Humanitext Reader

斯特拉波 · 地理学 §10.2.14-10.2.17

凯法莱尼亚的辨析与萨摩斯地名考

第 320 段,共 577 段 · 希腊语

内容简介

本段基于与荷马史诗的矛盾,否定了将凯法莱尼亚等同于杜里基翁或塔弗斯的观点,并阐述了该岛的地理位置。此外,文中还探讨了关于阿斯特里亚岛的争议,并分析了不同地区“萨摩斯”这一地名的同名关系及其语源。

§10.2.14οὐκ ὤκνησαν δέ τινες τὴν Κεφαλληνίαν τὴν αὐτὴν τῷ Δουλιχίῳ φάναι, οἱ δὲ τῇ Τάφῳ, καὶ Ταφίους τοὺς Κεφαλληνίους, τοὺς δʼ αὐτοὺς καὶ Τηλεβόας, καὶ τὸν Ἀμφιτρύωνα δεῦρο στρατεῦσαι μετὰ Κεφάλου τοῦ Δηιονέως ἐξ Ἀθηνῶν φυγάδος παραληφθέντος, κατασχόντα δὲ τὴν νῆσον παραδοῦναι τῷ Κεφάλῳ, καὶ ταύτην μὲν ἐπώνυμον ἐκείνου γενέσθαι τὰς δὲ πόλεις τῶν παίδων αὐτοῦ.
有些人毫不犹豫地声称凯法莱尼亚与杜里基翁是同一个地方,另一些人则声称它与塔포斯相同,并称凯法莱尼亚人即是塔菲奥伊人,也就是泰勒博埃斯人;他们还称,安菲特律翁与从雅典招募来的流亡者、得伊奥内乌斯之子凯法洛斯一同远征至此,并在占领该岛后将其交给了凯法洛斯,该岛因其而得名,而岛上的城市则以他的子嗣命名。
ταῦτα δʼ οὐχ ὁμηρικά·
然而这些说法并不符合荷马。
οἱ μὲν γὰρ Κεφαλλῆνες ὑπὸ Ὀδυσσεῖ καὶ Λαέρτῃ, ἡ δὲ Τάφος ὑπὸ τῷ Μέντῃ " Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω. " καλεῖται δὲ νῦν Ταφιὰς ἡ Τάφος.
因为凯法莱尼亚人在奥德修斯和拉埃尔特斯的统治下,而塔포斯则在门特斯的统治下: “Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.” 现在的塔포斯被称为塔皮亚斯。
οὐδʼ Ἑλλάνικος ὁμηρικὸς Δουλίχιον τὴν Κεφαλληνίαν λέγων.
将凯法莱尼亚称为杜里基翁的赫拉尼科斯同样不符合荷马。
τὸ μὲν γὰρ ὑπὸ Μέγητι εἴρηται καὶ αἱ λοιπαὶ Ἐχινάδες, οἵ τε ἐνοικοῦντες Ἐπειοὶ ἐξ Ἤλιδος ἀφιγμένοι· διόπερ καὶ τὸν Ὦτον τὸν Κυλλήνιον " Φυλείδεω ἕταρον μεγαθύμων ἀρχὸν Ἐπειῶν " καλεῖ.
因为杜里基翁和其余的埃奇纳德斯群岛被说成是在梅格斯的统治下,其居民埃佩伊奥伊人则是从埃利斯迁来的;因此诗人也将库勒涅的奥托斯称为 “Φυλείδεω ἕταρον μεγαθύμων ἀρχὸν Ἐπειῶν” 的领袖。
" αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους. " οὔτʼ οὖν Δουλίχιον ἡ Κεφαλληνία καθʼ Ὅμηρον οὔτε τῆς Κεφαλληνίας τὸ Δουλίχιον, ὡς Ἄνδρων φησί· τὸ μὲν γὰρ Ἐπειοὶ κατεῖχον, τὴν δὲ Κεφαλληνίαν ὅλην Κεφαλλῆνες ὑπὸ Ὀδυσσεῖ, οἱ δʼ ὑπὸ Μέγητι.
“αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους.” 因此,根据荷马,凯法莱尼亚既不是杜里基翁,杜里基翁也不是凯法莱尼亚的一部分,正如安德隆所言;因为埃佩伊奥伊人占领了前者,而奥德修斯统治下的凯法莱尼亚人则占领了整个凯法莱尼亚,而另一批人则处于梅格斯的统治之下。
οὐδὲ Παλεῖς Δουλίχιον ὑφʼ Ὁμήρου λέγονται, ὡς γράφει Φερεκύδης.
正如费雷库德斯所写,巴莱人也未被荷马称为杜里基翁。
μάλιστα δʼ ἐναντιοῦται Ὁμήρῳ ὁ τὴν Κεφαλληνίαν τὴν αὐτὴν τῷ Δουλιχίῳ λέγων, εἴπερ τῶν μνηστήρων ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα ἦσαν, ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσιν.
但声称凯法莱尼亚与杜里基翁是同一个地方的人最违背荷马,因为在求婚者中,有五十二人来自杜里基翁,有二十四人来自萨美。
οὐ γὰρ τοῦτʼ ἂν εἴη λέγων, ἐξ ὅλης μὲν τόσους ἐκ δὲ μιᾶς τῶν τεττάρων παρὰ δύο τοὺς ἡμίσεις.
因为诗人不会是想说:从整个岛屿来了这么多,而从其四个城市之一却来了仅比半数少两人的数量。
εἰ δʼ ἄρα τοῦτο δώσει τις, ἐρησόμεθα τίς ἂν εἴη ἡ Σάμη, ὅταν οὕτω φῇ " Δουλίχιόν τε Σάμην τʼ ἠδʼ ὑλήεντα Ζάκυνθον. "
如果有人终究要容许这种说法,那么当诗人说 “Δουλίχιόν τε Σάμην τʼ ἠδʼ ὑλήεντα Ζάκυνθον.” 时,我们要问,萨美到底会是什么呢。
§10.2.15κεῖται δʼ ἡ Κεφαλληνία κατὰ Ἀκαρνανίαν, διέχουσα τοῦ Λευκάτα περὶ πεντήκοντα (οἱ δὲ τετταράκοντά φασι) σταδίους, τοῦ δὲ Χελωνάτα περὶ ὀγδοήκοντα.
凯法莱尼亚位于阿卡纳尼亚对面,距离莱乌卡塔斯约五十斯塔迪翁(也有人说是四十),距离赫洛纳塔斯约八十斯塔迪翁。
αὐτὴ δʼ ἐστὶν ὡς τριακοσίων τὴν περίμετρον, μακρὰ δʼ ἀνήκουσα πρὸς εὖρον, ὀρεινή· μέγιστον δʼ ὄρος ἐν αὐτῇ ἐν ᾧ τὸ Διὸς Αἰνησίου ἱερόν· καθʼ ὃ δὲ στενωτάτη ἐστὶν ἡ νῆσος, ταπεινὸν ἰσθμὸν ποιεῖ ὥσθʼ ὑπερκλύζεσθαι πολλάκις ἐκ θαλάττης εἰς θάλατταν· πλησίον δʼ εἰσὶ τῶν στενῶν ἐν κόλπῳ Κράνιοί τε καὶ Παλεῖς.
该岛本身周长约三百斯塔迪翁,向东南方向延伸,呈狭长形且多山;其中最大的山上有艾内西奥斯·宙斯的神庙;而在该岛最窄的地方,它形成了一个低矮的地峡,以至于经常被海水拍打冲刷、波浪从一侧海面漫过另一侧;在这处狭窄地带附近的一个海湾里,坐落着克拉尼奥伊和巴莱。
§10.2.16μεταξὺ δὲ τῆς Ἰθάκης καὶ τῆς Κεφαλληνίας ἡ Ἀστερία νησίον (Ἀστερὶς δʼ ὑπὸ τοῦ ποιητοῦ λέγεται) ἣν ὁ μὲν Σκήψιος μὴ μένειν τοιαύτην οἵαν φησὶν ὁ ποιητής " λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ ἀμφίδυμοι. " ὁ δὲ Ἀπολλόδωρος μένειν καὶ νῦν, καὶ πολίχνιον λέγει ἐν αὐτῇ Ἀλαλκομενὰς τὸ ἐπʼ αὐτῷ τῷ ἰσθμῷ κείμενον.
在意萨卡和凯法莱尼亚之间是小岛阿斯特里亚(诗人称之为阿斯特里斯),斯凯普西斯人声称该岛现在并没有保留诗人所说的样子: “λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ ἀμφίδυμοι.” 而阿폴로도罗斯则称它如今依然存在,并说岛上有一个名为阿拉尔科梅奈的小城镇,就坐落在地峡本身之上。
§10.2.17καλεῖ δʼ ὁ ποιητὴς Σάμον καὶ τὴν Θρᾳκίαν, ἣν νῦν Σαμοθρᾴκην καλοῦμεν.
诗人也将色雷斯的萨摩斯称为“萨摩斯”,即我们现在所说的萨莫色雷斯。
τὴν δʼ Ἰωνικὴν οἶδε μέν, ὡς εἰκός· καὶ γὰρ τὴν Ἰωνικὴν ἀποικίαν εἰδέναι φαίνεται· οὐκ ἀντιδιέστειλε δὲ τὴν ὁμωνυμίαν, περὶ τῆς Σαμοθρᾴκης λέγων, τοτὲ μὲν τῷ ἐπιθέτῳ " ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης, Θρηικίης " τοτὲ δὲ τῇ συζυγίᾳ τῶν πλησίον νήσων " ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν " καὶ πάλιν " μεσσηγύς τε Σάμοιο καὶ Ἴμβρου παιπαλοέσσης. " ᾔδει μὲν οὖν, οὐκ ὠνόμακε δʼ αὐτήν· οὐδʼ ἐκαλεῖτο τῷ αὐτῷ ὀνόματι πρότερον, ἀλλὰ Μελάμφυλλος, εἶτʼ Ἀνθεμίς, εἶτα Παρθενία ἀπὸ τοῦ ποταμοῦ τοῦ Παρθενίου, ὃς Ἴμβρασος μετωνομάσθη.
而对于伊奥尼亚的萨摩斯,他自然是知道的,因为他似乎知道伊奥尼亚的殖民活动;然而,他在谈到萨莫色雷斯时并没有对这同名异地进行区分,有时使用形容词: “ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης, Θρηικίης” 有时通过与邻近岛屿并列: “ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν” 并且再次说: “μεσσηγύς τε Σάμοιο καὶ Ἴμβρου παιπαλοέσσης.” 因此他虽知道它,但并未提及它的名字;而且它以前也并不叫这个名字,而是叫梅兰菲洛斯,然后是安特米斯,再后是帕尔塞尼亚,得名于帕尔塞尼奥斯河(该河后来改名为因布拉索斯河)。
ἐπεὶ οὖν κατὰ τὰ Τρωικὰ Σάμος μὲν καὶ ἡ Κεφαλληνία ἐκαλεῖτο καὶ ἡ Σαμοθρᾴκη (οὐ γὰρ ἂν Ἑκάβη εἰσήγετο λέγουσα ὅτι τοὺς παῖδας αὐτῆς πέρνασχʼ ὅν κε λάβοι ἐς Σάμον ἔς τʼ Ἴμβρον), Ἰωνικὴ δʼ οὐκ ἀπῴκιστό πω, δῆλον ὅτι ἀπὸ τῶν προτέρων τινὸς τὴν ὁμωνυμίαν ἔσχεν·
因此,既然在特洛伊战争时期,凯法莱尼亚和萨莫色雷斯都被称为萨摩斯(因为否则赫卡柏就不会被引入说,无论抓住谁,他都会把她的孩子们“卖到萨摩斯和因布罗斯”),而伊奥尼亚的萨摩斯尚未被殖民,显然,后者是从前者之一获得了这相同的名字。
ἐξ ὧν κἀκεῖνο δῆλον, ὅτι παρὰ τὴν ἀρχαίαν ἱστορίαν ὃ λέγουσιν οἱ φήσαντες, μετὰ τὴν Ἰωνικὴν ἀποικίαν καὶ τὴν Τεμβρίωνος παρουσίαν ἀποίκους ἐλθεῖν ἐκ Σάμου καὶ ὀνομάσαι Σάμον τὴν Σαμοθρᾴκην, ὡς οἱ Σάμιοι τοῦτʼ ἐπλάσαντο δόξης χάριν.
由此也显而易见,那些声称在伊奥尼亚殖民和德姆布里翁到来之后、殖民者从萨摩斯前来并将萨莫色雷斯命名为“萨摩斯”的人,其说法违背了古代历史,而萨摩斯人只是为了荣耀而编造了这一故事。
πιθανώτεροι δʼ εἰσὶν ἀπὸ τοῦ Σάμους καλεῖσθαι τὰ ὕψη φήσαντες εὑρῆσθαι τοῦτο τοὔνομα τὴν νῆσον· ἐντεῦθεν γάρ " ἐφαίνετο πᾶσα μὲν Ἴδη, φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν. " τινὲς δὲ Σάμον καλεῖσθαί φασιν ἀπὸ Σαΐων, τῶν οἰκούντων Θρᾳκῶν πρότερον, οἳ καὶ τὴν ἤπειρον ἔσχον τὴν προσεχῆ, εἴτε οἱ αὐτοὶ τοῖς Σαπαίοις ὄντες ἢ τοῖς Σιντοῖς, οὓς Σίντιας καλεῖ ὁ ποιητής, εἴθʼ ἕτεροι.
相反,那些声称该岛因高地被称为“萨莫伊”而得名的人更具说服力;因为从那里 “ἐφαίνετο πᾶσα μὲν Ἴδη, φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.” 还有人声称,萨摩斯得名于曾居住于此的色雷斯人赛奥伊人,他们也曾占领邻近的大陆,无论他们是与萨帕伊奥伊人或辛托伊人(诗人称之为辛提亚斯人)是同一种人,还是不同的人。
μέμνηται δὲ τῶν Σαΐων Ἀρχίλοχος " ἀσπίδα μὲν Σαΐων τὶς ἀνείλετο, τὴν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων. "
阿尔基洛科斯曾提到过赛奥伊人: “ἀσπίδα μὲν Σαΐων τὶς ἀνείλετο, τὴν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.”

词汇与语法注释

  1. §10.2.14τὴν Κεφαλληνίαν τὴν αὐτὴν τῷ Δουλιχίῳ φάναι — 带有与格(τῷ Δουλιχίῳ)的 αὐτός 结构表示同一性(“与……相同”)。此处 τὴν Κεφαλληνίαν 是不定式 φάναι 的宾格主语,τὴν αὐτὴν 作其宾格补足语。
  2. §10.2.14παρὰ δύο τοὺς ἡμίσεις — 介词 παρά 与数字连用在此表示减去或不足(“差……”、“除了……”),因此意为“半数少两人”。这解释了来自杜里基翁的五十二名求婚者与来自萨美的二十四名(五十二的一半即二十六再减去二)求婚者之间的比例对比。
  3. §10.2.15καθʼ ὃ — 介词 κατά 与中性单数宾格关系代词 ὅ 结合,引导关系从句,起关系副词作用,表示“在……的地方(where)”或“在……方面”。
  4. §10.2.17οὐκ ἀντιδιέστειλε δὲ τὴν ὁμωνυμίαν — 动词 ἀντιδιαστέλλω(区分、辨别)以 τὴν ὁμωνυμίαν(同名、同音异义)作为直接宾语,意为“他没有做出明确的区分以消除(两处同名为萨摩斯的地方所带来的)混淆”。
  5. §10.2.17πέρνασχʼ ὅν κε λάβοι — 引用自荷马的《伊利亚特》。πέρνασχε 是 πέρνημι(贩卖)的反复未完成过去时,与史诗小词 κε(= ἄν)及祈愿法过去时 λάβοι 连用,表示过去的一般性或反复性条件(“每当他俘获某人时,他便将其贩卖”)。

引用这一段

斯特拉波, 地理学 §10.2.14-10.2.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.2.14-10.2.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。