§10.2.10Κεφαλλῆνας δὲ νῦν μὲν τοὺς ἐκ τῆς νήσου τῆς Κεφαλληνίας λέγουσιν, Ὅμηρος δὲ πάντας τοὺς ὑπὸ τῷ Ὀδυσσεῖ, ὧν εἰσι καὶ οἱ Ἀκαρνᾶνες·
現在人々は「ケファレニア人」をケファレニア島から来た人々について言うが、ホメロスはオデュッセウスの支配下にあるすべての人々について言及しており、その中にはアカルナニア人も含まれる。
εἰπὼν γάρ
"
αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας,
οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον
"
(τὸ ἐν ταύτῃ ὄρος ἐπιφανές, ὡς καί
"
οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων
"
καὶ αὐτοῦ τοῦ Δουλιχίου τῶν Ἐχινάδων ὄντος· καί
"
οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα
"
καὶ τοῦ Βουπρασίου ἐν Ἤλιδι ὄντος· "
οἳ δʼ Εὔβοιαν ἔχον καὶ Χαλκίδα τʼ Εἰρέτριάν τε
"
καὶ τούτων ἐν Εὐβοίᾳ οὐσῶν· καί
"
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι
"
ὡς καὶ ἐκείνων Τρώων ὄντων)·
というのも、彼は「されどオデュッセウスは、イタケと葉を揺らすネリトスを領するケファレニア人らを率いり」と言っており(これはイタケにある顕著な山であって、ちょうど「また、ドゥリキオンと神聖なるエキナデス群島から来る者たちは」と言いながらドゥリキオン自体がエキナデス群島に属している場合や、また「また、ブープラシオンとエリスを(領する者たちは)」と言いながらブープラシオンがエリス内にある場合、さらに「また、エウボイア、およびカルキスとエイレトリアを領する者たちは」と言いながらこれらがエウボイアにある場合、また「トロイア人とリュキア人とダルダノス人」と言いながら彼らもまたトロイア人である場合と同じことである)、ただし、とにかく彼はネリトスの後にこう言っている。
πλὴν μετά γε Νήριτον φησί
"
καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,
οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο.
「また、クロキュレイアと険しきアイギリプスを領せり、またザキュントスを領する者ら、およびサモスを囲み領せし者ら、また大陸を領する者ら、および対岸を領せし者ら。
"
ἤπειρον μὲν οὖν τὰ ἀντιπέρα τῶν νήσων βούλεται λέγειν, ἅμα τῇ Λευκάδι καὶ τὴν ἄλλην Ἀκαρνανίαν συμπεριλαβεῖν βουλόμενος, περὶ ἧς καὶ οὕτω λέγει
"
δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι, τόσα πώεα μήλων,
"
τάχα τῆς Ἠπειρώτιδος τὸ παλαιὸν μέχρι δεῦρο διατεινούσης καὶ ὀνόματι κοινῷ ἠπείρου λεγομένης·
」さて、彼は「大陸」によって島々の対岸を意味しようとしており、レウカスとともにその他のアカルナニアをも含めようと望んでいる。 それについては彼もまたこう言っている。 「大陸には十二の牛群、それと同数の羊の群れがあり、」おそらく古くはエペイロスの地がここまで及んでおり、共通の名称である「大陸」という名で呼ばれていたためであろう。
Σάμον δὲ τὴν νῦν Κεφαλληνίαν, ὡς καὶ ὅταν φῇ
"
ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
また「サモス」によって、彼は現在のケファレニアを指している。 これは、彼が「イタケと、険しきサモスの間の海峡において」と言うときと同様である。
"
τῷ γὰρ ἐπιθέτῳ τὴν ὁμωνυμίαν διέσταλται, ὡς οὐκ ἐπὶ τῆς πόλεως ἀλλʼ ἐπὶ τῆς νήσου τιθεὶς τοὔνομα.
なぜなら、彼は形容詞によってその同名異義(の曖昧さ)を区別しており、その名前を都市ではなく島に対して用いているからである。
τετραπόλεως γὰρ οὔσης τῆς νήσου μία τῶν τεττάρων ἐστὶν ἡ καὶ Σάμος καὶ Σάμη καλουμένη καθʼ ἑκάτερον τοὔνομα, ὁμωνυμοῦσα τῇ νήσῳ.
というのも、この島は四都市からなっており、その四つのうちの一つが「サモス」とも「サメ」とも両方の名前で呼ばれており、島と同名だからである。
ὅταν δʼ εἴπῃ
"
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
"
τῶν νήσων ἀριθμὸν ποιῶν δῆλός ἐστι καὶ Σάμην καλῶν τὴν νῆσον, ἣν πρότερον Σάμον ἐκάλεσεν.
しかし、彼が「ドゥリキオンとサメ、そして森深いザキュントスの、諸島において支配権をもつ有力者たちのすべては」と言うとき、彼が島々の数え上げを行っており、以前にサモスと呼んだ島をサメと呼んでいることは明らかである。
Ἀπολλόδωρος δὲ τοτὲ μὲν τῷ ἐπιθέτῳ λέγων διεστάλθαι τὴν ἀμφιβολίαν εἰπόντα
"
Σάμοιό τε παιπαλοέσσης,
"
ὡς τὴν νῆσον λέγοντα, τοτὲ δὲ γράφεσθαι δεῖν
"
Δουλιχίῳ τε Σάμῳ τε
"
ἀλλὰ μή
Σάμῃ τε
δῆλός ἐστι τὴν μὲν πόλιν Σάμην καὶ Σάμον συνωνύμως ὑπολαμβάνων ἐκφέρεσθαι, τὴν δὲ νῆσον Σάμον μόνον·
一方アポロドロスは、ある時には、詩人が「険しきサモスの」と言ったことで形容詞によって曖昧さが区別されたと述べて島を意味しているとし、またある時には、「サメと」ではなく「ドゥリキオンとサモスと」と書くべきであると述べることで、都市の方は「サメ」および「サモス」と同義的に表現され、島の方は「サモス」とのみ表現されると仮定していることが明らかである。
ὅτι γὰρ Σάμη λέγεται ἡ πόλις δῆλον εἶναι ἔκ τε τοῦ διαριθμούμενον τοὺς ἐξ ἑκάστης πόλεως μνηστῆρας φάναι
"
ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασι,
"
καὶ ἐκ τοῦ περὶ τῆς Κτιμένης λόγου
"
τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν.
なぜなら、都市がサメと呼ばれることは、詩人が各都市からの求婚者を数え上げる中で「サメからは二十と四人の男たちなり」と言っていることからも、またクティメネに関する話の中で「彼女をその後、サメへと与えたり」と言っていることからも明らかだからである。
"
ἔχει δὲ ταῦτα λόγον.
これらの議論にはもっともな理由がある。
οὐ γὰρ εὐκρινῶς ἀποδίδωσιν ὁ ποιητὴς οὔτε περὶ τῆς Κεφαλληνίας οὔτε περὶ τῆς Ἰθάκης καὶ τῶν ἄλλων πλησίον τόπων, ὥστε καὶ οἱ ἐξηγούμενοι διαφέρονται καὶ οἱ ἱστοροῦντες.
というのも、詩人はケファレニアについてもイタケについても、また近隣の他の場所についても、明確に叙述を提示していないため、注釈家たちも歴史家たちも意見を異にしているのである。
§10.2.11αὐτίκα γὰρ ἐπὶ τῆς Ἰθάκης ὅταν φῇ
"
οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον,
"
ὅτι μὲν τὸ Νήριτον ὄρος λέγει τῷ ἐπιθέτῳ δηλοῖ.
例えば、イタケについて彼が「イタケと葉を揺らすネリトスを領する者たち」と言うとき、彼が「ネリトス」によって山を意味していることは、その形容詞によって示されている。
ἐν ἄλλοις δὲ καὶ ῥητῶς ὄρος
"
ναιετάω δʼ Ἰθάκην εὐδείελον·
また他の箇所では明示的に山としてこう言っている。
ἐν δʼ ὄρος αὐτῇ,
Νήριτον εἰνοσίφυλλον ἀριπρεπές.
「我は陽光に恵まれたイタケに住まう。 その中には山があり、葉を揺らす、際立って美しきネリトスなり。
"
Ἰθάκην δʼ εἴτε τὴν πόλιν εἴτε τὴν νῆσον λέγει, οὐ δῆλον ἐν τούτῳ γε τῷ ἔπει
"
οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον.
」しかし、「イタケ」によって彼が都市を言っているのか、あるいは島を言っているのかは、少なくとも「イタケとネリトスを領する者たち」というこの詩行においては明らかではない。
"
κυρίως μὲν γὰρ ἀκούων τις τὴν πόλιν δέξαιτʼ ἄν, ὡς καὶ Ἀθήνας καὶ Λυκαβηττὸν εἴ τις λέγοι, καὶ Ῥόδον καὶ Ἀτάβυριν, καὶ ἔτι Λακεδαίμονα καὶ Ταΰγετον· ποιητικῶς δὲ τοὐναντίον.
なぜなら、言葉の本来の意味通りに聞くならば、例えば「アテナイとリュカベトス」、「ロドスとアタビュリス」、さらに「ラケダイモンとタイゲトス」と言う人がいる場合のように、人は都市として受け取るであろうが、詩的表現としてはその逆になるからである。
ἐν μέντοι τῷ
"
ναιετάω δʼ Ἰθάκην εὐδείελον·
しかしながら、「我は陽光に恵まれたイタケに住まう。
ἐν δʼ ὄρος αὐτῇ
Νήριτον
"
·
その中にはネリトスの山があり」という箇所においては(島を意味している)。
ἐν γὰρ τῇ νήσῳ οὐκ ἐν τῇ πόλει τὸ ὄρος.
なぜなら、山は都市の中ではなく、島の中にあるからである。
ὅταν δὲ οὕτω φῇ
"
ἡμεῖς ἐξ Ἰθάκης ὑπὸ Νηίου εἰλήλουθμεν,
"
ἄδηλον, εἴτε τὸ αὐτὸ τῷ Νηρίτῳ λέγει τὸ Νήιον εἴτε ἕτερον ἢ ὄρος ἢ χωρίον.
また、彼が「我らはネイオンの(麓にある)イタケより来れり」とこのように言うとき、彼が「ネイオン」によってネリトスと同じものを言っているのか、あるいは別の山か場所を言っているのかは不明である。