Humanitext Reader

ストラボン · 地理誌 §10.3.9-10.3.10

熱狂的祭礼の神学と音楽による神的合一

327 / 577 箇所 · ギリシア語

要旨

著者はクレス等に関する多くの名称の統合と、そこに潜む神学の探究へと移る。祝祭の弛緩や音楽、熱狂が人間を神的なものへと導くことを説明し、さらにギリシア人が多様な狂乱の儀式や神々の随獣をどのように配したかを整理する。

§10.3.9τὸ δʼ εἰς ἓν συμφέρεσθαι τὰ τοσαῦτα ὀνόματα καὶ τὴν ἐνοῦσαν θεολογίαν ἐν τῇ περὶ αὐτῶν ἱστορίᾳ νῦν ἐπισκεπτέον.
これほど多くの名前が一つに合流すること、およびそれらに関する言説の中に含まれる神学を、いまや検討せねばならない。
κοινὸν δὴ τοῦτο καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ἐστὶ τὸ τὰς ἱεροποιίας μετὰ ἀνέσεως ἑορταστικῆς ποιεῖσθαι, τὰς μὲν σὺν ἐνθουσιασμῷ τὰς δὲ χωρίς, καὶ τὰς μὲν μετὰ μουσικῆς τὰς δὲ μή, καὶ τὰς μὲν μυστικῶς τὰς δὲ ἐν φανερῷ·
実際、ギリシア人にとってもバルバロイにとっても、祭礼的な弛緩を伴って聖務を行うことは共通しており、あるものは熱狂を伴い、あるものは伴わず、あるものは音楽を伴い、あるものは伴わず、あるものは秘儀的に、あるものは公然と行われる。
καὶ τοῦθʼ ἡ φύσις οὕτως ὑπαγορεύει.
そして自然もこのように命じている。
ἥ τε γὰρ ἄνεσις τὸν νοῦν ἀπάγει ἀπὸ τῶν ἀνθρωπικῶν ἀσχολημάτων, τὸν δὲ ὄντως νοῦν τρέπει πρὸς τὸ θεῖον·
というのも、弛緩は知性を人間の日常の雑事から引き離し、真の知性を神なるものへと向かわせるからである。
ὅ τε ἐνθουσιασμὸς ἐπίπνευσίν τινα θείαν ἔχειν δοκεῖ καὶ τῷ μαντικῷ γένει πλησιάζειν·
また、熱狂はある種の神的な霊感を持つように思われ、予言の類に近接する。
ἥ τε κρύψις ἡ μυστικὴ τῶν ἱερῶν σεμνοποιεῖ τὸ θεῖον, μιμουμένη τὴν φύσιν αὐτοῦ φεύγουσαν ἡμῶν τὴν αἴσθησιν·
また、聖なるものの秘儀的な隠蔽は、我々の感覚から逃れる神の本性を模倣することによって、神なるものを尊厳あるものとする。
ἥ τε μουσικὴ περί τε ὄρχησιν οὖσα καὶ ῥυθμὸν καὶ μέλος ἡδονῇ τε ἅμα καὶ καλλιτεχνίᾳ πρὸς τὸ θεῖον ἡμᾶς συνάπτει κατὰ τοιαύτην αἰτίαν.
また、舞踊とリズムと旋律に関わる音楽は、快楽と同時に芸術的巧みさによって、次のような理由から我々を神なるものへと結びつける。
εὖ μὲν γὰρ εἴρηται καὶ τοῦτο, τοὺς ἀνθρώπους τότε μάλιστα μιμεῖσθαι τοὺς θεοὺς ὅταν εὐεργετῶσιν· ἄμεινον δʼ ἂν λέγοι τις, ὅταν εὐδαιμονῶσι·
というのも、「人間は恩恵を施すときに最も神々を模倣する」というのもよく言われていることであるが、「彼らが幸福であるとき」と言う方がより良いからである。
τοιοῦτον δὲ τὸ χαίρειν καὶ τὸ ἑορτάζειν καὶ τὸ φιλοσοφεῖν καὶ μουσικῆς ἅπτεσθαι·
喜び、祭り、哲学し、音楽に携わることは、そのようなものである。
μὴ γὰρ εἴ τις ἔκπτωσις πρὸς τὸ χεῖρον γένηται, τῶν μουσικῶν εἰς ἡδυπαθείας τρεπόντων τὰς τέχνας ἐν τοῖς συμποσίοις καὶ θυμέλαις καὶ σκηναῖς καὶ ἄλλοις τοιούτοις, διαβαλλέσθω τὸ πρᾶγμα, ἀλλʼ ἡ φύσις ἡ τῶν παιδευμάτων ἐξεταζέσθω τὴν ἀρχὴν ἐνθένδε ἔχουσα.
なぜなら、たとえより悪い方向への堕落が生じ、音楽家たちが宴会や劇場、舞台、その他そのような場所で技術を快楽へと転じるからといって、その事柄が非難されてはならず、むしろ、ここから始まりを得ている教養の本性が吟味されるべきだからである。
§10.3.10καὶ διὰ τοῦτο μουσικὴν ἐκάλεσε Πλάτων καὶ ἔτι πρότερον οἱ Πυθαγόρειοι τὴν φιλοσοφίαν, καὶ καθʼ ἁρμονίαν τὸν κόσμον συνεστάναι φασί, πᾶν τὸ μουσικὸν εἶδος θεῶν ἔργον ὑπολαμβάνοντες.
そしてこのために、プラトン、さらにそれ以前にピュタゴラス派の人々は、哲学を「音楽」と呼び、宇宙は調和に従って構成されていると言い、あらゆる音楽的形式を神々の業であると見なしている。
οὕτω δὲ καὶ αἱ Μοῦσαι θεαὶ καὶ Ἀπόλλων μουσηγέτης καὶ ἡ ποιητικὴ πᾶσα ὑμνητική.
このようにして、ミューズたちも女神であり、アポロンはムーサの導き手であり、すべての詩作は神々を讃えるものである。
ὡσαύτως δὲ καὶ τὴν τῶν ἠθῶν κατασκευὴν τῇ μουσικῇ προσνέμουσιν, ὡς πᾶν τὸ ἐπανορθωτικὸν τοῦ νοῦ τοῖς θεοῖς ἐγγὺς ὄν.
同様に、彼らは品性の形成も音楽に帰しているが、それは精神を矯正するあらゆるものが神々に近いものであるからである。
οἱ μὲν οὖν Ἕλληνες οἱ πλεῖστοι τῷ Διονύσῳ προσέθεσαν καὶ τῷ Ἀπόλλωνι καὶ τῇ Ἑκάτῃ καὶ ταῖς Μούσαις καὶ Δήμητρι, νὴ Δία, τὸ ὀργιαστικὸν πᾶν καὶ τὸ βακχικὸν καὶ τὸ χορικὸν καὶ τὸ περὶ τὰς τελετὰς μυστικόν, Ἴακχόν τε καὶ τὸν Διόνυσον καλοῦσι καὶ τὸν ἀρχηγέτην τῶν μυστηρίων, τῆς Δήμητρος δαίμονα·
それゆえ、ギリシア人の大半は、ディオニュソス、アポロン、ヘカテ、ミューズたち、そしてゼウスにかけて、デメテルに対しても、あらゆる狂乱的なもの、バッコス的なもの、合唱的なもの、そして儀式に関する秘儀的なものを結びつけた。 そして彼らはイアコスをもディオニュソスと呼び、また秘儀の創設者、デメテルのダイモーンと呼ぶ。
δενδροφορίαι τε καὶ χορεῖαι καὶ τελεταὶ κοιναὶ τῶν θεῶν εἰσι τούτων·
樹木を運ぶこと、舞踊、そして儀式は、これらの神々に共通のものである。
αἱ δὲ Μοῦσαι καὶ ὁ Ἀπόλλων αἱ μὲν τῶν χορῶν προεστᾶσιν ὁ δὲ καὶ τούτων καὶ τῶν κατὰ μαντικήν·
ミューズたちとアポロンについては、前者は合唱を司り、後者はこれらをも、また予言に関するものをも司る。
πρόπολοι δὲ τῶν Μουσῶν οἱ πεπαιδευμένοι πάντες, καὶ ἰδίως οἱ μουσικοί, τοῦ δʼ Ἀπόλλωνος οὗτοί τε καὶ οἱ περὶ μαντικήν, Δήμητρος δὲ οἵ τε μύσται καὶ δᾳδοῦχοι καὶ ἱεροφάνται, Διονύσου δὲ Σειληνοί τε καὶ Σάτυροι καὶ Τίτυροι καὶ Βάκχαι, Λῆναί τε καὶ Θυῖαι καὶ Μιμαλλόνες καὶ Ναΐδες καὶ Νύμφαι προσαγορευόμεναι.
そして、ミューズたちの随獣はすべての教育を受けた人々、とりわけ音楽家たちであり、アポロンの随獣は彼らと予言に関わる人々であり、デメテルの随獣は秘儀参入者、松明持ち、神聖伝授者であり、ディオニュソスの随獣は、セイレーノス、サテュロス、ティテュロス、バッコスたちであり、またレーナイ、テュイアイ、ミマロネス、ナイアデス、そしてニンフたちと呼ばれる者たちである。

語釈・文法注

  1. §10.3.9τὸ δʼ εἰς ἓν συμφέρεσθαι τὰ τοσαῦτα ὀνόματα καὶ τὴν ἐνοῦσαν θεολογίαν ἐν τῇ περὶ αὐτῶν ἱστορίᾳ νῦν ἐπισκεπτέον — 動詞形容詞 ἐπισκεπτέον(検討されねばならない)が、冠詞付き不定詞 τὸ ... συμφέρεσθαι(これほど多くの名前が一つに合流すること)と、名詞句 τὴν ἐνοῦσαν θεολογίαν(含まれる神学)の二つを実質的な主語(または非人称構文における対格目的語)として取っている構文。不定詞句と名詞句の非対称な並列に注意。
  2. §10.3.9μὴ γὰρ εἴ τις ἔκπτωσις πρὸς τὸ χεῖρον γένηται ... διαβαλλέσθω τὸ πρᾶγμα — 禁止命令 μὴ ... διαβαλλέσθω(その事柄が非難されてはならない)が主節。その前に条件節 εἴ τις ἔκπτωσις ... γένηται(たとえ〜が生じようとも:εἰ +接続法は想定される仮定を強調する用法)と、原因を示す属格絶対 τῶν μουσικῶν ... τρεπόντων ...(音楽家たちが〜を転じることによって)が挿入され、複雑な論理を構成している。
  3. §10.3.10ὡς πᾶν τὸ ἐπανορθωτικὸν τοῦ νοῦ τοῖς θεοῖς ἐγγὺς ὄν — 接続詞 ὡς を伴う中性単数分詞 ὄν は、主節の動詞 προσνέμουσιν(帰する)に対する主観的理由(〜という理由に基づいて)を表す。「ὡς +分詞」による独立的な副詞句であり、主語である πᾶν τὸ ἐπανορθωτικὸν τοῦ νοῦ(精神を矯正するすべてのもの)と性・数・格が一致している。

この箇所を引用する

ストラボン, 地理誌 §10.3.9-10.3.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.3.9-10.3.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。