island of the Nisyrians.
κεῖται δὲ τῆς Λιβύης κατὰ Λευκὴν ἀκτήν, ἣ τῆς μὲν Ἀλεξανδρείας περὶ χιλίους διέχει σταδίους, τῆς δὲ Καρπάθου περὶ τετρακισχιλίους.
It lies opposite Leuke Acte (White Coast) of Libya, which is distant about one thousand stadia from Alexandria, and about four thousand from Carpathos.
§10.5.18Κάσος δὲ ταύτης μὲν ἀπὸ ἑβδομήκοντά ἐστι σταδίων, τοῦ δὲ Σαμωνίου τοῦ ἄκρου τῆς Κρήτης διακοσίων πεντήκοντα· κύκλον δὲ ἔχει σταδίων ὀγδοήκοντα.
Casos is seventy stadia distant from Carpathos, and two hundred and fifty from Samonion, the promontory of Crete; and it has a circumference of eighty stadia.
ἔστι δʼ ἐν αὐτῇ καὶ πόλις ὁμώνυμος, καὶ Κασίων νῆσοι καλούμεναι πλείους περὶ αὐτήν.
In it there is a city of the same name, and around it are several islands called the islands of the Casians.
§10.5.19νήσους δὲ Καλύδνας τὰς Σποράδας λέγειν φασὶ τὸν ποιητήν, ὧν μίαν εἶναι Κάλυμναν·
They say that the poet calls the Sporades the Calydnae islands, one of which is Calymna.
εἰκὸς δʼ ὡς ἐκ τῶν Νισυρίων λέγονται καὶ Κασίων αἱ ἐγγὺς καὶ ὑπήκοοι, οὕτως καὶ τὰς τῇ Καλύμνῃ περικειμένας ἴσως τότε λεγομένῃ Καλύδνῃ·
It is probable that, just as the neighboring and subject islands are called the islands of the Nisyrians and of the Casians, so also those lying around Calymna, which was then perhaps called Calydna, were called by the same name.
τινὲς δὲ δύο εἶναι Καλύδνας φασὶ Λέρον καὶ Κάλυμναν, ἅσπερ καὶ λέγειν τὸν ποιητήν.
But some say that the Calydnae are two islands, Leros and Calymna, and that these are the ones the poet refers to.
ὁ δὲ Σκήψιος πληθυντικῶς ὠνομάσθαι τὴν νῆσον Καλύμνας φησίν, ὡς Ἀθήνας καὶ Θήβας, δεῖν δὲ ὑπερβατῶς δέξασθαι τὸ τοῦ ποιητοῦ· οὐ γὰρ νήσους Καλύδνας λέγειν, ἀλλʼ
"οἳ δʼ ἄρα νήσους Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν, Εὐρυπύλοιο πόλιν, Καλύδνας τε.
Demetrius of Scepsis, however, says that the island is named in the plural "Calymnae," like Athens and Thebes, and that the poet's words must be understood as a hyperbaton; for he does not mean "Calydnae islands," but rather: "And those who held the islands, and Nisyros and Crapathos and Casos, and Cos, the city of Eurypylus, and Calydnae.
"
ἅπαν μὲν οὖν τὸ νησιωτικὸν μέλι ὡς ἐπὶ τὸ πολὺ ἀστεῖόν ἐστι καὶ ἐνάμιλλον τῷ Ἀττικῷ, τὸ δʼ ἐν ταῖσδε ταῖς νήσοις διαφερόντως, μάλιστα δὲ τὸ Καλύμνιον.
"Now all island honey is for the most part excellent and rivals that of Attica, but that of these islands is exceptionally good, and especially the Calymnian.