Humanitext Reader

斯特拉波 · 地理学 §1.3.9-1.3.11

泥沙沉积机制与对海平面学说的批判

第 37 段,共 577 段 · 希腊语

内容简介

作者阐明了由于波浪涌退力量的不均衡,河流泥沙无法进入外海而自海岸开始沉淀并填满海洋的机制。随后,他讨论了因海底地壳变动引起的海面升降,并批评了埃拉托斯特尼关于海峡潮流及海平面不一致的理论违背了阿基米德等人的数学原理。

§1.3.9̔η μὲν οὖν ἔφοδος τοῦ κύματος ἔχει τινὰ βίαν ὥστʼ ἀπωθεῖσθαι τὸ ἀλλότριον.
因此,波浪的涌来具有某种力量,足以将异物推开。
καὶ δὴ καὶ κάθαρσίν τινα τῆς θαλάττης ταύτην φασί, καθʼ ἣν καὶ τὰ νεκρὰ σώματα καὶ τὰ ναυάγια εἰς γῆν ἐκκυμαίνεται.
事实上,人们称这为海洋的一种“净化”,通过它,尸体和船只残骸都会被波浪冲上海岸。
ἡ δʼ ἀναχώρησις οὐκ ἔχει τοσαύτην βίαν ὥστε νεκρὸν ἢ ξύλον ἢ τὸ κουφότατον, φελλόν, ὑπὸ τοῦ κύματος εἰς γῆν ἀναβληθῆναι, οὕτω δὲ καὶ τῶν πλησίον αὐτῆς τόπων εἰς τὸ πέλαγος προπεσεῖν ὑποληφθέντων ὑπὸ τοῦ κύματος.
然而,退落并没有那么大的力量,因此,当尸体、木片或最轻的软木一旦被波浪冲到陆地上时,它们就会留在那里;同样地,当靠近海岸处的泥沙被认为已坠入海中时,也会被波浪阻留。
οὕτω δὴ καὶ τὴν χοῦν καὶ τὸ σὺν αὐτῇ τεθολωμένον ὕδωρ ἐκκυμαίνεσθαι συμβαίνει, καὶ τοῦ βάρους ἅμα συνεργοῦντος ὥστε θᾶττον κατενεχθῆναι πρὸς τὴν γῆν κάτω, πρὶν εἰς τὸ πρόσω πελαγίσαι.
因此,泥沙以及与其一同变浑浊的水也被波浪冲刷出来,同时其自身的重量也起到了协同作用,使其在向前方外海推进之前,更迅速地向下沉降到靠近陆地的地方。
καὶ γὰρ ἡ τοῦ ποταμοῦ βία παύεται μικρὸν προελθοῦσα τοῦ στόματος.
因为河流的冲力在离开河口前行不远后就会停止。
οὕτω μὲν οὖν ἐνδέχεται προσχωσθῆναι τὸ πέλαγος πᾶν, ἀπὸ τῶν αἰγιαλῶν ἀρξάμενον, ἂν συνεχεῖς ἔχῃ τὰς ἐκ τῶν ποταμῶν ἐπιρρύσεις.
因此,以此种方式,如果河流有持续不断的流入,那么从海岸开始,整个外海都有可能被淤积填满。
τοῦτο δʼ ἂν συμβαίη, κἂν τοῦ Σαρδονίου πελάγους βαθύτερον ὑποθώμεθα τὸν Πόντον, ὅπερ λέγεται τῶν ἀναμετρηθέντων βαθύτατον χιλίων που ὀργυιῶν, ὡς Ποσειδώνιός φησι.
即使我们假设黑海比萨丁尼亚海还要深(据波塞多尼乌斯所说,萨丁尼亚海在已测量过的海洋中是最深的,大约有一千寻),这种情况也同样会发生。
§1.3.10τὴν μὲν οὖν τοιαύτην αἰτιολογίαν ἧττον ἄν τις ἀποδέξαιτο· μᾶλλον δʼ ἀπὸ τῶν φανερωτέρων καὶ τῶν καθʼ ἡμέραν τρόπον τινὰ ὁρωμένων ἀναπτέον τὸν λόγον· καὶ γὰρ κατακλυσμοὶ καὶ σεισμοὶ καὶ ἀναφυσήματα καὶ ἀνοιδήσεις τῆς ὑφάλου γῆς μετεωρίζουσι καὶ τὴν θάλατταν, αἱ δὲ συνιζήσεις ταπεινοῦσιν αὐτήν· οὐ γὰρ μύδροι μὲν ἀνενεχθῆναι δύνανται καὶ μικραὶ νῆσοι, μεγάλαι δʼ οὔ· οὐδὲ νῆσοι μέν, ἤπειροι δʼ οὔ.
那么,人们可能较难接受这样一种因果论;相反,我们应当从更明显、在某种意义上每天都能看到的事物中去推导这一论点;因为洪水、地震、海底陆地的喷发和隆起也会使海洋抬升,而地陷则会使海面降低;因为并不是说火山岩块和小岛可以被抬升,而大岛却不能;也不是说岛屿可以,而大陆却不能。
ὁμοίως δὲ καὶ συνιζήσεις καὶ μικραὶ καὶ μεγάλαι γένοιντʼ ἄν, εἴπερ καὶ χάσματα καὶ καταπόσεις χωρίων καὶ κατοικιῶν, ὡς ἐπὶ Βούρας τε καὶ Βιζώνης καὶ ἄλλων πλειόνων, ὑπὸ σεισμοῦ γενέσθαι φασί· καὶ τὴν Σικελίαν οὐδέν τι μᾶλλον ἀπορρῶγα τῆς Ἰταλίας εἰκάζοι τίς ἂν ἢ ἀναβληθεῖσαν ὑπὸ τοῦ Αἰτναίου πυρὸς ἐκ βυθοῦ συμμεῖναι· ὡσαύτως δὲ καὶ τὰς Λιπαραίων νήσους καὶ Πιθηκούσσας.
同样,无论大小的地陷也都可能发生,如果确实有说法称,由于地震而导致了土地和村落的开裂与吞没,正如在布拉、比佐内以及其他许多地方所发生的那样;对于西西里岛,人们推测它是从意大利断裂出来的,倒不如推测它是被埃特纳火山之火从海底喷射出来并留在那里的,这同样说得通;对于利帕里群岛和皮特库塞群岛也是如此。
§1.3.11̔ο δʼ οὕτως ἡδύς ἐστιν ὥστε καὶ μαθηματικὸς ὢν οὐδὲ τὴν Ἀρχιμήδους βεβαιοῖ δόξαν, ὅτι φησὶν ἐκεῖνος ἐν τοῖς περὶ τῶν ὀχουμένων, παντὸς ὑγροῦ καθεστηκότος καὶ μένοντος τὴν ἐπιφάνειαν σφαιρικὴν εἶναι, σφαίρας ταὐτὸ κέντρον ἐχούσης τῇ γῇ· ταύτην γὰρ τὴν δόξαν ἀποδέχονται πάντες οἱ μαθημάτων πως ἁψάμενοι.
然而,他(埃拉托斯特尼)是如此天真,以至于虽然身为数学家,却连阿基米德在《论浮体》中所阐述的观点都不予承认,即:任何处于静止和保持不动状态的流体表面都是球面的,并且与地球拥有相同的球心;因为这一观点已被所有在某种程度上接触过数学的人所接受。
ἐκεῖνος δὲ τὴν ἐντὸς θάλατταν, καίπερ μίαν οὖσαν, ὥς φησιν, οὐ νομίζει ὑπὸ μίαν ἐπιφάνειαν τετάχθαι, ἀλλʼ οὐδὲ τοῖς σύνεγγυς τόποις.
但他并不认为内海(地中海)虽然如他所说是单一的,却排布在同一个表面之下,甚至在彼此邻近的地方也不是。
καὶ μάρτυράς γε τῆς τοιαύτης ἀμαθίας ἀρχιτέκτονας ἄνδρας ποιεῖται, καὶ τῶν μαθηματικῶν καὶ τὴν ἀρχιτεκτονικὴν μέρος τῆς μαθηματικῆς ἀποφηναμένων.
并且,他竟然让工程师们来做这种无知的见证人,尽管数学家们已经宣布建筑术也是数学的一部分。
φησὶ γὰρ καὶ Δημήτριον διακόπτειν ἐπιχειρῆσαι τὸν τῶν Πελοποννησίων ἰσθμὸν πρὸς τὸ παρασχεῖν διάπλουν τοῖς στόλοις, κωλυθῆναι δʼ ὑπὸ τῶν ἀρχιτεκτόνων ἀναμετρησάντων καὶ ἀπαγγειλάντων μετεωροτέραν τὴν ἐν τῷ Κορινθιακῷ κόλπῳ θάλατταν τῆς κατὰ Κεγχρεὰς εἶναι, ὥστε, εἰ διακόψειε τὸ μεταξὺ χωρίον, ἐπικλυσθῆναι ἂν ἅπαντα τὸν περὶ Αἴγιναν πόρον καὶ αὐτὴν Αἴγιναν καὶ τὰς πλησίον νήσους, καὶ μηδὲ τὸν διάπλουν ἂν γενέσθαι χρήσιμον.
因为他说,德米特里曾企图开凿伯罗奔尼撒地峡以供舰队通航,但被进行了测量并报告科林斯湾的海面高于肯克雷阿伊附近海面的工程师们所阻止;结果就是,如果他凿通中间的土地,艾吉纳周围的整个水道、艾吉纳本身以及附近的岛屿都会被淹没,甚至连开通的航道也毫无用处。
διὰ δὲ τοῦτο καὶ τοὺς εὐρίπους ῥοώδεις εἶναι, μάλιστα δὲ τὸν κατὰ Σικελίαν πορθμόν, ὅν φησιν ὁμοιοπαθεῖν ταῖς κατὰ τὸν ὠκεανὸν πλημμυρίσι τε καὶ ἀμπώτεσι· δὶς γὰρ μεταβάλλειν τὸν ῥοῦν ἑκάστης ἡμέρας καὶ νυκτός, καθάπερ τὸν ὠκεανὸν δὶς μὲν πλημμυρεῖν δὶς δὲ ἀναχωρεῖν.
他还说,正因为如此,海峡也产生了潮流,尤其是西西里附近的峡湾,他说该峡湾经历着与大洋潮汐相同的现象;因为潮流在每个昼夜都会改变两次,正如大洋会涨潮两次、退潮两次一样。
τῇ μὲν οὖν πλημμυρίδι ὁμολογεῖν τὸν ἐκ τοῦ Τυρρηνικοῦ πελάγους εἰς τὸ Σικελικὸν καταφερόμενον ὡς ἂν ἐκ μετεωροτέρας ἐπιφανείας, ὃν δὴ καὶ κατιόντα ὀνομάζεσθαι, ὁμολογεῖν δʼ ὅτι καὶ κατὰ τὸν αὐτὸν καιρὸν ἄρχεταί τε καὶ παύεται καθʼ ὃν αἱ πλημμυρίδες· ἄρχεται μὲν γὰρ περὶ τὴν ἀνατολὴν τῆς σελήνης καὶ τὴν δύσιν, λήγει δʼ ὅταν συνάπτῃ τῇ μεσουρανήσει ἑκατέρᾳ, τῇ τε ὑπὲρ γῆς καὶ τῇ ὑπὸ γῆς· τῇ δὲ ἀμπώτει τὸν ἐναντίον, ὃν ἐξιόντα καλεῖσθαι, ταῖς μεσουρανήσεσι τῆς σελήνης ἀμφοτέραις ἐναρχόμενον, καθάπερ αἱ ἀμπώτεις, ταῖς δὲ συνάψεσι ταῖς πρὸς τὰς ἀνατολὰς καὶ δύσεις παυόμενον.
因此,从第勒尼安海流向西西里海的流向(这确实被称为“下行流”),仿佛是从一个较高的水面流下,对应着涨潮;并且他也同意,它开始和停止的时间与涨潮完全相同;因为它在月出和月落时开始,而在月球到达上中天或下中天时结束;而与退潮相对应的则是相反的潮流(被称为“外流”),它在月球两次中天时开始,正如退潮一样,并在月球接近升起和落下时停止。

词汇与语法注释

  1. p.70ὥστε νεκρὸν ἢ ξύλον ἢ τὸ κουφότατον, φελλόν, ὑπὸ τοῦ κύματος εἰς γῆν ἀναβληθῆναι — 这是由连词 ὥστε 引导的不定式从句。紧接在主句的否定陈述(“退落没有那么大的力量”)之后,它表达了这样的结果:“[因为退落力量不足,结果是] 尸体或木片被波浪冲上海岸[并留在那里,没有被拉回]”。
  2. 1.3.9κἂν τοῦ Σαρδονίου πελάγους βαθύτερον ὑποθώμεθα τὸν Πόντον — 这是一个让步条件从句,由 καὶ ἐάν (κἄν) 后接虚拟式(ὑποθώμεθα)构成(“即使我们假设……”)。主句的结句(ἂν συμβαίη)使用了 ἄν 搭配希求式,表示对潜在假设的让步。
  3. 1.3.11καὶ τῶν μαθηματικῶν καὶ τὴν ἀρχιτεκτονικὴν μέρος τῆς μαθηματικῆς ἀποφηναμένων — 这是一个带有让步意味的属格独立结构(genitive absolute)(“尽管数学家们已经宣布……”)。它强调了这样一个矛盾:埃拉托斯特尼本人虽然是数学家,却依赖于工程师们据称是无知的测量。
  4. 1.3.11ὡς ἂν ἐκ μετεωροτέρας ἐπιφανείας — ὡ斯 ἄν 后接介词短语的形式,表示假设性的比较(“仿佛是从一个较高的表面”)。质词 ἄν 暗示省略了一个潜在希求式动词(例如 ὡς ἂν ῥέοι)。

引用这一段

斯特拉波, 地理学 §1.3.9-1.3.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.3.9-1.3.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。