§10.3.7τὰ δʼ ἀπωτέρω τῆς ὑποθέσεως ταύτης, ἄλλως δὲ διὰ τὴν ὁμωνυμίαν εἰς ταὐτὸν ὑπὸ τῶν ἱστορικῶν ἀγόμενα, ἅπερ Κουρητικὰ μὲν καὶ περὶ Κουρήτων λέγεται, ὁμοίως ὥσπερ καὶ τὰ περὶ τῶν τὴν Αἰτωλίαν καὶ τὴν Ἀκαρνανίαν οἰκησάντων, ἐκείνων μὲν διαφέρει, ἔοικε δὲ μᾶλλον τῷ περὶ Σατύρων καὶ Σειληνῶν καὶ Βακχῶν καὶ Τιτύρων λόγῳ·
\nこの仮説からより遠い事柄は、しかし同名ゆえに歴史家たちによって同一のものへと引き寄せられているのであるが、これらはクレスの事柄、あるいはクレスについて語られており、アイトリアとアカルナニアに住んだ人々に関する事柄と同様であるものの、それらとは異なっており、むしろサテュロス、セイレーノス、バッコス、ティテュロスに関する伝説に似ている。
τοιούτους γάρ τινας δαίμονας ἢ προπόλους θεῶν τοὺς Κουρῆτάς φασιν οἱ παραδόντες τὰ Κρητικὰ καὶ τὰ Φρύγια, ἱερουργίαις τισὶν ἐμπεπλεγμένα ταῖς μὲν μυστικαῖς ταῖς δʼ ἄλλαις περί τε τὴν τοῦ Διὸς παιδοτροφίαν τὴν ἐν Κρήτῃ καὶ τοὺς τῆς μητρὸς τῶν θεῶν ὀργιασμοὺς ἐν τῇ Φρυγίᾳ καὶ τοῖς περὶ τὴν Ἴδην τὴν Τρωικὴν τόποις.
なぜなら、クレタやフリュギアの事柄を伝えている人々は、クレスたちを、ある種そのようなダイモーンあるいは神々の随獣であると言っているからであり、それらの事柄は、クレタでのゼウスの養育や、フリュギアおよびトロイアのイダ山周辺の地域における神々の母の狂乱をめぐる、一部は秘儀であり一部はその他のものであるような、ある種の聖なる儀式に織り込まれている。
τοσαύτη δʼ ἐστὶν ἐν τοῖς λόγοις τούτοις ποικιλία, τῶν μὲν τοὺς αὐτοὺς τοῖς Κουρῆσι τοὺς Κορύβαντας καὶ Καβείρους καὶ Ἰδαίους δακτύλους καὶ Τελχῖνας ἀποφαινόντων, τῶν δὲ συγγενεῖς ἀλλήλων καὶ μικράς τινας αὐτῶν πρὸς ἀλλήλους διαφορὰς διαστελλομένων, ὡς δὲ τύπῳ εἰπεῖν καὶ κατὰ τὸ πλέον, ἅπαντας ἐνθουσιαστικούς τινας καὶ βακχικοὺς καὶ ἐνοπλίῳ κινήσει μετὰ θορύβου καὶ ψόφου καὶ κυμβάλων καὶ τυμπάνων καὶ ὅπλων, ἔτι δʼ αὐλοῦ καὶ βοῆς ἐκπλήττοντας κατὰ τὰς ἱερουργίας ἐν σχήματι διακόνων, τε καὶ τὰ ἱερὰ τρόπον τινὰ κοινοποιεῖσθαι ταῦτά τε καὶ τῶν Σαμοθρᾴκων καὶ τὰ ἐν Λήμνῳ καὶ ἄλλα πλείω διὰ τὸ τοὺς προπόλους λέγεσθαι τοὺς αὐτούς.
これらの説明には次のような多種多様さがあり、ある人々はコリバンス、カベイロス、イダの指(ダクティロス)、テルキネスをクレスと同一視し、他の人々は、彼らが互いに親族関係にあり、彼らの間には互いにわずかな違いがあると区別している。 しかし大まかに、また大体において言えば、彼らは全員が、ある種の熱狂的かつバッコス的な者たちであり、騒音、響き、シンバル、太鼓、武器、さらにフルートと叫び声を伴う武装した動きによって、聖なる儀式において仕え人の姿で人々を畏怖させる者たちである。 そしてまた、随獣たちが同一であると言われているがゆえに、これらとサモトラケの人々の儀式、レムノスでの儀式、その他多くの儀式がある意味で共通のものとされている。
ἔστι μὲν οὖν θεολογικὸς πᾶς ὁ τοιοῦτος τρόπος τῆς ἐπισκέψεως καὶ οὐκ ἀλλότριος τῆς τοῦ φιλοσόφου θεωρίας.
それゆえ、このような探究の方法はすべて神学的であり、哲学者の考察にとって無縁のものではない。
§10.3.8ἐπεὶ δὲ διʼ ὁμωνυμίαν τῶν Κουρήτων καὶ οἱ ἱστορικοὶ συνήγαγον εἰς ἓν τὰ ἀνόμοια, οὐδʼ ἂν αὐτὸς ὀκνήσαιμʼ ἂν εἰπεῖν περὶ αὐτῶν ἐπὶ πλέον ἐν παραβάσει, προσθεὶς τὸν οἰκεῖον τῇ ἱστορίᾳ φυσικὸν λόγον.
\n\nしかし、クレスたちの同名ゆえに歴史家たちも異質なものを一つにまとめてしまったので、私自身も、歴史に適した自然学的な説明を付け加えつつ、脇道に逸れて彼らについてさらに詳しく語ることを躊躇しない。
καίτοι τινὲς καὶ συνοικειοῦν βούλονται ταῦτʼ ἐκείνοις, καὶ τυχὸν ἴσως ἔχονταί τινος πιθανοῦ·
もっとも、ある人々はこれらをそれらと結びつけようと望んでおり、おそらく彼らは何か説得力のある根拠を掴んでいるのかもしれない。
θηλυστολοῦντας γὰρ ὡς αἱ κόραι τοὔνομα σχεῖν τοῦτο τοὺς περὶ τὴν Αἰτωλίαν φασίν·
というのも、アイトリア周辺の者たちが、乙女たちのように女性の服をまとっていたので、この名前を得たのだと彼らは言うからである。
εἶναι γὰρ καί τινα τοιοῦτον ζῆλον ἐν τοῖς Ἕλλησι, καὶ Ἰάονας ἑλκεχίτωνας εἰρῆσθαι, καὶ τοὺς περὶ Λεωνίδαν κτενιζομένους, ὅτʼ ἐξῄεσαν εἰς τὴν μάχην, καταφρονηθῆναι λέγουσιν ὑπὸ τῶν Περσῶν, ἐν δὲ τῇ μάχῃ θαυμασθῆναι.
なぜなら、ギリシア人の間にはこのような風潮も存在し、イオニア人が「引き裾のキトンを着る者たち」と呼ばれたことや、レオニダスとその部下たちが戦いへと出陣するときに髪を梳かしていたため、ペルシア人たちに侮蔑されたが、戦いにおいては驚嘆された、と彼らは言っているからである。
ἁπλῶς δʼ ἡ περὶ τὰς κόμας φιλοτεχνία συνέστηκε περί τε θρέψιν καὶ κουρὰν τριχός, ἄμφω δὲ κόραις καὶ κόροις ἐστὶν οἰκεῖα, ὥστε πλεοναχῶς τὸ ἐτυμολογεῖν τοὺς Κουρῆτας ἐν εὐπόρῳ κεῖται.
端的に言えば、髪に関するこだわりは、髪を伸ばすことと髪を刈ること(クーラ)の両方から成り立っており、その両方は乙女たちにも若者たちにも固有のものである。 したがって、クレスの語源を説明することは、多様な方法で容易に行い得る。
εἰκὸς δὲ καὶ τὴν ἐνόπλιον ὄρχησιν ὑπὸ τῶν ἠσκημένων οὕτω περὶ κόμην καὶ στολὴν πρῶτον εἰσαχθεῖσαν, ἐκείνων Κουρήτων καλουμένων, παρασχεῖν πρόφασιν καὶ τοῖς στρατιωτικωτέροις ἑτέρων καὶ τὸν βίον ἐνόπλιον ἔχουσιν, ὥσθʼ ὁμωνύμως καὶ αὐτοὺς Κουρῆτας λεχθῆναι, τοὺς ἐν Εὐβοίᾳ λέγω καὶ Αἰτωλίᾳ καὶ Ἀκαρνανίᾳ.
そして、髪や衣装に関してこのように身だしなみを整えていた人々(彼らはクレスと呼ばれていた)によって武器を持った踊りが最初に導入されたことが、他者よりも軍事に関わり武装した生活を送っている人々に対しても、彼ら自身もまた同名でクレスと呼ばれるようになるきっかけを提供したということは、十分にあり得ることである。 私が言うのは、エウボイア、アイトリア、アカルナニアにいるクレスたちのことである。
καὶ Ὅμηρος δὲ τοὺς νέους στρατιώτας οὕτω προσηγόρευσε
"
κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν,
δῶρα θοῆς παρὰ νηὸς ἐνεγκεῖν, ὅσσʼ Ἀχιλῆι
χθιζοὶ ὑπέστημεν
"
καὶ πάλιν
"
δῶρα φέρον κούρητες Ἀχαιοί.
そしてホメロスも、若い兵士たちをこのように呼んだ。 \n「全アカイア人の中から最も優れた若者たち(クーレーテス)を選び出し、\n敏速な船の傍らから、我々が昨日アキレウスに約束した\nすべての贈り物を運んでこさせるように。 」\nそして再び、\n「アカイアの若者たちは贈り物を運んだ。
"
περὶ μὲν οὖν τῆς τῶν Κουρήτων ἐτυμολογίας ταῦτα.
」\nそれゆえ、クレスたちの語源については、以上である。