§10.3.9τὸ δʼ εἰς ἓν συμφέρεσθαι τὰ τοσαῦτα ὀνόματα καὶ τὴν ἐνοῦσαν θεολογίαν ἐν τῇ περὶ αὐτῶν ἱστορίᾳ νῦν ἐπισκεπτέον.
如此众多的名称合而为一,以及关于它们的历史中所包含的神学,现在必须予以考察。
κοινὸν δὴ τοῦτο καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ἐστὶ τὸ τὰς ἱεροποιίας μετὰ ἀνέσεως ἑορταστικῆς ποιεῖσθαι, τὰς μὲν σὺν ἐνθουσιασμῷ τὰς δὲ χωρίς, καὶ τὰς μὲν μετὰ μουσικῆς τὰς δὲ μή, καὶ τὰς μὲν μυστικῶς τὰς δὲ ἐν φανερῷ· καὶ τοῦθʼ ἡ φύσις οὕτως ὑπαγορεύει.
事实上,在节日放松中进行神圣仪式,是希腊人和蛮族人所共有的特征,有些伴随着狂热,有些则没有,有些伴随着音乐,有些则没有,有些是以秘仪形式,有些则是公开的;而自然也是这样启示的。
ἥ τε γὰρ ἄνεσις τὸν νοῦν ἀπάγει ἀπὸ τῶν ἀνθρωπικῶν ἀσχολημάτων, τὸν δὲ ὄντως νοῦν τρέπει πρὸς τὸ θεῖον· ὅ τε ἐνθουσιασμὸς ἐπίπνευσίν τινα θείαν ἔχειν δοκεῖ καὶ τῷ μαντικῷ γένει πλησιάζειν· ἥ τε κρύψις ἡ μυστικὴ τῶν ἱερῶν σεμνοποιεῖ τὸ θεῖον, μιμουμένη τὴν φύσιν αὐτοῦ φεύγουσαν ἡμῶν τὴν αἴσθησιν· ἥ τε μουσικὴ περί τε ὄρχησιν οὖσα καὶ ῥυθμὸν καὶ μέλος ἡδονῇ τε ἅμα καὶ καλλιτεχνίᾳ πρὸς τὸ θεῖον ἡμᾶς συνάπτει κατὰ τοιαύτην αἰτίαν.
因为放松将心灵从人类的俗务中引开,并引导真正的精神走向神圣;而狂热似乎具有某种神圣的灵感,并接近预言之类;神圣事物的秘仪式隐蔽,通过模仿神躲避我们感官的本性,使神圣事物显得庄严;而涉及舞蹈、节奏和旋律的音乐,同时通过愉悦和艺术技巧,由于以下原因而将我们与神圣连接在一起。
εὖ μὲν γὰρ εἴρηται καὶ τοῦτο, τοὺς ἀνθρώπους τότε μάλιστα μιμεῖσθαι τοὺς θεοὺς ὅταν εὐεργετῶσιν· ἄμεινον δʼ ἂν λέγοι τις, ὅταν εὐδαιμονῶσι· τοιοῦτον δὲ τὸ χαίρειν καὶ τὸ ἑορτάζειν καὶ τὸ φιλοσοφεῖν καὶ μουσικῆς ἅπτεσθαι·
因为这也是一首名言,即人们在施恩时最模仿神明;但若说“在他们幸福时”则更好;而喜悦、过节、研究哲学以及接触音乐,正是这样的状态。
μὴ γὰρ εἴ τις ἔκπτωσις πρὸς τὸ χεῖρον γένηται, τῶν μουσικῶν εἰς ἡδυπαθείας τρεπόντων τὰς τέχνας ἐν τοῖς συμποσίοις καὶ θυμέλαις καὶ σκηναῖς καὶ ἄλλοις τοιούτοις, διαβαλλέσθω τὸ πρᾶγμα, ἀλλʼ ἡ φύσις ἡ τῶν παιδευμάτων ἐξεταζέσθω τὴν ἀρχὴν ἐνθένδε ἔχουσα.
因为即使发生某种向坏方向的堕落——由于音乐家们在宴会、剧场、舞台及其他此类场所将他们的技艺转向纵欲,也不应因此贬低这件事情,而应考察以此为起点的教育活动的本性。
§10.3.10καὶ διὰ τοῦτο μουσικὴν ἐκάλεσε Πλάτων καὶ ἔτι πρότερον οἱ Πυθαγόρειοι τὴν φιλοσοφίαν, καὶ καθʼ ἁρμονίαν τὸν κόσμον συνεστάναι φασί, πᾶν τὸ μουσικὸν εἶδος θεῶν ἔργον ὑπολαμβάνοντες.
正因为如此,柏拉图以及更早的毕达哥拉斯学派将哲学称为“音乐”,并且他们说宇宙是根据和谐而构成的,认为所有的音乐形式都是神明的杰作。
οὕτω δὲ καὶ αἱ Μοῦσαι θεαὶ καὶ Ἀπόλλων μουσηγέτης καὶ ἡ ποιητικὴ πᾶσα ὑμνητική.
因此,缪斯是女神,阿波罗是缪斯的首领,所有的诗歌都是赞美诗。
ὡσαύτως δὲ καὶ τὴν τῶν ἠθῶν κατασκευὴν τῇ μουσικῇ προσνέμουσιν, ὡς πᾶν τὸ ἐπανορθωτικὸν τοῦ νοῦ τοῖς θεοῖς ἐγγὺς ὄν.
同样地,他们也将品格的塑造归功于音乐,因为凡能矫正精神的事物都接近神明。
οἱ μὲν οὖν Ἕλληνες οἱ πλεῖστοι τῷ Διονύσῳ προσέθεσαν καὶ τῷ Ἀπόλλωνι καὶ τῇ Ἑκάτῃ καὶ ταῖς Μούσαις καὶ Δήμητρι, νὴ Δία, τὸ ὀργιαστικὸν πᾶν καὶ τὸ βακχικὸν καὶ τὸ χορικὸν καὶ τὸ περὶ τὰς τελετὰς μυστικόν, Ἴακχόν τε καὶ τὸν Διόνυσον καλοῦσι καὶ τὸν ἀρχηγέτην τῶν μυστηρίων, τῆς Δήμητρος δαίμονα· δενδροφορίαι τε καὶ χορεῖαι καὶ τελεταὶ κοιναὶ τῶν θεῶν εἰσι τούτων·
因此,大多数希腊人将所有狂欢的、巴克科斯的、合唱的以及关于仪式的秘仪,都归于狄奥尼索斯、阿波罗、赫卡忒、缪斯,以及——凭着宙斯起誓——德墨忒尔;他们称伊阿科斯既是狄奥尼索斯,又是秘仪的创立者,即德墨忒尔的戴蒙;而搬运树木、舞蹈和仪式是这些神明所共有的。
αἱ δὲ Μοῦσαι καὶ ὁ Ἀπόλλων αἱ μὲν τῶν χορῶν προεστᾶσιν ὁ δὲ καὶ τούτων καὶ τῶν κατὰ μαντικήν·
至于缪斯和阿波罗,前者主持合唱,后者则既主持合唱,也主持关于预言的事务。
πρόπολοι δὲ τῶν Μουσῶν οἱ πεπαιδευμένοι πάντες, καὶ ἰδίως οἱ μουσικοί, τοῦ δʼ Ἀπόλλωνος οὗτοί τε καὶ οἱ περὶ μαντικήν, Δήμητρος δὲ οἵ τε μύσται καὶ δᾳδοῦχοι καὶ ἱεροφάνται, Διονύσου δὲ Σειληνοί τε καὶ Σάτυροι καὶ Τίτυροι καὶ Βάκχαι, Λῆναί τε καὶ Θυῖαι καὶ Μιμαλλόνες καὶ Ναΐδες καὶ Νύμφαι προσαγορευόμεναι.
缪斯的侍从是所有受过教育的人,特别是音乐家;阿波罗的侍从是这些人以及那些从事预言的人;德墨忒尔的侍从是秘仪参入者、持火炬者和神圣传授者;而狄奥尼索斯的侍从是塞勒诺斯、萨堤罗斯、蒂蒂罗斯、巴克科斯信徒,以及被称为雷奈、特伊埃、米马洛内斯、奈阿德斯和宁芙的人。