Humanitext Reader

ストラボン · 地理誌 §10.2.14-10.2.17

ケファレニアの同定論争とサモスの語源

320 / 577 箇所 · ギリシア語

要旨

ケファレニアをドゥリキオンやタポスと同一視する諸説をホメロスの記述との矛盾を根拠に否定し、同島の地理的位置を解説する。また、アステリア島をめぐる記述の真偽、および各地の「サモス」という地名の同名関係やその語源について考察する。

§10.2.14οὐκ ὤκνησαν δέ τινες τὴν Κεφαλληνίαν τὴν αὐτὴν τῷ Δουλιχίῳ φάναι, οἱ δὲ τῇ Τάφῳ, καὶ Ταφίους τοὺς Κεφαλληνίους, τοὺς δʼ αὐτοὺς καὶ Τηλεβόας, καὶ τὸν Ἀμφιτρύωνα δεῦρο στρατεῦσαι μετὰ Κεφάλου τοῦ Δηιονέως ἐξ Ἀθηνῶν φυγάδος παραληφθέντος, κατασχόντα δὲ τὴν νῆσον παραδοῦναι τῷ Κεφάλῳ, καὶ ταύτην μὲν ἐπώνυμον ἐκείνου γενέσθαι τὰς δὲ πόλεις τῶν παίδων αὐτοῦ.
ある人々はケファレニアをドゥリキオンと同じであると主張することを躊躇わず、またある人々はタポスと同じであると主張し、ケファレニア人をタピオイ、さらには彼らをテレボエスとも同じであるとし、アムピトリュオンがアテナイからの亡命者であったデイオネウスの子ケパロスを伴ってここへ遠征し、この島を占領してケパロスに引き渡し、この島は彼の名にちなんで名付けられ、都市たちは彼の子らにちなんで名付けられたと主張した。
ταῦτα δʼ οὐχ ὁμηρικά·
しかし、これらの説はホメロス的ではない。
οἱ μὲν γὰρ Κεφαλλῆνες ὑπὸ Ὀδυσσεῖ καὶ Λαέρτῃ, ἡ δὲ Τάφος ὑπὸ τῷ Μέντῃ " Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω. " καλεῖται δὲ νῦν Ταφιὰς ἡ Τάφος.
なぜなら、ケファレニア人はオデュッセウスとラエルテスの支配下にあり、タポスはメンテスの支配下にあったからである。 "Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω. "なお、タポスは現在ではタピアスと呼ばれている。
οὐδʼ Ἑλλάνικος ὁμηρικὸς Δουλίχιον τὴν Κεφαλληνίαν λέγων.
また、ケファレニアをドゥリキオンと言うヘラニコスも、ホメロス的ではない。
τὸ μὲν γὰρ ὑπὸ Μέγητι εἴρηται καὶ αἱ λοιπαὶ Ἐχινάδες, οἵ τε ἐνοικοῦντες Ἐπειοὶ ἐξ Ἤλιδος ἀφιγμένοι·
なぜなら、ドゥリキオンとその他のエキナデス群島は、エリスからやって来た住民であるエペイオイ人とともに、メゲスの支配下にあると言われているからである。
διόπερ καὶ τὸν Ὦτον τὸν Κυλλήνιον " Φυλείδεω ἕταρον μεγαθύμων ἀρχὸν Ἐπειῶν " καλεῖ.
それゆえ詩人は、キュレネのオトスをも "Φυλείδεω ἕταρον μεγαθύμων ἀρχὸν Ἐπειῶν "と呼んでいるのである。
" αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους. " οὔτʼ οὖν Δουλίχιον ἡ Κεφαλληνία καθʼ Ὅμηρον οὔτε τῆς Κεφαλληνίας τὸ Δουλίχιον, ὡς Ἄνδρων φησί·
"αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους. "したがって、ホメロスに従えば、ケファレニアがドゥリキオンであるわけでもなく、アンドロンが言うようにドゥリキオンがケファレニアの一部であるわけでもない。
τὸ μὲν γὰρ Ἐπειοὶ κατεῖχον, τὴν δὲ Κεφαλληνίαν ὅλην Κεφαλλῆνες ὑπὸ Ὀδυσσεῖ, οἱ δʼ ὑπὸ Μέγητι.
なぜなら、前者はエペイオイ人が占有しており、一方ケファレニア全体はオデュッセウス配下のケファレニア人が占有しており、後者はメゲス配下の人々が占有していたからである。
οὐδὲ Παλεῖς Δουλίχιον ὑφʼ Ὁμήρου λέγονται, ὡς γράφει Φερεκύδης.
フェレキュデスが書いているようにパレイスがホメロスによってドゥリキオンと呼ばれているわけでもない。
μάλιστα δʼ ἐναντιοῦται Ὁμήρῳ ὁ τὴν Κεφαλληνίαν τὴν αὐτὴν τῷ Δουλιχίῳ λέγων, εἴπερ τῶν μνηστήρων ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα ἦσαν, ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσιν.
ケファレニアをドゥリキオンと同じであると主張する者は、求婚者のうちドゥリキオンからは五十二人、サメからは二十四人がいたとすれば、最もホメロスに矛盾することになる。
οὐ γὰρ τοῦτʼ ἂν εἴη λέγων, ἐξ ὅλης μὲν τόσους ἐκ δὲ μιᾶς τῶν τεττάρων παρὰ δύο τοὺς ἡμίσεις.
というのも、島全体からこれだけが来て、その四都市のうちの一つから、半分より二人少ない数が来たと詩人が言っているはずがないからである。
εἰ δʼ ἄρα τοῦτο δώσει τις, ἐρησόμεθα τίς ἂν εἴη ἡ Σάμη, ὅταν οὕτω φῇ " Δουλίχιόν τε Σάμην τʼ ἠδʼ ὑλήεντα Ζάκυνθον. "
もし誰かがこの説を認めるというなら、詩人が "Δουλίχιόν τε Σάμην τʼ ἠδʼ ὑλήεντα Ζάκυνθον. "と述べる際、サメとはいったい何になるのかを我々は問い質すことになるだろう。
§10.2.15κεῖται δʼ ἡ Κεφαλληνία κατὰ Ἀκαρνανίαν, διέχουσα τοῦ Λευκάτα περὶ πεντήκοντα (οἱ δὲ τετταράκοντά φασι) σταδίους, τοῦ δὲ Χελωνάτα περὶ ὀγδοήκοντα.
ケファレニアはアカルナニアに面して位置しており、レウカタスからは約五十(ある人々は四十と言うが)スタディオン、ケロナタスからは約八十スタディオン離れている。
αὐτὴ δʼ ἐστὶν ὡς τριακοσίων τὴν περίμετρον, μακρὰ δʼ ἀνήκουσα πρὸς εὖρον, ὀρεινή·
島自体の周囲は約三百スタディオンであり、南東に向かって細長く伸びており、山がちである。
μέγιστον δʼ ὄρος ἐν αὐτῇ ἐν ᾧ τὸ Διὸς Αἰνησίου ἱερόν·
そのうち最大の山には、アイネシオス・ゼウスの神殿がある。
καθʼ ὃ δὲ στενωτάτη ἐστὶν ἡ νῆσος, ταπεινὸν ἰσθμὸν ποιεῖ ὥσθʼ ὑπερκλύζεσθαι πολλάκις ἐκ θαλάττης εἰς θάλατταν·
この島が最も狭くなっているところは低い地峡を形成しており、そのためしばしば海から海へと水が溢れ波がこれを越えるほどである。
πλησίον δʼ εἰσὶ τῶν στενῶν ἐν κόλπῳ Κράνιοί τε καὶ Παλεῖς.
その狭い部分の近くの湾内には、クラニオイとパレイスがある。
§10.2.16μεταξὺ δὲ τῆς Ἰθάκης καὶ τῆς Κεφαλληνίας ἡ Ἀστερία νησίον (Ἀστερὶς δʼ ὑπὸ τοῦ ποιητοῦ λέγεται) ἣν ὁ μὲν Σκήψιος μὴ μένειν τοιαύτην οἵαν φησὶν ὁ ποιητής " λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ ἀμφίδυμοι.
イタケとケファレニアの間にはアステリアという小島があり(詩人にはアステリスと呼ばれている)、スケプシス出身のデメトリオスは、それが詩人の言うような "λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ ἀμφίδυμοι. "という状態では残っていないと主張する。
" ὁ δὲ Ἀπολλόδωρος μένειν καὶ νῦν, καὶ πολίχνιον λέγει ἐν αὐτῇ Ἀλαλκομενὰς τὸ ἐπʼ αὐτῷ τῷ ἰσθμῷ κείμενον.
一方、アポロドロスは現在でも残っていると主張し、その地峡そのものの上に位置するアラルコメナイという小都市がその島にあると言っている。
§10.2.17καλεῖ δʼ ὁ ποιητὴς Σάμον καὶ τὴν Θρᾳκίαν, ἣν νῦν Σαμοθρᾴκην καλοῦμεν.
詩人は、現在我々がサモトラケと呼んでいるトラキアのサモスをもサモスと呼んでいる。
τὴν δʼ Ἰωνικὴν οἶδε μέν, ὡς εἰκός·
他方、イオニアのサモス島については、当然ながら彼も知っている。
καὶ γὰρ τὴν Ἰωνικὴν ἀποικίαν εἰδέναι φαίνεται·
というのも、彼はイオニアの植民活動を知っていると思われるからである。
οὐκ ἀντιδιέστειλε δὲ τὴν ὁμωνυμίαν, περὶ τῆς Σαμοθρᾴκης λέγων, τοτὲ μὲν τῷ ἐπιθέτῳ " ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης, Θρηικίης " τοτὲ δὲ τῇ συζυγίᾳ τῶν πλησίον νήσων " ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν " καὶ πάλιν " μεσσηγύς τε Σάμοιο καὶ Ἴμβρου παιπαλοέσσης.
しかし、彼はサモトラケについて語る際、同名による混同を避けるための区別をしていない。 あるときには形容語句を伴って "ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης, Θρηικίης "と言い、またあるときには近隣の島々との並置によって "ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν "と言い、さらに再び "μεσσηγύς τε Σάμοιο καὶ Ἴμβρου παιπαλοέσσης. "と言っている。
" ᾔδει μὲν οὖν, οὐκ ὠνόμακε δʼ αὐτήν·
このように彼はそれを知っていたが、名前を挙げてはいない。
οὐδʼ ἐκαλεῖτο τῷ αὐτῷ ὀνόματι πρότερον, ἀλλὰ Μελάμφυλλος, εἶτʼ Ἀνθεμίς, εἶτα Παρθενία ἀπὸ τοῦ ποταμοῦ τοῦ Παρθενίου, ὃς Ἴμβρασος μετωνομάσθη.
また、それは以前は同じ名前で呼ばれておらず、メラムピュロス、次いでアンテミス、さらにパルテニオス川(後にイムブラソス川と改名された)にちなんでパルテニアと呼ばれていた。
ἐπεὶ οὖν κατὰ τὰ Τρωικὰ Σάμος μὲν καὶ ἡ Κεφαλληνία ἐκαλεῖτο καὶ ἡ Σαμοθρᾴκη (οὐ γὰρ ἂν Ἑκάβη εἰσήγετο λέγουσα ὅτι τοὺς παῖδας αὐτῆς πέρνασχʼ ὅν κε λάβοι ἐς Σάμον ἔς τʼ Ἴμβρον), Ἰωνικὴ δʼ οὐκ ἀπῴκιστό πω, δῆλον ὅτι ἀπὸ τῶν προτέρων τινὸς τὴν ὁμωνυμίαν ἔσχεν·
したがって、トロイア戦争の時代にはケファレニアもサモトラケもサモスと呼ばれていたのであり(なぜなら、ヘカベが自分の子供たちについて、彼を捕らえる者をサモスへ、そしてイムブロスへと売り飛ばしていた、と語る場面は導入されなかっただろうからである)、他方イオニアのサモス島はまだ植民されていなかったのであるから、イオニアのサモスがこれら前者のいずれかから同名を得たことは明らかである。
ἐξ ὧν κἀκεῖνο δῆλον, ὅτι παρὰ τὴν ἀρχαίαν ἱστορίαν ὃ λέγουσιν οἱ φήσαντες, μετὰ τὴν Ἰωνικὴν ἀποικίαν καὶ τὴν Τεμβρίωνος παρουσίαν ἀποίκους ἐλθεῖν ἐκ Σάμου καὶ ὀνομάσαι Σάμον τὴν Σαμοθρᾴκην, ὡς οἱ Σάμιοι τοῦτʼ ἐπλάσαντο δόξης χάριν.
このことから、次のことも明らかである。 すなわち、イオニアの植民活動とテムブリオンの到来の後に、サモスから植民者がやって来てサモトラケをサモスと名付けた、という彼らの主張は古代の歴史に反しており、サモス人たちが自らの名誉のためにこの話を捏造したということである。
πιθανώτεροι δʼ εἰσὶν ἀπὸ τοῦ Σάμους καλεῖσθαι τὰ ὕψη φήσαντες εὑρῆσθαι τοῦτο τοὔνομα τὴν νῆσον·
むしろ、高い場所が「サモイ」と呼ばれていたことからこの島がその名前を得た、とする人々の方が説得力がある。
ἐντεῦθεν γάρ " ἐφαίνετο πᾶσα μὲν Ἴδη, φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
なぜなら、そこからは "ἐφαίνετο πᾶσα μὲν Ἴδη, φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν. "だからである。
" τινὲς δὲ Σάμον καλεῖσθαί φασιν ἀπὸ Σαΐων, τῶν οἰκούντων Θρᾳκῶν πρότερον, οἳ καὶ τὴν ἤπειρον ἔσχον τὴν προσεχῆ, εἴτε οἱ αὐτοὶ τοῖς Σαπαίοις ὄντες ἢ τοῖς Σιντοῖς, οὓς Σίντιας καλεῖ ὁ ποιητής, εἴθʼ ἕτεροι.
またある人々は、かつて居住していたトラキア人であるサイオイにちなんでサモスと呼ばれたのだと言う。 彼らは隣接する大陸をも領有していたが、彼らがサパイオイや、詩人がシンティアスと呼ぶシントイと同じ人々であったのか、それとも別の民であったのかはともかくとして。
μέμνηται δὲ τῶν Σαΐων Ἀρχίλοχος " ἀσπίδα μὲν Σαΐων τὶς ἀνείλετο, τὴν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.
アルキロコスはサイオイについて次のように言及している。
"
"ἀσπίδα μὲν Σαΐων τὶς ἀνείλετο, τὴν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων."

語釈・文法注

  1. §10.2.14τὴν Κεφαλληνίαν τὴν αὐτὴν τῷ Δουλιχίῳ φάναι — 同一性を示す表現。αὐτός が対格名詞 τὴν Κεφαλληνίαν を修飾し、与格 τῷ Δουλιχίῳ(〜と同じ)を伴って「ドゥリキオンと同一のケファレニア」を意味し、全体が不定詞 φάναι の主語対格およびその補語となっている。
  2. §10.2.14παρὰ δύο τοὺς ἡμίσεις — 前置詞 παρά が数詞とともに用いられて「〜を欠いて」「〜を除いて」の意味を表し、全体で「半分より二人少ない(半数マイナス2)」を指す。ドゥリキオンからの求婚者52人の半数(26人)から2人を引いた24人がサメから来ていたことを指す対比関係を説明している。
  3. §10.2.15καθʼ ὃ — 前置詞 κατά と関係代名詞中性単数対格 ὅ が結合したもので、関係節を導き、関係副詞的に「〜する点において」「〜する場所において(where)」の意味を持つ。
  4. §10.2.17οὐκ ἀντιδιέστειλε δὲ τὴν ὁμωνυμίαν — 動詞 ἀντιδιαστέλλω(区別する)が直接目的語として τὴν ὁμωνυμίαν(同名、同音異義)を伴っており、「(サモスという二つの地名の)同名による混同を避けるための明確な区別をしなかった」ということを意味する。
  5. §10.2.17πέρνασχʼ ὅν κε λάβοι — ホメロス(イリアス)からの引用。πέρνασχε は πέρνημι(売る)の反復過去(iterative imperfect)であり、接続詞的な κε(=ἄν)と希求法過去 λάβοι を伴って、過去の一般条件(〜を捕らえるたびに、売るのが常であった)を表す。

この箇所を引用する

ストラボン, 地理誌 §10.2.14-10.2.17. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.2.14-10.2.17

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。