Humanitext Reader

ストラボン · 地理誌 §1.3.19-1.3.20

地殻分裂に由来する地名とギリシアの地震

41 / 577 箇所 · ギリシア語

要旨

レスボスやラガイなど地殻変動に由来する各地名の起源と土地の変化が語られ、続いてデメトリオスの記録に基づき、ギリシア全域を襲った大地震や津波に伴う破滅的変化が詳述される。

§1.3.19̔η δὲ Ἄντισσα νῆσος ἦν πρότερον, ὡς Μυρσίλος φησί·
アンティサは、ミュルシロスが言うには、以前は島であった。
τῆς δὲ Λέσβου καλουμένης πρότερον Ἴσσης, καὶ τὴν νῆσον Ἄντισσαν καλεῖσθαι συνέβη·
レスボスがかつてイサと呼ばれていたため、その島はアンティサと呼ばれることになったのである。
νῦν δὲ τῆς Λέσβου πόλις ἐστίν.
しかし現在は、レスボスの一都市となっている。
οἱ δὲ καὶ τὴν Λέσβον τῆς Ἴδης ἀπερρωγέναι πεπιστεύκασι, καθάπερ τὴν Προχύτην καὶ τὴν Πιθηκοῦσσαν τοῦ Μισηνοῦ, τὰς δὲ Καπρέας τοῦ Ἀθηναίου, τὴν Σικελίαν δὲ τῆς Ῥηγίνης, τὴν Ὄσσαν δὲ τοῦ Ὀλύμπου.
また、プロキュテやピテコウサがミセヌムから、カプレアイがアテナイオンから、シケリアがレギオンの土地から、オッサがオリンポスから引き裂かれたのと同様に、レスボスもイダ山から引き裂かれたのだと信じる人々もいる。
γεγόνασι δὲ καὶ περὶ ταῦτα τοιαῦται μεταβολαί.
これらの地域でも、そのような変化が起こったのである。
καὶ ὁ Λάδων δὲ ὁ ἐν Ἀρκαδίᾳ ἐπέσχε ποτὲ τὸ ῥεῦμα.
アルカディアのラドン川も、かつてその流れを止めた。
Δοῦρις δὲ τὰς Ῥάγας τὰς κατὰ Μηδίαν ὠνομάσθαι φησὶν ὑπὸ σεισμῶν ῥαγείσης τῆς περὶ τὰς Κασπίους πύλας γῆς, ὥστε ἀνατραπῆναι πόλεις συχνὰς καὶ κώμας καὶ ποταμοὺς ποικίλας μεταβολὰς δέξασθαι.
ドゥリスによれば、メディア地方のラガイは、カスピ海門の周辺の土地が地震によって裂けたためにその名が付いたのであり、その結果、多くの都市や村が覆され、川が多様な変化を被った。
Ἴων δὲ περὶ τῆς Εὐβοίας φησὶν ἐν Ὀμφάλῃ Σατύροις "Εὐβοΐδα μὲν γῆν λεπτὸς εὐρίπου κλύδων Βοιωτίας ἐχώρισʼ, ἀκτὴν ἐκτεμὼν προβλῆτα πορθμῷ.
イオンは『オンパレ』の中のサテュロス劇でエウボイアについてこう言っている。
" §1.3.20δημήτριος δʼ ὁ Καλλατιανὸς τοὺς καθʼ ὅλην τὴν Ἑλλάδα γενομένους ποτὲ σεισμοὺς διηγούμενος τῶν τε Λιχάδων νήσων καὶ τοῦ Κηναίου τὰ πολλὰ καταδῦναί φησι, τά τε θερμὰ τὰ ἐν Αἰδηψῷ καὶ Θερμοπύλαις ἐπὶ τρεῖς ἡμέρας ἐπισχεθέντα πάλιν ῥυῆναι, τὰ δʼ ἐν Αἰδηψῷ καὶ καθʼ ἑτέρας ἀναρραγῆναι πηγάς·
「エウボイアの地を、エウリポスの細い波が、突出した岬を海峡によって切り開き、ボイオティアから引き離した」カラティスのデメトリオスは、かつてギリシア全土で起こった地震を記述する中で、リカス諸島とケナイオンの大部分が沈没したと述べている。 また、アイデプソスとテルモピュライの温水は三日間にわたって止まった後、再び流れ出し、アイデプソスのものは別の源泉からも噴出した。
Ὠρεοῦ δὲ τὸ πρὸς θαλάττῃ τεῖχος καὶ τῶν οἰκιῶν περὶ ἑπτακοσίας συμπεσεῖν, Ἐχίνου τε καὶ Φαλάρων καὶ Ἡρακλείας τῆς Τραχῖνος, τῶν μὲν πολὺ μέρος πεσεῖν, Φαλάρων δὲ καὶ ἐξ ἐδάφους ἀνατραπῆναι τὸ κτίσμα.
オレオスでは海に面した城壁と約七百の家屋が崩壊し、エキノス、パララ、トラキスのヘラクレイアでも、それらの大部分が崩壊し、パララでは建物が土台から覆された。
παραπλήσια δὲ συμβῆναι καὶ Λαμιεῦσι καὶ Λαρισαίοις·
ラミアやラリサの人々にも同様のことが起こった。
καὶ Σκάρφειαν δʼ ἐκ θεμελίων ἀναρριφῆναι, καὶ καταδῦναι σώματα χιλίων καὶ ἑπτακοσίων οὐκ ἐλάττω, Θρονίους δʼ ὑπὲρ ἥμισυ τούτων·
スカルペイアは基礎から覆り、千七百人を下らない人々が水没し、スロニオンの人々はその半分以上が同様であった。
κῦμά τε ἐξαρθὲν τριχῆ τὸ μὲν πρὸς Τάρφην ἐνεχθῆναι καὶ Θρόνιον, τὸ δὲ πρὸς Θερμοπύλας, ἄλλο δὲ εἰς τὸ πεδίον ἕως τοῦ Φωκικοῦ Δαφνοῦντος, πηγάς τε ποταμῶν ξηρανθῆναι πρὸς ἡμέρας τινάς·
また、三つに分かれて湧き上がった波は、一方はタルペとスロニオンに向かって、もう一方はテルモピュライに向かって、他方はフォキスのダフヌスに至る平原に向かって押し寄せ、河川の源泉は数日間にわたって干上がった。
τὸν δὲ Σπερχειὸν ἀλλάξαι τὸ ῥεῖθρον καὶ ποιῆσαι πλωτὰς τὰς ὁδούς, τὸν δὲ Βοάγριον κατʼ ἄλλης ἐνεχθῆναι φάραγγος, καὶ Ἀλόπης δὲ καὶ Κύνου καὶ Ὀποῦντος πολλὰ καταβλαβῆναι μέρη, Οἶον δὲ τὸ ὑπερκείμενον φρούριον πᾶν ἀνατραπῆναι, Ἐλατείας δὲ τοῦ τείχους καταρραγῆναι μέρος, περὶ δὲ Ἄλπωνον θεσμοφορίων ὄντων πέντε καὶ εἴκοσι παρθένους ἀναδραμούσας εἰς πύργον τῶν ἐλλιμενίων κατὰ θέαν, πεσόντος τοῦ πύργου, πεσεῖν καὶ αὐτὰς εἰς τὴν θάλατταν.
スペルケイオス川はその流路を変えて道路を船で行けるようにし、ボアグリオス川は別の谷へと流れた。 アロペ、キュノス、オプスの多くの部分が深刻な被害を受け、その上方にある砦オイオンは完全に覆され、エラテイアの城壁の一部が崩壊した。 アルポノスの近郊でテスモポリアの祭りが行われていた際、二十五人の乙女たちが見物のために港の塔に駆け上がったところ、塔が崩壊して彼女たちも海に落下した。
λέγουσι δὲ καὶ τῆς Ἀταλάντης τῆς πρὸς Εὐβοίᾳ τὰ μέσα ῥήγματος γενομένου διάπλουν δέξασθαι, μεταξὺ καὶ τῶν πεδίων ἔνια καὶ μέχρι εἴκοσι σταδίων ἐπικλυσθῆναι, καὶ τριήρη τινὰ ἐκ τῶν νεωρίων ἐξαιρεθεῖσαν ὑπερπεσεῖν τοῦ τείχους.
また、エウボイア近郊のアタランテ島の中央部が裂けて船が通れるようになり、平原の一部は二十スタディオンに及んで浸水し、造船所から引き揚げられた三段櫂船が城壁を越えて流されたとも言われている。

語釈・文法注

  1. 1.3.19τῆς δὲ Λέσβου καλουμένης πρότερον Ἴσσης — 絶対属格(genitive absolute)の構文。「レスボスがかつてイサと呼ばれていたため」という理由や背景を導き、主節の `καὶ τὴν νῆσον Ἄντισσαν καλεῖσθαι συνέβη`(そしてその島がアンティサと命名されるに至った)に直接係っている。
  2. 1.3.19τῆς Ῥηγίνης — 固有名詞形容詞の女性属格。対応する女性名詞(おそらく `γῆς`「土地・領土」または `χώρας`「国・地域」)が省略された形であり、「レギオンの土地(領土)から」という意味を表す。
  3. 1.3.19ἀκτὴν ἐκτεμὼν προβλῆτα πορθμῷ — イオンの詩からの引用箇所。アオリスト能動態分詞 `ἐκτεμὼν`(切り離して)の文脈上の主語は、主節の主語である `κλύδων`(波)であり、対格の `ἀκτὴν προβλῆτα`(突き出た岬)を直接目的語に取っている。`πορθμῷ` は手段を表す与格(「海峡によって」)。
  4. 1.3.20τὰ πολλά — 中性複数対格の名詞的用法。「大部分、多くの部分」を意味し、部分属格 `τῶν τε Λιχάδων νήσων καὶ τοῦ Κηναίου`(リカス諸島とケナイオンの)と組み合わさっている。これは対格不定詞構文(accusative with infinitive)において `καταδῦναι` の意味上の主語となっている。
  5. 1.3.20καταδῦναι σώματα χιλίων καὶ ἑπτακοσίων οὐκ ἐλάττω — 比較級 `ἐλάττω`(`ἐλάττονα` の縮約形)の後に比較属格 `χιλίων καὶ ἑπτακοσίων`(千七百)が続き、「千七百を下らない、千七百以上の」という意味を構成する。`σώματα`(身体・人々)は不定詞 `καταδῦναι` の主語(対格主語)である。

この箇所を引用する

ストラボン, 地理誌 §1.3.19-1.3.20. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.3.19-1.3.20

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。