Humanitext Reader

ストラボン · 地理誌 §1.3.21-1.3.23

諸民族の移住と極北・極南の伝承への批判

42 / 577 箇所 · ギリシア語

要旨

移住による環境変化の歴史的実例を挙げつつ、地理的な極北(ウペルボレオイ)や極南の存在をめぐるヘロドトスとエラトステネスの議論を紹介し、虚偽の言説を吟味することの無益さを指摘する。

§1.3.21προστιθέασι δὲ καὶ τὰς ἐκ τῶν μεταστάσεων μεταβολὰς ἐπὶ πλέον τὴν ἀθαυμαστίαν ἡμῖν κατασκευάζειν ἐθέλοντες, ἣν ὑμνεῖ Δημόκριτος καὶ οἱ ἄλλοι φιλόσοφοι πάντες·
彼らはまた、移住による変化をも付け加えている。 それは、デモクリトスや他のすべての哲学者たちが称賛する「驚きのない状態(無驚異)」を私たちのうちにさらに根付かせようとするからである。
παράκειται γὰρ τῷ ἀθαμβεῖ καὶ ἀταράχῳ καὶ ἀνεκπλήκτῳ.
というのも、それは恐れを知らないこと、動揺しないこと、驚愕しないことに隣り合っているからである。
οἷον Ἰβήρων μὲν τῶν ἑσπερίων εἰς τοὺς ὑπὲρ τοῦ Πόντου καὶ τῆς Κολχίδος τόπους μετῳκισμένων (οὓς ὁ Ἀράξης, ὥς φησιν Ἀπολλόδωρος, ἀπὸ τῆς Ἀρμενίας ὁρίζει, Κῦρος δὲ μᾶλλον καὶ τὰ ὄρη τὰ Μοσχικά), Αἰγυπτίων δʼ εἴς τε Αἰθίοπας καὶ Κόλχους, Ἑνετῶν δʼ ἐκ Παφλαγονίας ἐπὶ τὸν Ἀδρίαν.
たとえば、西方のイベリア人がポントスやコルキスのかなたの地域(アポロドロスが言うには、アラクセス川が、あるいはむしろキュロス川とモスコーイ山脈が、アルメニアとの境界をなしている地域)へ移住したことや、エジプト人がエチオピア人とコルキス人のもとへ移住したこと、ヘネトイ人がパフラゴニアからアドリア海へ移住したことなどである。
ἅπερ καὶ ἐπὶ τῶν Ἑλληνικῶν ἐθνῶν συνέβη, Ἰώνων καὶ Δωριέων καὶ Ἀχαιῶν καὶ Αἰολέων·
これと同じことがギリシアの諸民族、すなわちイオニア人、ドリア人、アカイア人、アイオリス人にも起こった。
καὶ Αἰνιᾶνες οἱ νῦν Αἰτωλοῖς ὅμοροι περὶ τὸ Δώτιον ᾤκουν καὶ τὴν Ὄσσαν μετὰ Περραιβῶν· καὶ αὐτοὶ δὲ Περραιβοὶ μετανάσται τινές.
また、現在はアイトリア人に隣接しているアイニアネス人は、かつてドティオンとオッサの周辺にペッライボイ人と共に住んでいたが、ペッライボイ人自身もある種の移住者であった。
πλήρης δέ ἐστι τῶν τοιούτων παραδειγμάτων ἡ νῦν ἐνεστῶσα πραγματεία.
現在のこの著作はこのような例で満ちている。
τινὰ μὲν οὖν καὶ πρόχειρα τοῖς πολλοῖς ἐστιν· αἱ δὲ τῶν Καρῶν καὶ Τρηρῶν καὶ Τεύκρων μεταναστάσεις καὶ Γαλατῶν, ὁμοῦ δὲ καὶ τῶν ἡγεμόνων οἱ ἐπὶ πολὺ ἐκτοπισμοί, Μάδυός τε τοῦ Σκυθικοῦ καὶ Τεαρκὼ τοῦ Αἰθίοπος καὶ Κώβου τοῦ Τρηρὸς καὶ Σεσώστριος καὶ Ψαμμιτίχου τῶν Αἰγυπτίων καὶ Περσῶν τῶν ἀπὸ Κύρου μέχρι Ξέρξου οὐχ ὁμοίως ἐν ἑτοίμῳ πᾶσίν εἰσιν.
これらの一部は多くの人々にとって身近なものであるが、カリア人、トレレス人、テウクリ人、ガラティア人の移住、さらには、スキタイのマデュエス、エチオピアのテアルコ、トレレスのコボス、エジプトのセソストリスやプサミティコス、そしてキュロスからクセルクセスに至るペルシア人といった彼らの指導者たちの広範囲に及ぶ移動は、同様にすべての人によく知られているわけではない。
οἵ τε Κιμμέριοι, οὓς καὶ Τρῆρας ὀνομάζουσιν, ἢ ἐκείνων τι ἔθνος, πολλάκις ἐπέδραμον τὰ δεξιὰ μέρη τοῦ Πόντου καὶ τὰ συνεχῆ αὐτοῖς, τοτὲ μὲν ἐπὶ Παφλαγόνας τοτὲ δὲ καὶ Φρύγας ἐμβαλόντες, ἡνίκα Μίδαν αἷμα ταύρου πιόντα φασὶν ἀπελθεῖν εἰς τὸ χρεών.
また、キメリオス人(人々は彼らをトレレス人と呼ぶこともあり、あるいは彼らの一種族ともいう)は、ポントスの右側の地域やそれに隣接する地域をしばしば襲撃し、ある時はパフラゴニア人に、またある時はフリュギア人にさえ侵入した。 この時、ミダスは雄牛の血を飲んで自らの死へと旅立ったと言われている。
Λύγδαμις δὲ τοὺς αὑτοῦ ἄγων μέχρι Λυδίας καὶ Ἰωνίας ἤλασε καὶ Σάρδεις εἷλεν, ἐν Κιλικίᾳ δὲ διεφθάρη.
リュグダミスは自らの部下を率いてリュディアやイオニアにまで進軍し、サルディスを占領したが、キリキアで滅びた。
πολλάκις δὲ καὶ οἱ Κιμμέριοι καὶ οἱ Τρῆρες ἐποιήσαντο τὰς τοιαύτας ἐφόδους· τοὺς δὲ Τρῆρας καὶ Κῶβον ὑπὸ Μάδυος τὸ τελευταῖον ἐξελαθῆναί φασι τοῦ τῶν Σκυθῶν βασιλέως.
キメリオス人とトレレス人はこのような襲撃を何度も行ったが、トレレス人とコボスは最終的にスキタイの王マデュエスによって追い払われたと言われている。
ταῦτα μὲν εἰρήσθω πρὸς ἅπασαν κοινῇ τὴν περίοδον τῆς γῆς ἔχοντα οἰκείαν ἱστορίαν.
地球全体の巡り全般に共通して固有の歴史を持つこれらのことについては、これくらいにしておこう。
§1.3.22Ἐπάνιμεν δʼ ἐπὶ τὰ ἑξῆς ἀφʼ ὧν παρέβημεν.
さて、私たちが逸れた箇所から次の事柄へと戻ることにしよう。
τοῦ γὰρ Ἡροδότου μηδένας ὑπερβορείους εἶναι φήσαντος, μηδὲ γὰρ ὑπερνοτίους, γελοίαν φησὶν εἶναι τὴν ἀπόδειξιν καὶ ὁμοίαν ὁ Ἐρατοσθένης τῷ σοφίσματι τούτῳ, εἴ τις λέγοι μηδένας εἶναι ἐπιχαιρεκάκους, μηδὲ γὰρ ἐπιχαιραγάθους.
ヘロドトスが、ウペルボレオイ人は存在しない、なぜならウペルノティオイ人も存在しないからだと言ったことに対して、エラトステネスは、その証明は滑稽であり、ちょうど次のような詭弁に似ていると言う。 すなわち、もし誰かが「他人の不幸を喜ぶ者は存在しない、なぜなら他人の幸福を喜ぶ者も存在しないからだ」と言うようなものである。
κατὰ τύχην τε εἶναι καὶ ὑπερνοτίους·
また彼は、偶然にもウペルノティオイ人も存在すると言う。
κατὰ γοῦν τὴν Αἰθιοπίαν μὴ πνεῖν νότον, ἀλλὰ κατωτέρω.
少なくとも、エチオピアにおいては南風は吹かず、もっと南で吹くからである。
θαυμαστὸν δʼ εἰ καθʼ ἕκαστον κλίμα πνέοντος ἀνέμου καὶ πανταχοῦ τοῦ ἀπὸ μεσημβρίας νότου προσαγορευομένου, ἔστι τις οἴκησις ἐν ᾗ τοῦτο μὴ συμβαίνει.
しかし、それぞれの気候帯において風が吹き、南からの風がどこでも南風と呼ばれるのに、これが起こらないような居住地が存在するというのは驚くべきことである。
τοὐναντίον γὰρ οὐ μόνον Αἰθιοπία ἔχοι ἂν τὸν καθʼ ἡμᾶς νότον, ἀλλὰ καὶ ἡ ἀνωτέρω πᾶσα μέχρι τοῦ ἰσημερινοῦ.
なぜなら、それどころか、エチオピアだけでなく、赤道に至るまでのその上方の全地域が、私たちにとっての南風を持つはずだからである。
εἰ δʼ ἄρα, τοῦ Ἡροδότου τοῦτʼ ἐχρῆν αἰτιᾶσθαι, ὅτι τοὺς ὑπερβορείους τούτους ὑπέλαβε λέγεσθαι, παρʼ οἷς ὁ βορέας οὐ πνεῖ.
また、もし非難されるべき点があるとすれば、ヘロドトスが、これらの人々が「北風の吹かない人々」という意味で呼ばれていると仮定したこと、これこそが非難されるべきであった。
καὶ γὰρ εἰ οἱ ποιηταὶ μυθικώτερον οὕτω φασίν, οἵ γʼ ἐξηγούμενοι τὸ ὑγιὲς ἂν ἀκούσαιεν, ὑπερβορείους τοὺς βορειοτάτους λέγεσθαι.
というのも、詩人たちがやや神話的にそのように言うとしても、それを解釈する人々は、ウペルボレオイ人とは「最も北に住む人々」を意味するという健全な解釈を理解するはずだからである。
ὅρος δὲ τῶν μὲν βορείων ὁ πόλος, τῶν δὲ νοτίων ὁ ἰσημερινός·
北の境界は極であり、南の境界は赤道である。
καὶ τῶν ἀνέμων δʼ ὁ αὐτὸς ὅρος.
そして風にとっても、同じ境界が適用される。
§1.3.23̔εξῆς δὲ λέγει πρὸς τοὺς φανερῶς πεπλασμένα καὶ ἀδύνατα λέγοντας, τὰ μὲν ἐν μύθου σχήματι τὰ δʼ ἱστορίας, περὶ ὧν οὐκ ἄξιον μεμνῆσθαι·
次に、彼は明らかに作り話であり不可能なことを語る人々(あるものは神話の形で、あるものは歴史の形で語る)に対して述べているが、これらについては言及する価値がない。
οὐδʼ ἐκεῖνον ἐχρῆν ἐν ὑποθέσει τοιαύτῃ φλυάρους ἐπισκοπεῖν.
彼にしても、このようなテーマにおいて、戯言を言う者たちを吟味する必要はなかったのである。

語釈・文法注

  1. 1.3.21Ἰβήρων μὲν τῶν ἑσπερίων εἰς τοὺς ὑπὲρ τοῦ Πόντου καὶ τῆς Κολχίδος τόπους μετῳκισμένων — 接続詞 οἷον(「たとえば」)に導かれ、絶対属格(Ἰβήρων ... μετῳκισμένων、Αἰγυπτίων ... [μετῳκισμένων]、Ἑνετῶν ... [μετῳκισμένων])が連続する構造。直前の「移住による変化」の具体例を示す。
  2. 1.3.22τοῦ γὰρ Ἡροδότου μηδένας ὑπερβορείους εἶναι φήσαντος, μηδὲ γὰρ ὑπερνοτίους — τοῦ Ἡροδότου ... φήσαντος は絶対属格。その中の一番目の間接話法節の不定詞 εἶναι の意味上の主語が μηδένας ὑπερβορείους であり、二番目の理由節 μηδὲ γὰρ ὑπερνοτίους にも εἶναι が省略されている。
  3. 1.3.22θαυμαστὸν δʼ εἰ καθʼ ἕκαστον κλίμα πνέοντος ἀνέμου καὶ πανταχοῦ τοῦ ἀπὸ μεσημβρίας νότου προσαγορευομένου, ἔστι τις οἴκησις ἐν ᾗ τοῦτο μὴ συμβαίνει — θαυμαστὸν [ἐστιν] という非人称表現の後に、事実を前提とした条件節 εἰ ... が続く。この εἰ 節の中に二つの絶対属格句(πνέοντος ἀνέμου と τοῦ ... προσαγορευομένου)が挿入され、ἔστι τις οἴκησις がその帰結として機能している。
  4. 1.3.22εἰ δʼ ἄρα, τοῦ Ἡροδότου τοῦτʼ ἐχρῆν αἰτιᾶσθαι — τοῦτʼ は、続く ὅτι 節をあらかじめ指示する先取り(prolepsis)の指示代名詞(τοῦτο)。非人称動詞の過去形 ἐχρῆν(反実仮想的ニュアンスを含む)の補語である不定詞 αἰτιᾶσθαι は、人を属格(τοῦ Ἡροδότου)で、非難の内容を対格(τοῦτο)で取る。

この箇所を引用する

ストラボン, 地理誌 §1.3.21-1.3.23. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.3.21-1.3.23

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。