§10.2.18λοιπὴ δʼ ἐστὶ τῶν ὑπὸ τῷ Ὀδυσσεῖ τεταγμένων νήσων ἡ Ζάκυνθος, μικρῷ πρὸς ἑσπέραν μᾶλλον τῆς Κεφαλληνίας κεκλιμένη τῆς Πελοποννήσου, συνάπτουσα δʼ αὐτῇ πλέον.
オデュッセウスの支配下に配置された島々のうち、残されているのはザキュントスであり、これはケファレニアよりもわずかに西へと傾いてペロポネソスの方を向いて位置しているが、ペロポネソスにより近く接している。
ἔστι δʼ ὁ κύκλος τῆς Ζακύνθου σταδίων ἑκατὸν ἑξήκοντα·
ザキュントスの周囲は百六十スタディオンである。
διέχει δὲ καὶ τῆς Κεφαλληνίας ὅσον ἑξήκοντα σταδίους, ὑλώδης μὲν εὔκαρπος δέ·
また、ケファレニアからも約六十スタディオン離れており、樹木が茂り肥沃である。
καὶ ἡ πόλις ἀξιόλογος, ὁμώνυμος.
その都市もまた注目に値し、島と同名である。
ἐντεῦθεν εἰς Ἑσπερίδας τῆς Λιβύης στάδιοι τρισχίλιοι ἑξακόσιοι.
ここからリビュアのヘスペリデスまでは三千六百スタディオンである。
§10.2.19καὶ ταύτης δὲ καὶ τῆς Κεφαλληνίας πρὸς ἕω τὰς Ἐχινάδας ἱδρῦσθαι νήσους συμβέβηκεν, ὧν τό τε Δουλίχιόν ἐστι (καλοῦσι δὲ νῦν Δολίχαν) καὶ αἱ Ὀξεῖαι καλούμεναι, ἃς Θοὰς ὁ ποιητὴς εἶπε·
そして、この島およびケファレニアの東側には、エキナデス群島が位置している。 その中にはドゥリキオン(現在はドリカと呼ばれている)や、詩人がトアスと呼んだオゼイアイと呼ばれる島々がある。
καὶ ἡ μὲν Δολίχα κεῖται κατὰ Οἰνιάδας καὶ τὴν ἐκβολὴν τοῦ Ἀχελώου, διέχουσα Ἀράξου τῆς τῶν Ἠλείων ἄκρας ἑκατόν, αἱ λοιπαὶ δʼ Ἐχινάδες (πλείους δʼ εἰσί, πᾶσαι λυπραὶ καὶ τραχεῖαι) πρὸ τῆς ἐκβολῆς τοῦ Ἀχελώου, πεντεκαίδεκα σταδίους ἀφεστῶσα ἡ ἀπωτάτω, ἡ δʼ ἐγγυτάτω πέντε, πελαγίζουσαι πρότερον, ἀλλʼ ἡ χοῦς τὰς μὲν ἐξηπείρωκεν αὐτῶν ἤδη, τὰς δὲ μέλλει πολλὴ καταφερομένη·
ドリカはオイニアダイとアケロオス川の河口の向かいに位置しており、エリス地方の岬であるアラゾスからは百スタディオン離れている。 その他のエキナデス群島(それらは多数あり、いずれも不毛で険しい)はアケロオス川の河口の前にあり、最も遠いものは十五スタディオン離れ、最も近いものは五スタディオン離れている。 それらはかつて海中にあったが、流れ下る大量の堆積土砂によって、すでに大陸の一部となったものもあり、またこれからそうなるものもある。
ἥπερ καὶ τὴν Παραχελωῖτιν καλουμένην χώραν, ἣν ὁ ποταμὸς ἐπικλύζει, περιμάχητον ἐποίει τὸ παλαιὸν τοὺς ὅρους συγχέουσα ἀεὶ τοὺς ἀποδεικνυμένους τοῖς Ἀκαρνᾶσι καὶ τοῖς Αἰτωλοῖς·
この堆積土砂は、河川が氾濫するパラケロイティスと呼ばれる地域をも生み出したが、アカルナニア人とアイトリア人に対して定められた境界を常に曖昧にしていたため、古くから争いの的となっていた。
ἐκρίνοντο γὰρ τοῖς ὅπλοις οὐκ ἔχοντες διαιτητάς, ἐνίκων δʼ οἱ πλέον δυνάμενοι·
というのも、彼らは調停者を持たず、武力によって決着をつけており、より強い勢力を持つ者が勝利していたからである。
ἀφʼ ἧς αἰτίας καὶ μῦθος ἐπλάσθη τις;
この理由から、次のような神話が捏造された。
ὡς Ἡρακλέους καταπολεμήσαντος τὸν Ἀχελῶον καὶ ἐνεγκαμένου τῆς νίκης ἆθλον τὸν Δηιανείρας γάμον τῆς Οἰνέως θυγατρός, ἣν πεποίηκε Σοφοκλῆς τοιαῦτα λέγουσαν
"
μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῶον λέγω,
ὅς μʼ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,
φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτʼ αἰόλος
δράκων ἑλικτός, ἄλλοτʼ ἀνδρείῳ κύτει
βούπρῳρος. "
προστιθέασι δʼ ἔνιοι καὶ τὸ τῆς Ἀμαλθείας τοῦτʼ εἶναι λέγοντες κέρας, ὃ ἀπέκλασεν ὁ Ἡρακλῆς τοῦ Ἀχελώου καὶ ἔδωκεν Οἰνεῖ τῶν γάμων ἕδνον·
すなわち、ヘラクレスがアケロオスと戦って打ち負かし、その勝利の報酬としてオイネウスの娘デイアネイラとの婚礼を勝ち取ったというものである。 ソポクレスは彼女に次のように語らせている。 "私の求婚者は川、すなわちアケロオスであり、彼は三つの姿で父に私を求めた。ある時ははっきりと現れる雄牛として、またある時は斑なとぐろを巻く蛇として、またある時は人の体に雄牛の頭を持つ姿で。 "ある人々はこれに付け加えて、これがアマルテイアの角であるとも言い、それはヘラクレスがアケロオスから折り取って、婚礼の引き出物としてオイネウスに与えたものであるとしている。
οἱ δʼ εἰκάζοντες ἐξ αὐτῶν τἀληθὲς ταύρῳ μὲν ἐοικότα λέγεσθαι τὸν Ἀχελῶόν φασι, καθάπερ καὶ τοὺς ἄλλους ποταμούς, ἀπό τε τῶν ἤχων καὶ τῶν κατὰ τὰ ῥεῖθρα καμπῶν, ἃς καλοῦσι κέρατα, δράκοντι δὲ διὰ τὸ μῆκος καὶ τὴν σκολιότητα, βούπρῳρον δὲ διὰ τὴν αὐτὴν αἰτίαν διʼ ἣν καὶ ταυρωπόν·
一方、これらの話から真実を推測する人々は、アケロオス川が雄牛に似ていると言われるのは、他の河川と同様に、その水の響きや、角と呼ばれる流路の曲がり角に由来すると主張し、蛇に似ているとされるのは、その長さと曲がりくねり具合に由来し、牛の頭を持つとされるのは、雄牛の顔を持つとされるのと同じ理由によるとしている。
τὸν Ἡρακλέα δὲ καὶ ἄλλως εὐεργετικὸν ὄντα καὶ τῷ Οἰνεῖ κηδεύσοντα παραχώμασί τε καὶ διοχετείαις βιάσασθαι τὸν ποταμὸν πλημμελῶς ῥέοντα καὶ πολλὴν τῆς Παραχελωίτιδος ἀναψύξαι χαριζόμενον τῷ Οἰνεῖ· καὶ τοῦτʼ εἶναι τὸ τῆς Ἀμαλθείας κέρας.
そして、元来人々を益する存在であり、オイネウスと姻戚関係を結ぼうとしていたヘラクレスが、堤防や運河によって、不規則に流れていたこの河川を力ずくで制御し、パラケロイティスの大部分を干拓して耕作可能にし、それをオイネウスへの贈り物としたのだとし、これがアマルテイアの角であると主張している。
τῶν μὲν οὖν Ἐχινάδων καὶ τῶν Ὀξειῶν κατὰ τὰ Τρωικὰ Μέγητα ἄρχειν φησὶν Ὅμηρος
"
ὃν τίκτε Διὶ φίλος ἱππότα Φυλεύς,
ὅς ποτε Δουλίχιόνδʼ ἀπενάσσατο, πατρὶ χολωθείς. "
πατὴρ δʼ ἦν Αὐγέας ὁ τῆς Ἠλείας καὶ τῶν Ἐπειῶν ἄρχων·
さて、ホメロスはトロイア戦争の際、エキナデス群島とオゼイアイ島は、メゲスが支配していたと述べている。 "ゼウスに愛された騎士プュレウスが彼をもうけたが、彼はかつて父に怒り、ドゥリキオンへと移住した。 "彼の父はエリス地方とエペイオイ人の支配者であったアウゲアスであった。
ὥστʼ Ἐπειοὶ τὰς νήσους ταύτας εἶχον οἱ συνεξάραντες εἰς τὸ Δουλίχιον τῷ Φυλεῖ.
したがって、プュレウスとともにドゥリキオンへと移住したエペイオイ人が、これらの島々を領有していたのである。
§10.2.20αἱ δὲ τῶν Ταφίων νῆσοι, πρότερον δὲ Τηλεβοῶν, ὧν ἦν καὶ ἡ Τάφος νῦν δὲ Ταφιὰς καλουμένη, χωρὶς ἦσαν τούτων οὐ τοῖς διαστήμασιν (ἐγγὺς γὰρ κεῖνται) ἀλλὰ ὑφʼ ἑτέροις ἡγεμόσι ταττόμεναι, Ταφίοις καὶ Τηλεβόαις·
タピオイ人の島々(かつてはテレボエス人の島々と呼ばれ、その中にはタポス島、現在のタピアス島も含まれる)は、これらの島々とは、距離において離れているからではなく(なぜなら近くに位置しているからである)、異なる指導者たちの下、すなわちタピオイ人とテレボエス人の支配下に配置されていたという点で異なっていた。
πρότερον μὲν οὖν Ἀμφιτρύων ἐπιστρατεύσας αὐτοῖς μετὰ Κεφάλου τοῦ Δηιονέως ἐξ Ἀθηνῶν φυγάδος, ἐκείνῳ τὴν ἀρχὴν παρέδωκεν αὐτῶν·
さて、かつてアムピトリュオンは、アテナイからの亡命者であったデイオネウスの子ケパロスとともに彼らに対して遠征し、その支配権をケパロスに委ねた。
ὁ δὲ ποιητὴς ὑπὸ Μέντῃ τετάχθαι φησὶ λῃστὰς καλῶν αὐτούς, καθάπερ καὶ τοὺς Τηλεβόας ἅπαντάς φασι.
しかし詩人は、それらがメンテスの支配下にあると述べ、彼らを海賊と呼んでおり、テレボエス人全員についてもそう言われている。
τὰ μὲν περὶ τὰς νήσους τὰς πρὸ τῆς Ἀκαρνανίας ταῦτα.
アカルナニアの前に位置する島々に関する事柄は以上の通りである。