Humanitext Reader

ストラボン · 地理誌 §1.3.12-1.3.14

海峡の潮流とヒッパルコス批判に対する擁護

38 / 577 箇所 · ギリシア語

要旨

ストラボンは、海峡の潮流の原因をめぐるエラトステネスの説に対し、流体力学的な物理的事実と、「接する」という言葉の多義性を指摘しつつ、ヒッパルコスの批判に反論してエラトステネスを擁護する。

§1.3.12περὶ μὲν οὖν τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων εἰρήκασιν ἱκανῶς Ποσειδώνιός τε καὶ Ἀθηνόδωρος·
さて、満潮と干潮については、ポセイドニオスとアテノドロスが十分に述べている。
περὶ δὲ τῆς τῶν πορθμῶν παλιρροίας, ἐχόντων καὶ αὐτῶν φυσικώτερον λόγον ἢ κατὰ τὴν νῦν ὑπόθεσιν, τοσοῦτον εἰπεῖν ἀπόχρη, ὅτι οὔτε εἷς τρόπος τοῦ ῥοώδεις εἶναι τοὺς πορθμούς, ὅ γε κατʼ εἶδος (οὐ γὰρ ἂν ὁ μὲν Σικελικὸς δὶς ἑκάστης ἡμέρας μετέβαλλεν, ὡς οὗτός φησιν, ὁ δὲ Χαλκιδικὸς ἑπτάκις, ὁ δὲ κατὰ Βυζάντιον οὐδὲ μετέβαλλεν, ἀλλὰ διετέλει τὸν ἔκρουν μόνον ἔχων τὸν ἐκ τοῦ Ποντικοῦ πελάγους εἰς τὴν Προποντίδα, ὡς δὲ Ἵππαρχος ἱστορεῖ, καὶ μονάς ποτε ἐποιεῖτο), οὔτʼ εἰ τρόπος εἷς εἴη, ταύτην ἂν ἔχοι τὴν αἰτίαν, ἥν φησιν ὁ Ἐρατοσθένης, ὅτι ἡ ἐφʼ ἑκάτερα θάλαττα ἄλλην καὶ ἄλλην ἐπιφάνειαν ἔχει·
しかし、海峡の往復流については(これら自体も、現在の仮定よりは自然学に則った説明を持っているのであるが)、以下のことだけ言えば十分である。 すなわち、海峡が流れを持つ方法は、少なくとも種別的には一通りではないということ(なぜなら、彼の言うようにシキリア海峡が一日二回変化する一方で、カルキスの海峡は七回変化し、ビュザンティオンの海峡は変化せず、ポントス海からプロポンティス海への流出のみを維持し続けており、ヒッパルコスの記録によれば時に静止することさえあったからである)、また、仮にその方法が一通りであったとしても、エラトステネスが主張するように、両側の海が異なる海面を持っているということがその原因にはなり得ないということである。
οὐδὲ γὰρ ἐπὶ τῶν ποταμῶν τοῦτο γένοιτʼ ἄν, εἰ μὴ καταράκτας ἔχοιεν· ἔχοντες δὲ οὐ παλιρροοῦσιν, ἀλλʼ ἐπὶ τὸ ταπεινότερον ἀεὶ φέρονται.
なぜなら、河川においてさえ、滝がない限りこのようなことは起こらないからであり、また滝があっても彼らは往復流をなさず、常に低い方へと流れるからである。
καὶ τοῦτο δὲ συμβαίνει διὰ τὸ κεκλιμένον εἶναι τὸ ῥεῦμα καὶ τὴν ἐπιφάνειαν αὐτοῦ·
そしてこのことは、その流れと表面が傾斜していることによって起こる。
ὥστʼ οὐχ ὅτι παλιρροοῦντας, ἀλλʼ οὐδὲ καθεστῶτας καὶ μένοντας, συρροίας μὲν ἐν αὐτοῖς οὔσης, μὴ μιᾶς δὲ ἐπιφανείας, ἀλλὰ τῆς μὲν ὑψηλοτέρας τῆς δὲ ταπεινοτέρας.
したがって、彼らが往復流をなさないばかりか、彼らのうちに合流がありながらも単一の表面ではなく、一方が高く他方が低い場合には、静止して留まることさえあり得ない。
πελάγους δὲ τίς ἂν φαίη κεκλιμένην ἐπιφάνειαν;
では、海について、誰が傾斜した表面を持っていると言い得るだろうか。
καὶ μάλιστα κατὰ τὰς σφαιροποιούσας ὑποθέσεις τὰ τέτταρα σώματα, ἃ δὴ καὶ στοιχεῖα φαμέν·
とりわけ、我々が元素とも呼ぶ四つの物体が球形を形成するという仮定に従うならば、なおさらである。
οὐ γὰρ ὥσπερ ἡ γῆ κατὰ ἕξιν ἐσχημάτισται στερεὰ οὖσα, ὥστε καὶ κοιλάδας ἔχειν συμμενούσας καὶ ἀναστήματα, οὕτω καὶ τὸ ὕδωρ, ἀλλʼ αὐτῇ τῇ κατὰ τὸ βάρος ῥοπῇ τὴν ὄχησιν ἐπὶ τῆς γῆς ποιεῖται καὶ τοιαύτην λαμβάνει τὴν ἐπιφάνειαν οἵαν ὁ Ἀρχιμήδης φησιν.
なぜなら、水は、固体であって凹地や隆起をそのまま保持する地球のように、状態によって形作られているのではなく、それ自身の重さによる傾きによって地球上で支持されており、アルキメデスが言うような表面をとるからである。
§1.3.13Ἐπιφέρει δὲ τοῖς περὶ τοῦ Ἄμμωνος καὶ τῆς Αἰγύπτου ῥηθεῖσιν, ὅτι δοκοίη καὶ τὸ Κάσιον ὄρος περικλύζεσθαι θαλάττῃ καὶ πάντα τὸν τόπον, ὅπου νῦν τὰ καλούμενα Γέρρα, καθʼ ἕκαστα τεναγίζειν συνάπτοντα τῷ τῆς Ἐρυθρᾶς κόλπῳ, συνελθούσης δὲ τῆς θαλάττης ἀποκαλυφθῆναι.
彼は、アモン神殿やエジプトに関して述べられたことに付け加えて、カシオン山もかつて海に囲まれており、現在ゲルラと呼ばれている場所全体が、それぞれ紅海(エリトリア海)の湾に接して湿地をなしており、海が合流して退いたことによって地表が現れたと思われる、と述べている。
τὸ δὴ τεναγίζειν τὸν λεχθέντα τόπον συνάπτοντα τῷ τῆς Ἐρυθρᾶς κόλπῳ, ἀμφίβολόν ἐστιν, ἐπειδὴ τὸ συνάπτειν σημαίνει καὶ τὸ συνεγγίζειν καὶ τὸ ψαύειν, ὥστε, εἰ ὕδατα εἴη, σύρρουν εἶναι θάτερον θατέρῳ.
この、言及された場所が紅海の湾に接して湿地をなしているという記述は、曖昧である。 というのも、「接する(シュナプテイン)」という語は「近接する」ことも「触れる(合流する)」ことも意味し、したがって、水が存在するならば、一方が他方と合流していることを意味するからである。
ἐγὼ μὲν οὖν δέχομαι καὶ τὸ συνεγγίζειν τὰ τενάγη τῇ Ἐρυθρᾷ θαλάττῃ, ἕως ἀκμὴν ἐκέκλειστο τὰ κατὰ τὰς στήλας στενά, ἐκραγέντων δὲ τὴν ἀναχώρησιν γενέσθαι, ταπεινωθείσης τῆς ἡμετέρας θαλάττης διὰ τὴν κατὰ τὰς στήλας ἔκρυσιν.
そこで私は、ヘラクレスの柱のあたりの狭路がまだ閉ざされていた間は、その湿地が紅海に「近接していた」と受け取り、それが破れたことで、我々の海が柱のあたりの流出によって低下したため、退避が起こったのだと解釈する。
Ἵππαρχος δὲ ἐκδεξάμενος τὸ συνάπτειν ταὐτὸν τῷ σύρρουν γενέσθαι τὴν ἡμετέραν θάλατταν τῇ Ἐρυθρᾷ διὰ τὴν πλήρωσιν, αἰτιᾶται τί δή ποτε οὐχὶ τῇ κατὰ τὰς στήλας ἐκρύσει μεθισταμένη ἐκεῖσε ἡ καθʼ ἡμᾶς θάλαττα συμμεθίστα καὶ τὴν σύρρουν αὐτῇ γενομένην τὴν Ἐρυθράν, καὶ ἐν τῇ αὐτῇ διέμεινεν ἐπιφανείᾳ, μὴ ταπεινουμένη·
しかしヒッパルコスは、「接する」を、地中海が満水になったことで紅海と「合流した」ことと同じであると解釈し、次のように非難している。 すなわち、なぜ我々の海は柱のあたりの流出によってあちら側へと移動した際に、自らと合流していた紅海をも一緒に移動させず、低下することなく同じ表面に留まったのか、と。
καὶ γὰρ κατʼ αὐτὸν Ἐρατοσθένη τὴν ἐκτὸς θάλατταν ἅπασαν σύρρουν εἶναι, ὥστε καὶ τὴν ἑσπέριον καὶ τὴν Ἐρυθρὰν θάλατταν μίαν εἶναι.
なぜなら、エラトステネス自身によれば、外の海はすべて合流しており、したがって西方の海と紅海は一つであるからである。
τοῦτο δʼ εἰπὼν ἐπιφέρει τὸ ἀκόλουθον, τὸ τὸ αὐτὸ ὕψος ἔχειν τήν τε ἔξω στηλῶν θάλατταν καὶ τὴν Ἐρυθρὰν καὶ ἔτι τὴν ταύτῃ γεγονυῖαν σύρρουν.
こう述べた上で、彼は当然の帰結として、柱の外の海も紅海も、さらにこれと合流した海も、同じ高さを持つべきであると付け加えている。
§1.3.14Ἀλλʼ οὔτʼ εἰρηκέναι τοῦτό φησιν Ἐρατοσθένης, τὸ σύρρουν γεγονέναι κατὰ τὴν πλήρωσιν τῇ Ἐρυθρᾷ, ἀλλὰ συνεγγίσαι μόνον, οὔτʼ ἀκολουθεῖν τῇ μιᾷ καὶ συνεχεῖ θαλάττῃ τὸ αὐτὸ ὕψος ἔχειν καὶ τὴν αὐτὴν ἐπιφάνειαν, ὥσπερ οὐδὲ τὴν καθʼ ἡμᾶς, καὶ νὴ Δία τὴν κατὰ τὸ Λέχαιον καὶ τὴν περὶ Κεγχρεάς.
しかし、エラトステネスは満水時に紅海と合流したとは言っておらず、単に近接したと言っているだけであり、また、海が一つで連続しているからといって、同じ高さや同じ表面を持つという結論にはならない。
ὅπερ καὶ αὐτὸς ὁ Ἵππαρχος ἐπισημαίνεται ἐν τῷ πρὸς αὐτὸν λόγῳ·
それは我々の海がそうでないのと同様であり、まさにヒッパルコス自身が彼に対する反論の中で指摘している、レカイオン付近の海とケンクレアイ周辺の海の例と同様である。
εἰδὼς οὖν τὴν δόξαν αὐτοῦ τοιαύτην ἰδίᾳ τι πρὸς αὐτὸν λεγέτω, καὶ μὴ ἐξ ἑτοίμου λαμβανέτω, ὡς ἄρα ὁ φήσας μίαν εἶναι τὴν ἔξω θάλατταν σύμφησι καὶ ὅτι μία ἐστὶν αὐτῆς ἡ ἐπιφάνεια.
したがって、ヒッパルコスはエラトステネスの意見がそのようなものであると知っているのだから、彼に対して個別に論じるべきであり、外の海が一つであると主張する者がその表面も一つであると同意しているかのように、安易に前提すべきではない。

語釈・文法注

  1. 1.3.12ὅ γε κατʼ εἶδος — 小辞 `γε` は先行する名詞句(ここでは `εἷς τρόπος`)に対する限定または強調として働き、`κατʼ εἶδος`(「種別的に」「本質的に」)を修飾して「少なくとも種別的な意味においては」という意味を表す。
  2. 1.3.12ὥστʼ οὐχ ὅτι — `οὐχ ὅτι... ἀλλʼ οὐδέ...` の構文は、「〜でないばかりか、〜さえしない」を意味する。ここでは `παλιρροοῦντας` と `καθεστῶτας καὶ μένοντας` という対格分詞が、直前の `ὥστε`(結果の接続詞)に支配された不定詞の対格主語、あるいは文脈上の動詞(河川)にかかる叙述分詞として機能している。
  3. 1.3.13συνάπτοντα — `συνάπτω` の現在分詞中性複数(`Γέρρα` に一致)。ストラボンの議論の核心である語義の曖昧さ(`ἀμφίβολον`)を指摘する語であり、単なる「地理的隣接(`συνεγγίζειν`)」と「物理的接触・水流の合流(`ψαύειν`, `σύρρουν εἶναι`)」の二つの意味を持ちうる。
  4. 1.3.14μὴ ἐξ ἑτοίμου λαμβανέτω — `ἐξ ἑτοίμου λαμβάνειν` は「当然の前提とする」「根拠なしに自明のこととみなす」という慣用表現であり、ここでは三人称単数命令法 `λαμβανέτω` とともに用いられ、ヒッパルコスがエラトステネスの説を恣意的に前提視して非難していることを批判している。

この箇所を引用する

ストラボン, 地理誌 §1.3.12-1.3.14. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.3.12-1.3.14

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。