Humanitext Reader

ストラボン · 地理誌 §10.2.6-10.2.9

アイトリアの古都とアカルナニア沿岸およびレウカス島

317 / 577 箇所 · ギリシア語

要旨

アイトリアの古都オレノスとピュレネの歴史的変遷、ヘラニコスの記述に対する批判、そしてアクティオンやレウカスなどアカルナニア沿岸地域と島々の地理的・歴史的関係、さらにレウカタス岬の飛び込みに関する伝説や宗教的儀礼について論じる。

§10.2.6καὶ Ὤλενον δὲ καὶ Πυλήνην ὀνομάζει πόλεις ὁ ποιητὴς Αἰτωλικάς, ὧν τὴν μὲν Ὤλενον ὁμωνύμως τῇ Ἀχαϊκῇ λεγομένην Αἰολεῖς κατέσκαψαν, πλησίον οὖσαν τῆς νεωτέρας Πλευρῶνος, τῆς δὲ χώρας ἠμφισβήτουν Ἀκαρνᾶνες·
また、詩人はオレノスとピュレネをアイトリアの都市と呼んでいる。 これらのうち、アカイアの同名の町と同じように呼ばれるオレノスは、新しいプレウロンの近くにあったが、アイオリス人によって破壊され、その土地をめぐってアカルナニア人が争った。
τὴν δὲ Πυλήνην μετενέγκαντες εἰς τοὺς ἀνώτερον τόπους ἤλλαξαν αὐτῆς καὶ τοὔνομα Πρόσχιον καλέσαντες.
ピュレネについては、彼らはこれをより高い土地へと移転させて、その名前をも変え、プロスキオンと呼んだ。
Ἑλλάνικος δʼ οὐδὲ τὴν περὶ ταύτας ἱστορίαν οἶδεν, ἀλλʼ ὡς ἔτι καὶ αὐτῶν οὐσῶν ἐν τῇ ἀρχαίᾳ καταστάσει μέμνηται, τὰς δʼ ὕστερον καὶ τῆς τῶν Ἡρακλειδῶν καθόδου κτισθείσας Μακυνίαν καὶ Μολύκρειαν ἐν ταῖς ἀρχαίαις καταλέγει, πλείστην εὐχέρειαν ἐπιδεικνύμενος ἐν πάσῃ σχεδόν τι τῇ γραφῇ.
ヘラニコスは、これらの都市に関する歴史すら知らず、それらがまだ古代の状態のままで存在しているかのように言及しており、他方で、ヘラクレス一族の帰還よりも後になって建設されたマキュニアやモリュクレイアを、古代の都市の中に数え上げており、彼の著作のほぼ全体において、極めて杜撰な態度を示している。
§10.2.7καθόλου μὲν οὖν ταῦτα περὶ τῆς χώρας ἐστὶ τῆς τῶν Ἀκαρνάνων καὶ τῶν Αἰτωλῶν, περὶ δὲ τῆς παραλίας καὶ τῶν προκειμένων νήσων ἔτι καὶ ταῦτα προσληπτέον·
さて、全体として、これらがアカルナニア人とアイトリア人の土地に関する事柄であるが、沿岸地域および前方に位置する島々については、さらに以下のことを付け加えなければならない。
ἀπὸ γὰρ τοῦ στόματος ἀρξαμένοις τοῦ Ἀμβρακικοῦ κόλπου πρῶτόν ἐστιν Ἀκαρνάνων χωρίον τὸ Ἄκτιον.
というのも、アンブラキア湾の湾口から始める者にとって、アカルナニア人の最初の場所はアクティオンだからである。
ὁμωνύμως δὲ λέγεται τό τε ἱερὸν τοῦ Ἀκτίου Ἀπόλλωνος καὶ ἡ ἄκρα ἡ ποιοῦσα τὸ στόμα τοῦ κόλπου, ἔχουσα καὶ λιμένα ἐκτός.
アクティオンのアポロン神殿と、湾口を形成し外側に港を持つ岬とは、同じ名前で呼ばれている。
τοῦ δʼ ἱεροῦ τετταράκοντα μὲν σταδίους ἀπέχει τὸ Ἀνακτόριον ἐν τῷ κόλπῳ ἱδρυμένον, διακοσίους δὲ καὶ τετταράκοντα ἡ Λευκάς.
この神殿から、湾内に位置するアナクトリオンまでは四十スタディオン、レウカスまでは二百四十スタディオン離れている。
§10.2.8αὕτη δʼ ἦν τὸ παλαιὸν μὲν χερρόνησος τῆς Ἀκαρνάνων γῆς, καλεῖ δʼ ὁ ποιητὴς αὐτὴν ἀκτὴν ἠπείροιο, τὴν περαίαν τῆς Ἰθάκης καὶ τῆς Κεφαλληνίας ἤπειρον καλῶν· αὕτη δʼ ἐστὶν ἡ Ἀκαρνανία·
このレウカスは、古くはアカルナニア人の土地の半島であった。 そして詩人はそれを「大陸の沿岸」と呼んでいるが、それはイタケとケファレニアの対岸を「大陸」と呼んでいるからであり、この対岸こそがアカルナニアである。
ὥστε, ὅταν φῇ ἀκτὴν ἠπείροιο, τῆς Ἀκαρνανίας ἀκτὴν δέχεσθαι δεῖ.
したがって、彼が「大陸の沿岸」と言うとき、アカルナニアの沿岸と受け取らねばならない。
τῆς δὲ Λευκάδος ἥ τε Νήριτος, ἥν φησιν ἑλεῖν ὁ Λαέρτης " ἦ μὲν Νήριτον εἷλον ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων, " καὶ ἃς ἐν καταλόγῳ φησί " καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν.
レウカスに属するものとしては、ラエルテスが攻略したと彼が言うネリトスがあり、 "まことに我はネリトスを、よく築かれた都市を攻略せり、大陸の沿岸にて、ケファレニア人らを支配しつつ" また、カタログにおいて彼が言うところの、 "また、クロキュレイアと険しきアイギリプスを領せり" がある。
" Κορίνθιοι δὲ πεμφθέντες ὑπὸ Κυψέλου καὶ Γόργου ταύτην τε κατέσχον τὴν ἀκτὴν καὶ μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου προῆλθον, καὶ ἥ τε Ἀμβρακία συνῳκίσθη καὶ Ἀνακτόριον, καὶ τῆς χερρονήσου διορύξαντες τὸν ἰσθμὸν ἐποίησαν νῆσον τὴν Λευκάδα, καὶ μετενέγκαντες τὴν Νήριτον ἐπὶ τὸν τόπον, ὃς ἦν ποτὲ μὲν ἰσθμὸς νῦν δὲ πορθμὸς γεφύρᾳ ζευκτός, μετωνόμασαν Λευκάδα, ἐπώνυμον δοκῶ μοι τοῦ Λευκάτα·
コリンス人たちは、キュプセロスとゴルゴスによって派遣され、この沿岸を占拠し、アンブラキア湾にまで進出した。 そして、アンブラキアとアナクトリオンが共同建設され、半島の地峡を掘り割って、レウカスを島とし、かつては地峡であり現在は橋で結ばれた海峡となっている場所へとネリトスを移転させ、名をレウカスと改めた。 これはレウカタスにちなんで名付けられたと私は考える。
πέτρα γάρ ἐστι λευκὴ τὴν χρόαν, προκειμένη τῆς Λευκάδος εἰς τὸ πέλαγος καὶ τὴν Κεφαλληνίαν, ὡς ἐντεῦθεν τοὔνομα λαβεῖν.
なぜなら、レウカスの前方、外海とケファレニアに向けて突き出ている、その色が白い岩があり、そこからその名前を得たからである。
§10.2.9ἔχει δὲ τὸ τοῦ Λευκάτα Ἀπόλλωνος ἱερὸν καὶ τὸ ἅλμα τὸ τοὺς ἔρωτας παύειν πεπιστευμένον·
レウカタスのアポロン神殿にはまた、恋心を終わらせると信じられている「飛び込み」の場所がある。
" οὗ δὴ λέγεται πρώτη Σαπφώ " ὥς φησιν ὁ Μένανδρος " τὸν ὑπέρκομπον θηρῶσα Φάωνʼ οἰστρῶντι πόθῳ ῥῖψαι πέτρας ἀπὸ τηλεφανοῦς ἅλμα κατʼ εὐχὴν σήν, δέσποτʼ ἄναξ.
"そこに、サッポーが最初に" とメナンドロスが言うように、 "傲慢なパオンを追い求め、狂おしい思慕を抱きつつ、遠くから見える岩から、あなたの祈りに応じて飛び降りたと言われている、主なる王よ。
" ὁ μὲν οὖν Μένανδρος πρώτην ἁλέσθαι λέγει τὴν Σαπφώ, οἱ δʼ ἔτι ἀρχαιολογικώτεροι Κέφαλόν φασιν ἐρασθέντα Πτερέλα τὸν Δηιονέως.
"メナンドロスはサッポーが最初に飛び降りたと言っているが、さらに古い歴史を語る者たちは、デイオネウスの子プテレラスに恋をしたケパロスであると言っている。
ἦν δὲ καὶ πάτριον τοῖς Λευκαδίοις κατʼ ἐνιαυτὸν ἐν τῇ θυσίᾳ τοῦ Ἀπόλλωνος ἀπὸ τῆς σκοπῆς ῥιπτεῖσθαί τινα τῶν ἐν αἰτίαις ὄντων ἀποτροπῆς χάριν, ἐξαπτομένων ἐξ αὐτοῦ παντοδαπῶν πτερῶν καὶ ὀρνέων ἀνακουφίζειν δυναμένων τῇ πτήσει τὸ ἅλμα, ὑποδέχεσθαι δὲ κάτω μικραῖς ἁλιάσι κύκλῳ περιεστῶτας πολλοὺς καὶ περισώζειν εἰς δύναμιν τῶν ὅρων ἔξω τὸν ἀναληφθέντα.
また、レウカス人たちの先祖伝来の習わしとして、毎年アポロンの犠牲祭の際に、罪を着せられた者の一人を災厄除けのために見張り台から投げ落とすことがあった。 その際、彼の体には、その羽ばたきによって飛び降りを和らげることができるあらゆる種類の羽や鳥が結びつけられており、下では多くの人々が小さな漁船に乗って周囲を囲んで待ち受け、彼を受け止めて、可能な限り領土の外へと救い出していた。
ὁ δὲ τὴν Ἀλκμαιονίδα γράψας, Ἰκαρίου τοῦ Πηνελόπης πατρὸς υἱεῖς γενέσθαι δύο, Ἀλυζέα καὶ Λευκάδιον, δυναστεῦσαι δʼ ἐν τῇ Ἀκαρνανίᾳ τούτους μετὰ τοῦ πατρός·
他方、『アルクマイオニス』の著者は、ペネロペの父イカリオスの息子はアリュゼウスとレウカディオスの二人であり、彼らが父とともにアカルナニアを支配したと述べている。
τούτων οὖν ἐπωνύμους τὰς πόλεις Ἔφορος λέγεσθαι δοκεῖ.
エポロスによれば、これらの都市は、彼らにちなんで名付けられたと言われているようである。

語釈・文法注

  1. 10.2.6ὡς ἔτι καὶ αὐτῶν οὐσῶν — 接続詞 ὡς に導かれた独立属格(genitive absolute)の構造。Ἑλλάνικος が主節の主語であり、ὡς は伝聞内容に対する主観的な前提(「〜であるかのように」)を表している。
  2. 10.2.8τῆς δὲ Λευκάδος — 属格 τῆς Λευκάδος は所属あるいは部分を表し、「レウカスに属するものとして(ネリトスがある)」という関係を示す。存在を表す動詞 ἐστί(ν) が省略されている。
  3. 10.2.8ἐπώνυμον δοκῶ μοι τοῦ Λευκάτα — δοκῶ μοι は「私には〜と思われる」という一人称の慣用表現。形容詞 ἐπώνυμον は「〜にちなんで名付けられた」を意味し、起源を示す属格 τοῦ Λευκάτα を支配している。
  4. 10.2.9ὁ δὲ τὴν Ἀλκμαιονίδα γράψας — 伝聞の内容(対格不定詞句)を導くための主動詞(ἔφη 「〜と言った」など)が省略されており、主語を示す分詞句だけが残されている構造。

この箇所を引用する

ストラボン, 地理誌 §10.2.6-10.2.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.2.6-10.2.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。