Humanitext Reader

ストラボン · 地理誌 §10.2.12-10.2.13

ホメロスにおけるイタケの地勢とケファレニアの都市

319 / 577 箇所 · ギリシア語

要旨

イタケの地理的位置に関するホメロスの記述(「低く、最も高い」など)の矛盾を、当時の註釈家の解釈や天文学的視点を交えて検討し、併せてケファレニアの都市の歴史とアントニウスによる開発に言及する。

§10.2.12καὶ τοῦτο δὲ δοκεῖ ὑπεναντιότητά τινα δηλοῦν " αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται. " χθαμαλὴ μὲν γὰρ ἡ ταπεινὴ καὶ χαμηλή, πανυπερτάτη δὲ ἡ ὑψηλή, οἵαν διὰ πλειόνων σημαίνει, Κραναὴν καλῶν·
また、次の句も何らかの矛盾を示しているように思われる。 "αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται. "なぜなら「フタマレー(低き)」とは平坦で低いことであり、一方「パニュペルタテー(最も高き)」は高いことだからである。
καὶ τὴν ὁδὸν τὴν ἐκ τοῦ λιμένος " τρηχεῖαν ἀταρπὸν χῶρον ἀνʼ ὑλήεντα " καί " οὐ γάρ τις νήσων εὐδείελος, οὐδʼ εὐλείμων, αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.
詩人は他のいくつかの箇所でこの島を「峻険な」と呼んでその高さを意味しており、また港からの道を "тρηχεῖαν ἀταρπὸν χῶρον ἀνʼ ὑλήεντα "と言い、さらに "οὐ γάρ τις νήσων εὐδείελος, οὐδʼ εὐλείμων, αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων. "と言っているからである。
" ἔχει μὲν οὖν ἀπεμφάσεις τοιαύτας ἡ φράσις, ἐξηγοῦνται δὲ οὐ κακῶς·
このように、この表現には不調和な点があるが、注釈家たちはそれを悪くない方法で説明している。
οὔτε γὰρ χθαμαλὴν δέχονται ταπεινὴν ἐνταῦθα, ἀλλὰ πρόσχωρον τῇ ἠπείρῳ ἐγγυτάτω οὖσαν αὐτῆς· οὔτε πανυπερτάτην ὑψηλοτάτην ἀλλὰ πανυπερτάτην πρὸς ζόφον, οἷον ὑπὲρ πάσας ἐσχάτην τετραμμένην πρὸς ἄρκτον·
すなわち、彼らはここで「フタマレー」を「低い」と受け取るのではなく、大陸に「隣接し」、それに極めて近いことと解釈し、また「パニュペルタテー」を「最も高い」と受け取るのではなく、「暗冥(ゾフォス)に向けて最も高い」、すなわち他より一段と北に向けて外れて位置していることと解釈するのである。
τοῦτο γὰρ βούλεται λέγειν τὸ πρὸς ζόφον, τὸ δʼ ἐναντίον πρὸς νότον " αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε.
というのも、詩人は「暗冥に向けて」という言葉でこの方向を意味しようとしており、その反対の方向については、 "αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε. "と言っているからである。
" τὸ γὰρ ἄνευθε πόρρω καὶ χωρὶς ἔστιν, ὡς τῶν μὲν ἄλλων πρὸς νότον κεκλιμένων καὶ ἀπωτέρω τῆς ἠπείρου, τῆς δʼ Ἰθάκης ἐγγύθεν καὶ πρὸς ἄρκτον.
なぜなら、「離れて」とは遠く隔たっていることであり、他の島々が南に傾き大陸からより遠く離れているのに対し、イタケは近くにあり、かつ北を向いているからである。
ὅτι δʼ οὕτω λέγει τὸ νότιον μέρος καὶ ἐν τοῖσδε φανερόν " εἴτʼ ἐπὶ δεξίʼ ἴωσι, πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε, ποτὶ ζόφον ἠερόεντα " καὶ ἔτι μᾶλλον ἐν τοῖσδε " ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπη ζόφος, οὐδʼ ὅπη ἠώς, οὐδʼ ὅπη ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, οὐδʼ ὅπη ἀννεῖται. " ἔστι μὲν γὰρ δέξασθαι τὰ τέτταρα κλίματα τὴν ἠῶ δεχομένους τὸ νότιον μέρος, ἔχει τέ τινα τοῦτʼ ἔμφασιν·
彼が南の部分をこのように言っていることは、次の詩行からも明らかである。 "εἴτʼ ἐπὶ δεξίʼ ἴωσι, πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε, ποτὶ ζόφον ἠερόεντα "さらに次の詩行においてはなおさら明らかである。 "ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπη ζόφος, οὐδʼ ὅπη ἠώς, οὐδʼ ὅπη ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, οὐδʼ ὅπη ἀννεῖται. "なぜなら、「暁」を南の部分と受け取ることによって四つの基本方位を受け取ることは可能であり、これにはある程度の説得力もある。
ἀλλὰ βέλτιον τὸ κατὰ τὴν πάροδον τοῦ ἡλίου νοεῖν ἀντιτιθέμενον τῷ ἀρκτικῷ μέρει·
しかし、北の部分に対立するものとして、太陽の運行軌道に沿って理解する方がより優れている。
ἐξάλλαξιν γάρ τινα τῶν οὐρανίων πολλὴν βούλεται σημαίνειν ὁ λόγος, οὐχὶ ψιλὴν ἐπίκρυψιν τῶν κλιμάτων.
なぜなら、この記述は天空の天体の大きな変化を意味しようとしており、単に基本方位が覆い隠されることだけを言っているのではないからである。
δεῖ γὰρ κατὰ πάντα συννεφῆ καιρόν, ἄν θʼ ἡμέρας ἄν τε νύκτωρ συμβῇ, παρακολουθεῖν· τὰ δʼ οὐράνια ἐξαλλάττει ἐπὶ πλέον τῷ πρὸς μεσημβρίαν μᾶλλον ἢ ἧττον παραχωρεῖν ἡμᾶς ἢ εἰς τοὐναντίον.
というのも、日中であれ夜間であれ、空が曇っているときにはいつでもそれに伴うはずであるが、天体の大幅な変化は、我々が多かれ少なかれ南へ、あるいはその逆へと移動することによって生じるからである。
τοῦτο δὲ οὐ δύσεως καὶ ἀνατολῆς ἐγκαλύψεις ποιεῖ (καὶ γὰρ αἰθρίας οὔσης συμβαίνει), ἀλλὰ μεσημβρίας καὶ ἄρκτου.
そして、これは日没や日の出の遮蔽をもたらすのではなく(なぜならそれは晴天のときにも起こるからである)、南と北の遮蔽をもたらす。
μάλιστα γὰρ ἀρκτικός ἐστιν ὁ πόλος· τούτου δὲ κινουμένου, καὶ ποτὲ μὲν κατὰ κορυφὴν ἡμῖν γινομένου ποτὲ δὲ ὑπὸ γῆς ὄντος, καὶ οἱ ἀρκτικοὶ συμμεταβάλλουσι, ποτὲ δὲ συνεκλείπουσι κατὰ τὰς τοιαύτας παραχωρήσεις, ὥστε οὐκ ἂν εἰδείης ὅπου ἐστὶ τὸ ἀρκτικὸν κλίμα, οὐδʼ εἰ ἀρχὴν ἐστίν·
とりわけ天の極は北に位置しており、これが動き、あるときには我々の天頂に来て、あるときには地の下に入ると、北極圏(の星々)もそれに伴って変化し、このような移動によって時には完全に見えなくなるため、北の地方がどこにあるのか、あるいはそもそも存在しているのかさえ分からなくなるからである。
εἰ δὲ τοῦτο, οὐδὲ τοὐναντίον ἂν γνοίης.
そして、もしそうであるなら、その反対の方向も分かるはずがない。
κύκλος δὲ τῆς Ἰθάκης ἐστὶν ὡς ὀγδοήκοντα σταδίων.
なお、イタケの周囲は約八十スタディオンである。
περὶ μὲν Ἰθάκης ταῦτα.
イタケについては以上である。
§10.2.13τὴν δὲ Κεφαλληνίαν τετράπολιν οὖσαν οὔτʼ αὐτὴν εἴρηκε τῷ νῦν ὀνόματι οὔτε τῶν πόλεων οὐδεμίαν, πλὴν μιᾶς εἴτε Σάμης εἴτε Σάμου, ἣ νῦν μὲν οὐκέτʼ ἐστίν, ἴχνη δʼ αὐτῆς δείκνυται κατὰ μέσον τὸν πρὸς Ἰθάκῃ πορθμόν·
ケファレニアは四都市からなる島であるが、詩人はその島自体を現在の名前で呼んでおらず、またその都市のいずれをも呼んでいない。 ただし、現在ではもはや存在しないが、イタケに向かう海峡の中ほどにその痕跡が示されているサメ、あるいはサモスと呼ばれる一都市は例外である。
οἱ δʼ ἀπʼ αὐτῆς Σαμαῖοι καλοῦνται·
そこから来た人々はサマイオイと呼ばれている。
αἱ δʼ ἄλλαι καὶ νῦν εἰσὶν ἔτι μικραὶ πόλεις τινές, Πρώνησος καὶ Κράνιοι.
その他の都市は、現在でもまだいくつかの小さな都市、すなわちプロンネソスやクラニオイとして存在している。
ἐφʼ ἡμῶν δὲ καὶ ἄλλην προσέκτισε Γάιος Ἀντώνιος, ὁ θεῖος Μάρκου Ἀντωνίου, ἡνίκα φυγὰς γενόμενος μετὰ τὴν ὑπατείαν, ἣν συνῆρξε Κικέρωνι τῷ ῥήτορι, ἐν τῇ Κεφαλληνίᾳ διέτριψε καὶ τὴν ὅλην νῆσον ὑπήκοον ἔσχεν ὡς ἴδιον κτῆμα·
また、我々の時代には、マルクス・アントニウスの叔父であるガイウス・アントニウスがさらに別の都市を建設した。 彼は、弁論家キケロとともに務めた執政官職の後に亡命者となり、ケファレニアに滞在して島全体を私有地のように支配下に置いていた時期にそれを行った。
οὐκ ἔφθη μέντοι συνοικίσας, ἀλλὰ καθόδου τυχὼν πρὸς ἄλλοις μείζοσιν ὢν κατέλυσε τὸν βίον.
しかし、彼はその共同居住を完成させるには至らず、本国帰還を許されて他のより重大な事柄に従事する中でその生涯を閉じた。

語釈・文法注

  1. 10.2.12αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται. — 詩句における形容詞 χθαμαλὴ と πανυπερτάτη の一見矛盾する並置について、ストラボンは当時の註釈家たちの解釈(前者を「大陸に隣接した」、後者を「北の最果ての」と取る)を採用して解決している。
  2. 10.2.13οὐκ ἔφθη μέντοι συνοικίσας — 動詞 φθάνω と分詞 συνοικίσας の結合による「〜するより早く(別のことが起こる)」、すなわち「共同居住(植民都市)を完成させるには至らずに(世を去った)」という限界・先決の慣用表現。

この箇所を引用する

ストラボン, 地理誌 §10.2.12-10.2.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.2.12-10.2.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。