Humanitext Reader

斯特拉波 · 地理学 §10.2.10-10.2.11

荷马史诗中的凯法莱尼亚人与周边岛屿考

第 318 段,共 577 段 · 希腊语

内容简介

斯特拉波探讨了荷马史诗中“凯法莱尼亚人”的适用范围,以及“萨摩斯”、“萨梅”和“意萨卡”等地理名称(指代岛屿还是城市)的模糊性,并分析了阿波罗多罗斯等学者的不同解释。

§10.2.10Κεφαλλῆνας δὲ νῦν μὲν τοὺς ἐκ τῆς νήσου τῆς Κεφαλληνίας λέγουσιν, Ὅμηρος δὲ πάντας τοὺς ὑπὸ τῷ Ὀδυσσεῖ, ὧν εἰσι καὶ οἱ Ἀκαρνᾶνες· εἰπὼν γάρ " αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας, οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον " (τὸ ἐν ταύτῃ ὄρος ἐπιφανές, ὡς καί " οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων " καὶ αὐτοῦ τοῦ Δουλιχίου τῶν Ἐχινάδων ὄντος· καί " οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα " καὶ τοῦ Βουπρασίου ἐν Ἤλιδι ὄντος· " οἳ δʼ Εὔβοιαν ἔχον καὶ Χαλκίδα τʼ Εἰρέτριάν τε " καὶ τούτων ἐν Εὐβοίᾳ οὐσῶν· καί " Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι " ὡς καὶ ἐκείνων Τρώων ὄντων)· πλὴν μετά γε Νήριτον φησί " καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο, οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο.
现在人们把源自凯法莱尼亚岛的人称为“凯法莱尼亚人”,而荷马则以此称呼奥德修斯统辖下的所有人,其中也包括阿卡纳尼亚人;因为他说:“而奥德修斯率领着凯法莱尼亚人,他们占有意萨卡和树叶摇曳的内里托斯,” (这是该岛上一座显著的山,正如在“那些来自杜利基翁和神圣的埃奇纳德斯群岛的人”中,杜利基翁本身就属于埃奇纳德斯群岛;以及“那些占有布普拉西翁和埃利斯的人”,而布普拉西翁就在埃利斯境内;以及“那些占有埃维亚、哈尔基斯和埃雷特里亚的人”,而这些地方都在埃维亚境内;以及“特洛伊人、吕基亚人和达达尼亚人”,因为那些人也同样是特洛伊人);无论如何,在内里托斯之后他说: “他们还居住在克罗基莱亚和险峻的埃吉利普斯,以及那些占有扎昆索斯和居住在萨摩斯周围的人,以及那些占有大陆和居住在对岸的人。
" ἤπειρον μὲν οὖν τὰ ἀντιπέρα τῶν νήσων βούλεται λέγειν, ἅμα τῇ Λευκάδι καὶ τὴν ἄλλην Ἀκαρνανίαν συμπεριλαβεῖν βουλόμενος, περὶ ἧς καὶ οὕτω λέγει " δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι, τόσα πώεα μήλων, " τάχα τῆς Ἠπειρώτιδος τὸ παλαιὸν μέχρι δεῦρο διατεινούσης καὶ ὀνόματι κοινῷ ἠπείρου λεγομένης· Σάμον δὲ τὴν νῦν Κεφαλληνίαν, ὡς καὶ ὅταν φῇ " ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
” 因此,关于“大陆”,他意指诸岛的对岸,希望将莱夫卡斯与阿卡纳尼亚的其他部分一并包括在内,关于这片土地,他也曾这样说: “大陆上有十二群牛,同等数量的羊群,” 这大概是因为在古代,伊庇鲁斯一直延伸到这个地方,并被称为“大陆”这一通用名称;而他所说的“萨摩斯”是指现在的凯法莱尼亚,正如他所说的:“在意萨卡与险峻的萨摩斯之间的海峡中。
" τῷ γὰρ ἐπιθέτῳ τὴν ὁμωνυμίαν διέσταλται, ὡς οὐκ ἐπὶ τῆς πόλεως ἀλλʼ ἐπὶ τῆς νήσου τιθεὶς τοὔνομα.
”因为他用这个形容词区分了同名的模糊性,将这个名字用于岛屿而非城市。
τετραπόλεως γὰρ οὔσης τῆς νήσου μία τῶν τεττάρων ἐστὶν ἡ καὶ Σάμος καὶ Σάμη καλουμένη καθʼ ἑκάτερον τοὔνομα, ὁμωνυμοῦσα τῇ νήσῳ.
因为该岛由四个城市组成,四个城市中的一个是同时被称为萨摩斯和萨梅的,无论用哪个名字,都与岛屿同名。
ὅταν δʼ εἴπῃ " ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, " τῶν νήσων ἀριθμὸν ποιῶν δῆλός ἐστι καὶ Σάμην καλῶν τὴν νῆσον, ἣν πρότερον Σάμον ἐκάλεσεν.
但当他说:“所有在诸岛中拥有统治权的主流贵族们,无论是在杜利基翁、萨梅还是在森林茂密的扎昆索斯,”显然他是在对岛屿进行列举,并将他先前称为萨摩斯的岛屿称为萨梅。
Ἀπολλόδωρος δὲ τοτὲ μὲν τῷ ἐπιθέτῳ λέγων διεστάλθαι τὴν ἀμφιβολίαν εἰπόντα " Σάμοιό τε παιπαλοέσσης, " ὡς τὴν νῆσον λέγοντα, τοτὲ δὲ γράφεσθαι δεῖν " Δουλιχίῳ τε Σάμῳ τε " ἀλλὰ μή Σάμῃ τε δῆλός ἐστι τὴν μὲν πόλιν Σάμην καὶ Σάμον συνωνύμως ὑπολαμβάνων ἐκφέρεσθαι, τὴν δὲ νῆσον Σάμον μόνον·
然而阿波罗多罗斯——一方面说当他写道“以及险峻的萨摩斯”时,歧义已被形容词所消除,指的是岛屿,另一方面又说应当写作“杜利基翁与萨摩斯”而非“与萨梅”——显然他假定城市可以同义地表达为萨梅和萨摩斯,而岛屿则仅表达为萨摩斯。
ὅτι γὰρ Σάμη λέγεται ἡ πόλις δῆλον εἶναι ἔκ τε τοῦ διαριθμούμενον τοὺς ἐξ ἑκάστης πόλεως μνηστῆρας φάναι " ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασι, " καὶ ἐκ τοῦ περὶ τῆς Κτιμένης λόγου " τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν.
因为城市被称为萨梅,这显然也是因为,当他列举来自各个城市的求婚者时,他说:“而来自萨梅的有二十四人,”以及从关于克提墨涅的记述中:“此后他们确实将她嫁往萨梅。
" ἔχει δὲ ταῦτα λόγον.
”这些论点是有道理的。
οὐ γὰρ εὐκρινῶς ἀποδίδωσιν ὁ ποιητὴς οὔτε περὶ τῆς Κεφαλληνίας οὔτε περὶ τῆς Ἰθάκης καὶ τῶν ἄλλων πλησίον τόπων, ὥστε καὶ οἱ ἐξηγούμενοι διαφέρονται καὶ οἱ ἱστοροῦντες.
因为诗人关于凯法莱尼亚、意萨卡以及附近其他地方的叙述都不够清晰,以致于注释家和历史学家们的意见也各不相同。
§10.2.11αὐτίκα γὰρ ἐπὶ τῆς Ἰθάκης ὅταν φῇ " οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον, " ὅτι μὲν τὸ Νήριτον ὄρος λέγει τῷ ἐπιθέτῳ δηλοῖ.
例如,关于意萨卡,当他说“占有意萨卡和树叶摇曳的内里托斯的人”时,他通过形容词表明他所说的内里托斯是一座山。
ἐν ἄλλοις δὲ καὶ ῥητῶς ὄρος " ναιετάω δʼ Ἰθάκην εὐδείελον· ἐν δʼ ὄρος αὐτῇ, Νήριτον εἰνοσίφυλλον ἀριπρεπές.
在其他地方他也明确地称之为山: “我居住在清晰可见的意萨卡;其中有一座山,即树叶摇曳、格外瞩目的内里托斯。
" Ἰθάκην δʼ εἴτε τὴν πόλιν εἴτε τὴν νῆσον λέγει, οὐ δῆλον ἐν τούτῳ γε τῷ ἔπει " οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον.
” 但他所说的“意萨卡”究竟是指城市还是指岛屿,至少在“占有意萨卡和内里托斯的人”这一诗句中是不明确的。
" κυρίως μὲν γὰρ ἀκούων τις τὴν πόλιν δέξαιτʼ ἄν, ὡς καὶ Ἀθήνας καὶ Λυκαβηττὸν εἴ τις λέγοι, καὶ Ῥόδον καὶ Ἀτάβυριν, καὶ ἔτι Λακεδαίμονα καὶ Ταΰγετον· ποιητικῶς δὲ τοὐναντίον.
因为如果按严格字面意思理解,人们会将其理解为城市,就像如果有人说“雅典和利卡贝托斯”、“罗得和阿塔比里斯”,以及“拉刻代蒙和泰格托斯”一样;但相反地,在诗歌表达中则指岛屿。
ἐν μέντοι τῷ " ναιετάω δʼ Ἰθάκην εὐδείελον· ἐν δʼ ὄρος αὐτῇ Νήριτον " · ἐν γὰρ τῇ νήσῳ οὐκ ἐν τῇ πόλει τὸ ὄρος.
然而,在“我居住在清晰可见的意萨卡,其中有内里托斯山”这一句中,显然指的是岛屿;因为山是在岛上,而不是在城市里。
ὅταν δὲ οὕτω φῇ " ἡμεῖς ἐξ Ἰθάκης ὑπὸ Νηίου εἰλήλουθμεν, " ἄδηλον, εἴτε τὸ αὐτὸ τῷ Νηρίτῳ λέγει τὸ Νήιον εἴτε ἕτερον ἢ ὄρος ἢ χωρίον.
当他又说“我们来自内翁治下的意萨卡”时,尚不清楚他所说的内翁是指与内里托斯相同的地方,还是指另外一座山或另一个地点。

词汇与语法注释

  1. §10.2.10αὐτοῦ τοῦ Δουλιχίου τῶν Ἐχινάδων ὄντος — 由名词 αὐτοῦ τοῦ Δουλιχίου 与现在分词 ὄντος 构成的属格独立结构。前接的 ὡς 给“杜利基翁本身属于埃奇纳德斯群岛”这一事实增添了主观解释或原因的色彩(以……为由,虽然……)。
  2. §10.2.10διέσταλται — 动词 διαστέλλω(区分)的完成时中被动语态第三人称单数。此处既可理解为“中动语态”,意为主语(荷马)主动做出了区分;也可以理解为“被动语态”,意为“(同名异义的模糊性)已被区分”。在上下文中,作为中动语态阅读更为自然。
  3. §10.2.10δῆλός ἐστι — 由 δῆλός ἐστι 搭配分词 ὑπολαμβάνων 构成的个人非人称结构(personal construction),意为“显然阿波罗多罗斯假定……”。由于中间插入了由 τοτὲ μὲν ... τοτὲ δὲ ... 引导的冗长对比从句,句子的主格主语 Ἀπολλόδωρος 与主谓语 δῆλός ἐστι 之间发生了大幅度的离隔。
  4. §10.2.11τοὐναντίον — 对比结构中动词短语的省略。承接前半句的 ἄν 搭配希求语气(δέξαιτʼ ἄν,“人们会理解为……”),后半句的 ποιητικῶς δὲ τοὐναντίον 应当补足省略部分,理解为“相反地,在诗意表达中人们会理解为岛屿(δέξαιτʼ ἂν τὴν νῆσον)”。

引用这一段

斯特拉波, 地理学 §10.2.10-10.2.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.2.10-10.2.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。