§1.3.7ταῦτα δὲ μεταφέρειν καὶ ἐπὶ τὴν ὅλην τὴν καθʼ ἡμᾶς θάλατταν καὶ τὴν ἐκτός, μὴ ἐν τοῖς ἐδάφεσι καὶ ταῖς ἐπικλίσεσιν αὐτῶν τὴν αἰτίαν τοῦ ἔκρου τιθεμένους, ἀλλʼ ἐν τοῖς ποταμοῖς·
そして、彼らはこれらの議論を我々の海全体と外海にも適用し、流出の原因を海底やその傾斜にではなく、川に求めている。
ἐπεὶ οὐκ ἀπίθανον κατʼ αὐτούς, οὐδʼ εἰ τὴν ὅλην θάλατταν τὴν ἡμετέραν λίμνην πρότερον εἶναι συνέβαινε πληρουμένην ὑπὸ τῶν ποταμῶν, ἐπιπολάσασαν ἐκπεσεῖν ἔξω διὰ τῶν κατὰ στήλας στενῶν ὡς ἐκ καταράκτου, ἐπαυξομένην δʼ ἀεὶ καὶ μᾶλλον τὴν θάλατταν σύρρουν γενέσθαι ὑπʼ αὐτῆς τῷ χρόνῳ καὶ συνδραμεῖν εἰς μίαν ἐπιφάνειαν, ἐκθαλαττωθῆναι δὲ διὰ τὴν ἐπικράτειαν.
というのも、彼らの説によれば、我々の海全体がかつて諸河川によって満たされる湖であったとしても、それが溢れ出て、柱のところの狭門を通って滝のように外へと流れ出し、常にさらに増大する海が時間の経過とともにそれによって合流し、一つの海面へと集まり、圧倒的な量のために海と化した、ということもあり得ないことではないからである。
οὐ φυσικὸν δʼ ὅλως τὸ τοῖς ποταμοῖς εἰκάζειν τὴν θάλατταν·
しかし、海を川にたとえることは全く自然の理に反している。
οἱ μὲν γὰρ φέρονται κατὰ ἐπικλινὲς ῥεῖθρον, ἡ δὲ ἀκλινὴς ἕστηκεν.
なぜなら、川は傾斜した流路に沿って流れるが、海は傾斜せずに静止しているからである。
οἱ δὲ πορθμοὶ ῥευματίζονται κατʼ ἄλλον τρόπον, οὐ διὰ τὸ τὴν ἰλὺν τὴν ἐκ τῶν ποταμῶν προσχοῦν τὸν τοῦ πελάγους βυθόν·
そして、海峡に流れが生じるのは別の理由によるのであって、川から運ばれる泥が海の底を埋め立てるからではない。
ἡ γὰρ πρόσχωσις περὶ αὐτὰ συνίσταται τὰ στόματα τῶν ποταμῶν, οἷον περὶ μὲν τὰ τοῦ Ἴστρου τὰ λεγόμενα στήθη καὶ ἡ Σκυθῶν ἐρημία καὶ ὁ Σαλμυδησσός, καὶ ἄλλων χειμάρρων συνεργούντων πρὸς τοῦτο, περὶ δὲ τὰ τοῦ Φάσιδος ἡ Κολχικὴ παραλία δίαμμος καὶ ταπεινὴ καὶ μαλακὴ οὖσα, περὶ δὲ τὸν Θερμώδοντα καὶ τὸν Ἶριν ὅλη Θεμίσκυρα, τὸ τῶν Ἀμαζόνων πεδίον, καὶ τῆς Σιδηνῆς τὸ πλέον·
なぜなら、埋め立ては川の河口そのものの周辺で起こるからである。 例えば、イストロス川の河口付近の、いわゆる「胸壁」、スキティアの荒野、サルミュデッソス(他の急流がこれに協力している)、ファシス川の河口付近のコルキスの海岸(砂がちで、低く、柔らかい)、テルモドン川とイリス川の周辺のテミスキュラ全体(アマゾンたちの平野)およびシデネの大部分などである。
οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων.
他の川についても同様である。
ἅπαντες γὰρ μιμοῦνται τὸν Νεῖλον ἐξηπειροῦντες τὸν πρὸ αὐτῶν πόρον, οἱ μὲν μᾶλλον οἱ δὲ ἧττον·
というのも、すべての川はナイル川を模倣して、自らの前方の海路を陸地化していくからであり、あるものはより多く、あるものはより少なくそうする。
ἧττον μὲν οἱ μὴ πολλὴν καταφέροντες τὴν ἰλύν, μᾶλλον δὲ οἱ πολλήν τε καὶ μαλακόγειον χώραν ἐπιόντες καὶ χειμάρρους δεχόμενοι πολλούς, ὧν ἐστι καὶ ὁ Πύραμος ὁ τῇ Κιλικίᾳ πολὺ μέρος προσθείς, ἐφʼ οὗ καὶ λόγιον ἐκπέπτωκέ τι τοιοῦτον
ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος ἀργυροδίνης ἠιόνα προχέων ἱερὴν ἐς Κύπρον ἵκηται.
泥を多く運ばないものはより少なく、多くの、かつ土壌の柔らかい地を通り、多くの急流を受け入れるものはより多くそうする。 それらの中にはピュラモス川もあり、これはキリキアに多くの土地を付け加えた。 これについては、次のような神託も下されている。 「後世の人々にとって、その時が来るだろう。 銀の渦巻くピュラモス川が、その沈泥を注ぎつつ、神聖なキプロスにまで達する時が。
ἐκ μέσων γὰρ τῶν τῆς Καταονίας πεδίων ἐνεχθεὶς πλωτὸς καὶ διεκπαισάμενος διὰ τῶν τοῦ Ταύρου στενῶν εἰς τὴν Κιλικίαν ἐκδίδωσιν εἰς τὸν πρὸ ταύτης τε καὶ τῆς Κύπρου πόρον.
」なぜなら、カタオニアの平野の真ん中から運ばれてくるこの川は、船の航行が可能であり、タウロス山脈の狭門を突き抜けてキリキアへと流れ込み、キリキアとキプロスの前方の海路へと注ぎ出るからである。
§1.3.8αἴτιον δὲ τοῦ μὴ φθάνειν τὴν χοῦν εἰς τὸ πέλαγος προϊοῦσαν τὴν ὑπὸ τῶν ποταμῶν καταφερομένην τὸ τὴν θάλατταν ἀνακόπτειν αὐτὴν εἰς τοὐπίσω, παλιρροοῦσαν φύσει·
川から運ばれてくる土砂が、海へと進み出るのを遮られる原因は、自然の性質として引き波を打つ海が、それを後方へと押し戻すからである。
ἔοικε γὰρ τοῖς ζῴοις, καὶ καθάπερ ἐκεῖνα συνεχῶς ἀναπνεῖ τε καὶ ἐκπνεῖ, τὸν αὐτὸν τρόπον καὶ αὐτὴ ἐξ αὑτῆς τε καὶ εἰς ἑαυτὴν συνεχῶς παλινδρομικήν τινα κινουμένη κίνησιν.
というのも、海は生物に似ており、それらが絶えず息を吸い、また吐くように、海自身も、自身から、そして自身へと、絶えず往復するような一種の運動を行っているからである。
δῆλον δὲ τῷ ἐπὶ τοῦ αἰγιαλοῦ ἑστῶτι κατὰ τὴν κυμάτωσιν·
そして、このことは、波の動きに際して海岸に立っている者にとって明らかである。
ἅμα γὰρ κλύζονται οἱ πόδες καὶ γυμνοῦνται καὶ πάλιν κλύζονται, καὶ τοῦτο συνεχῶς·
なぜなら、足が波に洗われると同時に露出し、再び洗われる、ということが絶えず繰り返されるからである。
τῷ δὲ κλύδωνι καὶ κῦμα ἐπιτρέχει, κἂν γαληνότατον ᾖ ἐπιφερόμενον ἔχει τινὰ βίαν πλείω καὶ ἀπορρίπτει πᾶν τὸ ἀλλότριον εἰς τὴν γῆν
πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευε.
そして、うねりに対して波も押し寄せ、たとえ極めて穏やかであっても、押し寄せる波はある程度のより強い力を持ち、あらゆる異物を陸地へと投げ出す。 「そして多くの藻を海のそばに撒き散らした。
μᾶλλον μὲν οὖν ἐν ἀνέμῳ συμβαίνει τοῦτο, ἀλλὰ καὶ ἐν νηνεμίᾳ καὶ ἐν ἀπογαίοις πνεύμασιν·
」確かに、このことは風がある時により多く起こるが、無風の時や陸風の時にも起こる。
οὐδὲν γὰρ ἧττον ἐπὶ γῆν φέρεται τὸ κῦμα ὑπεναντίως τῷ ἀνέμῳ, ὡς ἂν ἰδίαν τινὰ τῆς θαλάττης κίνησιν συγκινούμενον αὐτῇ.
なぜなら、波は風に逆らっても同様に陸へと向かって運ばれるからであり、それはまるで、海独自の運動が海そのものと同調して動いているかのようだからである。