Humanitext Reader

斯特拉波 · 地理学 §1.3.21-1.3.23

部族迁徙与对极北极南传说的批判

第 42 段,共 577 段 · 希腊语

内容简介

本节列举了移民改变环境的历史实例,介绍了希罗多德与埃拉托斯特尼关于极北(超北风人)和极南是否存在的分歧,并指出审视显然虚构之言毫无益处。

§1.3.21προστιθέασι δὲ καὶ τὰς ἐκ τῶν μεταστάσεων μεταβολὰς ἐπὶ πλέον τὴν ἀθαυμαστίαν ἡμῖν κατασκευάζειν ἐθέλοντες, ἣν ὑμνεῖ Δημόκριτος καὶ οἱ ἄλλοι φιλόσοφοι πάντες· παράκειται γὰρ τῷ ἀθαμβεῖ καὶ ἀταράχῳ καὶ ἀνεκπλήκτῳ.
他们还增加了因迁移而引起的变化,意图进一步在我们心中树立起德谟克利特和所有其他哲学家所赞颂的“无惊异”(即免于惊奇的状态),因为它是与无惧、无忧、不惊相邻的。
οἷον Ἰβήρων μὲν τῶν ἑσπερίων εἰς τοὺς ὑπὲρ τοῦ Πόντου καὶ τῆς Κολχίδος τόπους μετῳκισμένων (οὓς ὁ Ἀράξης, ὥς φησιν Ἀπολλόδωρος, ἀπὸ τῆς Ἀρμενίας ὁρίζει, Κῦρος δὲ μᾶλλον καὶ τὰ ὄρη τὰ Μοσχικά), Αἰγυπτίων δʼ εἴς τε Αἰθίοπας καὶ Κόλχους, Ἑνετῶν δʼ ἐκ Παφλαγονίας ἐπὶ τὸν Ἀδρίαν.
例如,西方伊比利亚人迁移到黑海和科尔基斯上方的地区(如阿波罗多洛斯所说,阿拉克塞斯河将这些地区与亚美尼亚分开,或者更确切地说是库鲁斯河和莫斯基山脉),埃及人迁移到埃塞俄比亚人和科尔基斯人那里,以及威尼蒂人从帕夫拉戈尼亚迁移到亚得里亚海。
ἅπερ καὶ ἐπὶ τῶν Ἑλληνικῶν ἐθνῶν συνέβη, Ἰώνων καὶ Δωριέων καὶ Ἀχαιῶν καὶ Αἰολέων· καὶ Αἰνιᾶνες οἱ νῦν Αἰτωλοῖς ὅμοροι περὶ τὸ Δώτιον ᾤκουν καὶ τὴν Ὄσσαν μετὰ Περραιβῶν· καὶ αὐτοὶ δὲ Περραιβοὶ μετανάσται τινές.
这些事情也同样发生在希腊诸部落中,如爱奥尼亚人、多利亚人、阿卡亚人和爱奥尼亚人;现在与埃托利亚人相邻的埃尼亚内斯人,曾与佩赖比人一起居住在多蒂翁和奥萨山附近;而佩赖比人自己也是某种移民。
πλήρης δέ ἐστι τῶν τοιούτων παραδειγμάτων ἡ νῦν ἐνεστῶσα πραγματεία.
当前的这部著作中充满了这样的例子。
τινὰ μὲν οὖν καὶ πρόχειρα τοῖς πολλοῖς ἐστιν· αἱ δὲ τῶν Καρῶν καὶ Τρηρῶν καὶ Τεύκρων μεταναστάσεις καὶ Γαλατῶν, ὁμοῦ δὲ καὶ τῶν ἡγεμόνων οἱ ἐπὶ πολὺ ἐκτοπισμοί, Μάδυός τε τοῦ Σκυθικοῦ καὶ Τεαρκὼ τοῦ Αἰθίοπος καὶ Κώβου τοῦ Τρηρὸς καὶ Σεσώστριος καὶ Ψαμμιτίχου τῶν Αἰγυπτίων καὶ Περσῶν τῶν ἀπὸ Κύρου μέχρι Ξέρξου οὐχ ὁμοίως ἐν ἑτοίμῳ πᾶσίν εἰσιν.
其中一些对大众来说是显而易见的;但卡里亚人、特雷雷斯人、特乌克里人和加拉太人的迁移,以及他们领袖们的远距离流离失所——如斯基泰人的马德伊斯、埃塞俄比亚人的特阿尔科、特雷雷斯人的科布斯、埃及人的塞索斯特里斯和普萨美提库斯,以及从居鲁士到薛西斯的波斯人——并不是对所有人来说都同样是显而易见的。
οἵ τε Κιμμέριοι, οὓς καὶ Τρῆρας ὀνομάζουσιν, ἢ ἐκείνων τι ἔθνος, πολλάκις ἐπέδραμον τὰ δεξιὰ μέρη τοῦ Πόντου καὶ τὰ συνεχῆ αὐτοῖς, τοτὲ μὲν ἐπὶ Παφλαγόνας τοτὲ δὲ καὶ Φρύγας ἐμβαλόντες, ἡνίκα Μίδαν αἷμα ταύρου πιόντα φασὶν ἀπελθεῖν εἰς τὸ χρεών.
基美里人(人们也称其为特雷雷斯人,或者他们中的一个部落)曾多次袭扰黑海右侧及其邻近的地区,有时侵入帕夫拉戈尼亚,有时甚至侵入弗里吉亚,据说当时米达斯因饮下牛血而走向了宿命的归宿。
Λύγδαμις δὲ τοὺς αὑτοῦ ἄγων μέχρι Λυδίας καὶ Ἰωνίας ἤλασε καὶ Σάρδεις εἷλεν, ἐν Κιλικίᾳ δὲ διεφθάρη.
吕格达米斯率领他的部下,一直进军到吕底亚和爱奥尼亚,并攻占了萨尔迪斯,但最终在基利家覆灭。
πολλάκις δὲ καὶ οἱ Κιμμέριοι καὶ οἱ Τρῆρες ἐποιήσαντο τὰς τοιαύτας ἐφόδους· τοὺς δὲ Τρῆρας καὶ Κῶβον ὑπὸ Μάδυος τὸ τελευταῖον ἐξελαθῆναί φασι τοῦ τῶν Σκυθῶν βασιλέως.
基美里人和特雷雷斯人曾多次进行这样的入侵;但据说特雷雷斯人和科布斯最终被斯基泰国王马德伊斯驱逐了。
ταῦτα μὲν εἰρήσθω πρὸς ἅπασαν κοινῇ τὴν περίοδον τῆς γῆς ἔχοντα οἰκείαν ἱστορίαν.
关于整个地球的环行,这些包含着相应历史的内容,就说这么多吧。
§1.3.22Ἐπάνιμεν δʼ ἐπὶ τὰ ἑξῆς ἀφʼ ὧν παρέβημεν.
现在我们回到刚才偏离的主题上。
τοῦ γὰρ Ἡροδότου μηδένας ὑπερβορείους εἶναι φήσαντος, μηδὲ γὰρ ὑπερνοτίους, γελοίαν φησὶν εἶναι τὴν ἀπόδειξιν καὶ ὁμοίαν ὁ Ἐρατοσθένης τῷ σοφίσματι τούτῳ, εἴ τις λέγοι μηδένας εἶναι ἐπιχαιρεκάκους, μηδὲ γὰρ ἐπιχαιραγάθους.
希罗多德曾断言不存在超北风人,因为也不存在超南风人,对此埃拉托斯特尼指出,这一论证是荒谬的,类似于如下诡辩:如果有人说不存在幸灾乐祸的人,因为也不存在因他人获福而高兴的人。
κατὰ τύχην τε εἶναι καὶ ὑπερνοτίους· κατὰ γοῦν τὴν Αἰθιοπίαν μὴ πνεῖν νότον, ἀλλὰ κατωτέρω.
他还说,碰巧也会有超南风人;至少在埃塞俄比亚并不吹南风,而是在更南方吹。
θαυμαστὸν δʼ εἰ καθʼ ἕκαστον κλίμα πνέοντος ἀνέμου καὶ πανταχοῦ τοῦ ἀπὸ μεσημβρίας νότου προσαγορευομένου, ἔστι τις οἴκησις ἐν ᾗ τοῦτο μὴ συμβαίνει.
然而,令人惊异的是,如果每个气候带都有风吹动,且来自南方的风在各地都被称为南风,竟然会有一个没有这种情况发生的住所。
τοὐναντίον γὰρ οὐ μόνον Αἰθιοπία ἔχοι ἂν τὸν καθʼ ἡμᾶς νότον, ἀλλὰ καὶ ἡ ἀνωτέρω πᾶσα μέχρι τοῦ ἰσημερινοῦ.
因为相反地,不仅埃塞俄比亚会有相对于我们的南风,而且其上直至赤道的整个地区都会有。
εἰ δʼ ἄρα, τοῦ Ἡροδότου τοῦτʼ ἐχρῆν αἰτιᾶσθαι, ὅτι τοὺς ὑπερβορείους τούτους ὑπέλαβε λέγεσθαι, παρʼ οἷς ὁ βορέας οὐ πνεῖ.
如果真要责难,那应当责难希罗多德这一点,即他假定这些所谓的超北风人是指“北风不吹到他们那里的人”。
καὶ γὰρ εἰ οἱ ποιηταὶ μυθικώτερον οὕτω φασίν, οἵ γʼ ἐξηγούμενοι τὸ ὑγιὲς ἂν ἀκούσαιεν, ὑπερβορείους τοὺς βορειοτάτους λέγεσθαι.
因为即使诗人们以较为神话的方式这样说,那些解释他们的人至少应当听取其健全的含义,即超北风人是指最北方的人。
ὅρος δὲ τῶν μὲν βορείων ὁ πόλος, τῶν δὲ νοτίων ὁ ἰσημερινός· καὶ τῶν ἀνέμων δʼ ὁ αὐτὸς ὅρος.
北方的边界是极点,南方的边界是赤道;风的边界也是相同的。
§1.3.23̔εξῆς δὲ λέγει πρὸς τοὺς φανερῶς πεπλασμένα καὶ ἀδύνατα λέγοντας, τὰ μὲν ἐν μύθου σχήματι τὰ δʼ ἱστορίας, περὶ ὧν οὐκ ἄξιον μεμνῆσθαι· οὐδʼ ἐκεῖνον ἐχρῆν ἐν ὑποθέσει τοιαύτῃ φλυάρους ἐπισκοπεῖν.
接下来,他针对那些显然在讲述虚构且不可能之事的人(有的是神话形式,有的是历史形式)发表了意见,这些是不值得提及的;他(埃拉托斯特尼)在这样一门学科中,也无需去考察这些说胡话的人。

词汇与语法注释

  1. 1.3.21Ἰβήρων μὲν τῶν ἑσπερίων εἰς τοὺς ὑπὲρ τοῦ Πόντου καὶ τῆς Κολχίδος τόπους μετῳκισμένων — 这是一个由副词性 οἷον(“例如”)引导的一系列独立属格结构(Ἰβήρων ... μετῳκισμένων、Αἰγυπτίων ... [μετῳκισμένων]、Ἑνετῶν ... [μετῳκισμένων]),用以说明前文所述“因迁移而引起的变化”。
  2. 1.3.22τοῦ γὰρ Ἡροδότου μηδένας ὑπερβορείους εἶναι φήσαντος, μηδὲ γὰρ ὑπερνοτίους — τοῦ Ἡροδότου ... φήσαντος 是独立属格结构。在此结构中,μηδένας ὑπερβορείους 是不定式 εἶναι 的主格对格,而在并列的原因从句 μηδὲ γὰρ ὑπερνοτίους 中省略了不定式 [εἶναι]。
  3. 1.3.22θαυμαστὸν δʼ εἰ καθʼ ἕκαστον κλίμα πνέοντος ἀνέμου καὶ πανταχοῦ τοῦ ἀπὸ μεσημβρίας νότου προσαγορευομένου, ἔστι τις οἴκησις ἐν ᾗ τοῦτο μὴ συμβαίνει — 在非人称表达 θαυμαστὸν [ἐστιν] 之后,跟着一个由 εἰ 引导的表示事实的条件从句。在此 εἰ 从句中嵌入了两个独立属格短语(πνέοντος ἀνέμου 和 τοῦ ... προσαγορευομένου),而 ἔστι τις οἴκησις 则作为该从句的主谓结构。
  4. 1.3.22εἰ δʼ ἄρα, τοῦ Ἡροδότου τοῦτʼ ἐχρῆν αἰτιᾶσθαι — τοῦτʼ 是一个先导代词(τοῦτο),用以预示接下来的 ὅτι 从句。充当非人称过去动词 ἐχρῆν(含有反事实语气,意为“本应当”)的补足语的不定式 αἰτιᾶσθαι,其支配的被指责对象为属格(τοῦ Ἡροδότου),而指责的内容为宾格(τοῦτο)。

引用这一段

斯特拉波, 地理学 §1.3.21-1.3.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.3.21-1.3.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。