§1.3.9̔η μὲν οὖν ἔφοδος τοῦ κύματος ἔχει τινὰ βίαν ὥστʼ ἀπωθεῖσθαι τὸ ἀλλότριον.
したがって、波の押し寄せは、異物を押し返すような、ある程度の力を持っている。
καὶ δὴ καὶ κάθαρσίν τινα τῆς θαλάττης ταύτην φασί, καθʼ ἣν καὶ τὰ νεκρὰ σώματα καὶ τὰ ναυάγια εἰς γῆν ἐκκυμαίνεται.
そして、まさにこれこそが海の「浄化」であると言われており、これによって死体や難破船の破片も波によって陸へと打ち上げられるのである。
ἡ δʼ ἀναχώρησις οὐκ ἔχει τοσαύτην βίαν ὥστε νεκρὸν ἢ ξύλον ἢ τὸ κουφότατον, φελλόν, ὑπὸ τοῦ κύματος εἰς γῆν ἀναβληθῆναι, οὕτω δὲ καὶ τῶν πλησίον αὐτῆς τόπων εἰς τὸ πέλαγος προπεσεῖν ὑποληφθέντων ὑπὸ τοῦ κύματος.
しかし、引き波にはそれほどの力がないため、死体や木片、あるいは最も軽いコルクでさえ、波によって陸地へと打ち上げられたままであり、それと同様に、海岸の近くの場所から海へと転落したと仮定される土砂についても同じことが言える。
οὕτω δὴ καὶ τὴν χοῦν καὶ τὸ σὺν αὐτῇ τεθολωμένον ὕδωρ ἐκκυμαίνεσθαι συμβαίνει, καὶ τοῦ βάρους ἅμα συνεργοῦντος ὥστε θᾶττον κατενεχθῆναι πρὸς τὴν γῆν κάτω, πρὶν εἰς τὸ πρόσω πελαγίσαι.
このようにして、土砂とそれによって濁った水もまた波によって押し戻されることになり、同時にその重さも作用して、前方の外海へと進み出る前に、より速く陸地の方へと下方に沈殿するのである。
καὶ γὰρ ἡ τοῦ ποταμοῦ βία παύεται μικρὸν προελθοῦσα τοῦ στόματος.
なぜなら、川の勢いも河口から少し進むと衰えるからである。
οὕτω μὲν οὖν ἐνδέχεται προσχωσθῆναι τὸ πέλαγος πᾶν, ἀπὸ τῶν αἰγιαλῶν ἀρξάμενον, ἂν συνεχεῖς ἔχῃ τὰς ἐκ τῶν ποταμῶν ἐπιρρύσεις.
したがって、このようにして、もし川からの連続的な流入があるならば、海岸から始まって、海全体が埋め立てられることがあり得るのである。
τοῦτο δʼ ἂν συμβαίη, κἂν τοῦ Σαρδονίου πελάγους βαθύτερον ὑποθώμεθα τὸν Πόντον, ὅπερ λέγεται τῶν ἀναμετρηθέντων βαθύτατον χιλίων που ὀργυιῶν, ὡς Ποσειδώνιός φησι.
このことは、ポントス海がサルドニア海(これは測量された海の中で最も深く、ポセイドニオスによれば約千オルギュイアに達すると言われているが)よりも深いと仮定したとしても、起こり得るだろう。
§1.3.10τὴν μὲν οὖν τοιαύτην αἰτιολογίαν ἧττον ἄν τις ἀποδέξαιτο·
さて、このような原因論は、あまり受け入れがたいかもしれない。
μᾶλλον δʼ ἀπὸ τῶν φανερωτέρων καὶ τῶν καθʼ ἡμέραν τρόπον τινὰ ὁρωμένων ἀναπτέον τὸν λόγον·
むしろ、より明白で、ある意味で日々目にする事象から議論を組み立てるべきである。
καὶ γὰρ κατακλυσμοὶ καὶ σεισμοὶ καὶ ἀναφυσήματα καὶ ἀνοιδήσεις τῆς ὑφάλου γῆς μετεωρίζουσι καὶ τὴν θάλατταν, αἱ δὲ συνιζήσεις ταπεινοῦσιν αὐτήν·
なぜなら、洪水や地震、海底の隆起や噴出が海をも上昇させ、一方で地盤の沈下は海を低下させるからである。
οὐ γὰρ μύδροι μὲν ἀνενεχθῆναι δύνανται καὶ μικραὶ νῆσοι, μεγάλαι δʼ οὔ·
というのも、熱い岩塊や小さな島々は押し上げられ得るのに、大きな島々は押し上げられ得ないということはないし、島々は押し上げられ得るのに、大陸は押し上げられ得ないということはないからである。
οὐδὲ νῆσοι μέν, ἤπειροι δʼ οὔ.
同様に、沈下も大小を問わず起こり得る。
ὁμοίως δὲ καὶ συνιζήσεις καὶ μικραὶ καὶ μεγάλαι γένοιντʼ ἄν, εἴπερ καὶ χάσματα καὶ καταπόσεις χωρίων καὶ κατοικιῶν, ὡς ἐπὶ Βούρας τε καὶ Βιζώνης καὶ ἄλλων πλειόνων, ὑπὸ σεισμοῦ γενέσθαι φασί·
もし実際に、ブーラやビゾネ、その他多くの場所のように、地震によって土地や住居の裂け目や陥没が生じたと言われているのならば。
καὶ τὴν Σικελίαν οὐδέν τι μᾶλλον ἀπορρῶγα τῆς Ἰταλίας εἰκάζοι τίς ἂν ἢ ἀναβληθεῖσαν ὑπὸ τοῦ Αἰτναίου πυρὸς ἐκ βυθοῦ συμμεῖναι·
そして、シキリアについても、イタリアから引き裂かれたと推測するよりは、エトナの火によって海底から押し上げられてそのまま留まっていると推測する方が、全く理にかなっていないわけではない。
ὡσαύτως δὲ καὶ τὰς Λιπαραίων νήσους καὶ Πιθηκούσσας.
リパラリアの島々やピテクサイについても同様である。
§1.3.11̔ο δʼ οὕτως ἡδύς ἐστιν ὥστε καὶ μαθηματικὸς ὢν οὐδὲ τὴν Ἀρχιμήδους βεβαιοῖ δόξαν, ὅτι φησὶν ἐκεῖνος ἐν τοῖς περὶ τῶν ὀχουμένων, παντὸς ὑγροῦ καθεστηκότος καὶ μένοντος τὴν ἐπιφάνειαν σφαιρικὴν εἶναι, σφαίρας ταὐτὸ κέντρον ἐχούσης τῇ γῇ·
しかし、彼(エラトステネス)は非常に素朴なので、数学者でありながら、アルキメデスが『浮体論』の中で述べている「静止して留まっているあらゆる流体の表面は、地球と同じ中心を持つ球面の形をとる」という説さえ肯定しない。
ταύτην γὰρ τὴν δόξαν ἀποδέχονται πάντες οἱ μαθημάτων πως ἁψάμενοι.
なぜなら、この説は数学を少しでもかじったことのある者なら誰でも受け入れているからである。
ἐκεῖνος δὲ τὴν ἐντὸς θάλατταν, καίπερ μίαν οὖσαν, ὥς φησιν, οὐ νομίζει ὑπὸ μίαν ἐπιφάνειαν τετάχθαι, ἀλλʼ οὐδὲ τοῖς σύνεγγυς τόποις.
しかし彼(エラトステネス)は、内海(地中海)が、彼自身が言うように一つであるにもかかわらず、単一の表面の下に位置しているとは考えておらず、近接する場所同士においてさえそうではないとしている。
καὶ μάρτυράς γε τῆς τοιαύτης ἀμαθίας ἀρχιτέκτονας ἄνδρας ποιεῖται, καὶ τῶν μαθηματικῶν καὶ τὴν ἀρχιτεκτονικὴν μέρος τῆς μαθηματικῆς ἀποφηναμένων.
そして、彼はこのような無知の証人として技術者たちを立てている。 しかも、数学者たちが建築術をも数学の一部と宣言しているにもかかわらず、である。
φησὶ γὰρ καὶ Δημήτριον διακόπτειν ἐπιχειρῆσαι τὸν τῶν Πελοποννησίων ἰσθμὸν πρὸς τὸ παρασχεῖν διάπλουν τοῖς στόλοις, κωλυθῆναι δʼ ὑπὸ τῶν ἀρχιτεκτόνων ἀναμετρησάντων καὶ ἀπαγγειλάντων μετεωροτέραν τὴν ἐν τῷ Κορινθιακῷ κόλπῳ θάλατταν τῆς κατὰ Κεγχρεὰς εἶναι, ὥστε, εἰ διακόψειε τὸ μεταξὺ χωρίον, ἐπικλυσθῆναι ἂν ἅπαντα τὸν περὶ Αἴγιναν πόρον καὶ αὐτὴν Αἴγιναν καὶ τὰς πλησίον νήσους, καὶ μηδὲ τὸν διάπλουν ἂν γενέσθαι χρήσιμον.
なぜなら、彼は、デメトリオスが艦隊の通航を可能にするためにペロポネソス半島の地峡を掘削しようと試みたが、測量を行い、コリンティアコス湾の海面がケンクレアイ付近の海面よりも高いと報告した技術者たちによって阻まれた、と述べているからである。 そのため、もしその間の土地を掘り割ってしまえば、アイギナ周辺の海路全体やアイギナ自体、また近隣の島々が浸水してしまい、その通航自体も役に立たなくなるだろう、というのである。
διὰ δὲ τοῦτο καὶ τοὺς εὐρίπους ῥοώδεις εἶναι, μάλιστα δὲ τὸν κατὰ Σικελίαν πορθμόν, ὅν φησιν ὁμοιοπαθεῖν ταῖς κατὰ τὸν ὠκεανὸν πλημμυρίσι τε καὶ ἀμπώτεσι·
そして、この理由のために海峡には流れ(潮流)が生じるのであり、特にシキリアの海峡がそうであって、彼はその海峡が外洋における満潮と干潮と同様の現象を被っていると述べている。
δὶς γὰρ μεταβάλλειν τὸν ῥοῦν ἑκάστης ἡμέρας καὶ νυκτός, καθάπερ τὸν ὠκεανὸν δὶς μὲν πλημμυρεῖν δὶς δὲ ἀναχωρεῖν.
すなわち、外洋が日に二度満ち、二度退くように、その流れも昼夜それぞれに二度変化するというのである。
τῇ μὲν οὖν πλημμυρίδι ὁμολογεῖν τὸν ἐκ τοῦ Τυρρηνικοῦ πελάγους εἰς τὸ Σικελικὸν καταφερόμενον ὡς ἂν ἐκ μετεωροτέρας ἐπιφανείας, ὃν δὴ καὶ κατιόντα ὀνομάζεσθαι, ὁμολογεῖν δʼ ὅτι καὶ κατὰ τὸν αὐτὸν καιρὸν ἄρχεταί τε καὶ παύεται καθʼ ὃν αἱ πλημμυρίδες·
したがって、ティレニア海からシキリア海へと、まるでより高い水面からであるかのように流れ下る流れ(これはまさに「下る流れ」と呼ばれているが)が、満潮に対応している。 そして、それは満潮が始まり、また終わるのとまさに同じ時に始まり、また終わるということも合致している。
ἄρχεται μὲν γὰρ περὶ τὴν ἀνατολὴν τῆς σελήνης καὶ τὴν δύσιν, λήγει δʼ ὅταν συνάπτῃ τῇ μεσουρανήσει ἑκατέρᾳ, τῇ τε ὑπὲρ γῆς καὶ τῇ ὑπὸ γῆς·
なぜなら、それは月の出および月の入りの頃に始まり、月が地上の、あるいは地下の二つの南中に達する時に終わるからである。
τῇ δὲ ἀμπώτει τὸν ἐναντίον, ὃν ἐξιόντα καλεῖσθαι, ταῖς μεσουρανήσεσι τῆς σελήνης ἀμφοτέραις ἐναρχόμενον, καθάπερ αἱ ἀμπώτεις, ταῖς δὲ συνάψεσι ταῖς πρὸς τὰς ἀνατολὰς καὶ δύσεις παυόμενον.
一方、干潮には逆の流れが対応し、これは「出て行く流れ」と呼ばれるが、干潮と同様に、月の二つの南中の時に始まり、出没の時に終わるのである。