§1.3.2οὐ μόνον δὲ ταῦτʼ ἄν τις ἐπισημήναιτο, ἀλλʼ ὅτι καὶ περὶ τῶν τόπων οὐδὲ καθʼ ἑαυτόν πω γνώριμα εἶναί φησι τὰ καθʼ ἕκαστα ἀκριβολογούμενα, καὶ κελεύσας ἡμῖν μὴ ῥᾳδίως τοῖς τυχοῦσι πιστεύειν, καὶ τὰς αἰτίας διὰ μακρῶν ἀποδοὺς διʼ ἃς οὐδὲ πιστευτέον, οἷον περὶ τῶν κατὰ τὸν Πόντον καὶ τὸν Ἀδρίαν, αὐτὸς ἐπίστευσε τοῖς τυχοῦσι.
人はこれらのことだけを指摘することもできるが、それに加えて、地域に関しても、彼自身の時代においてすら詳細な事実はまだ明確に知られているわけではないと彼自身が言っていること、そして、我々に偶然出会った人々を簡単には信用するなと命じ、信用すべきではない理由を長々と説明したにもかかわらず(たとえば、ポントスやアドリア海に関するもののように)、彼自身がそうした偶然出会った人々を信用してしまったことをも指摘できるだろう。
τοιγάρτοι τὸν μὲν Ἰσσικὸν κόλπον ἐπίστευσεν ἑωθινώτατον τῆς καθʼ ἡμᾶς θαλάττης σημεῖον, τοῦ κατὰ Διοσκουριάδα τὴν ἐν τῷ τοῦ Πόντου μυχῷ σχεδόν τι καὶ τρισχιλίοις σταδίοις ἑωθινωτέρου ὄντος καὶ κατʼ αὐτὸν ἐκ τοῦ σταδιασμοῦ οὗ φησί·
それゆえ実際、彼はイッソス湾を我々の海の最も東の地点であると信じたが、ポントス(黒海)の最奥部にあるディオスクリアスの地点は、彼自身が言うところの、距離測定によってさえ、およそ3000スタディオンもそれ(イッソス湾)より東にあるのである。
τοῦ τε Ἀδρίου καὶ τὰ ἀρκτικὰ καὶ τὰ ἔσχατα διεξιὼν οὐδενὸς ἀπέχεται μυθώδους.
また、アドリア海や、北方地域、最果ての地を詳細に記述する際、彼はどんな神話的な話からも遠ざかっていない。
πεπίστευκε δὲ καὶ περὶ τῶν ἔξω στηλῶν Ἡρακλείων πολλοῖς μυθώδεσι, Κέρνην τε νῆσον καὶ ἄλλους τόπους ὀνομάζων τοὺς μηδαμοῦ νυνὶ δεικνυμένους, περὶ ὧν μνησθησόμεθα καὶ ὕστερον.
さらに、ヘラクレスの柱の外側に関しても、彼は多くの神話的な話を信じており、ケルネ島や、今日ではどこにも見出されない他の場所の名を挙げている。 これらについては後でも言及する予定である。
εἰπών τε τοὺς ἀρχαιοτάτους πλεῖν καὶ κατὰ λῃστείαν ἢ ἐμπορίαν, μὴ πελαγίζειν δέ, ἀλλὰ παρὰ γῆν, καθάπερ τὸν Ἰάσονα, ὅνπερ καὶ μέχρι τῆς Ἀρμενίας καὶ Μηδίας ἐκ τῶν Κόλχων στρατεῦσαι ἀφέντα τὰς ναῦς, ὕστερόν φησι τὸ παλαιὸν οὔτε τὸν Εὔξεινον θαρρεῖν τινα πλεῖν οὔτε παρὰ Λιβύην καὶ Συρίαν καὶ Κιλικίαν.
そして、最も古の人々は海賊行為や交易のために航海したが、外洋には出ず、沿岸を進んだと述べておきながら(それは例えばヤソンのようであり、ヤソンはコルキスから船を離れてアルメニアやメディアにまで遠征したと彼は言っているのだが)、その一方で、古くは誰もエウクセイノス(黒海)を航海することをあえてせず、リビュアやシリア、キリキアの沿岸をも航海しなかったと、後に彼は言っている。
εἰ μὲν οὖν τοὺς πάλαι τοὺς πρὸ τῆς ἡμετέρας λέγει μνήμης, οὐδὲν ἐμοὶ μέλει περὶ ἐκείνων λέγειν, οὔτʼ εἰ ἔπλεον οὔτʼ εἰ μή·
もし彼が、我々の記憶(歴史の記録)よりも前の古代の人々について言っているのなら、彼らが航海したか否かについて私が語ることは何もない。
εἰ δὲ περὶ τῶν μνημονευομένων, οὐκ ἂν ὀκνήσαι τις εἰπεῖν ὡς οἱ παλαιοὶ μακροτέρας ὁδοὺς φανοῦνται καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τελέσαντες τῶν ὕστερον, εἰ χρὴ προσέχειν τοῖς λεγομένοις·
しかし、記憶されている人々について言っているのなら、もし語られていることに耳を傾けるべきであるならば、古代の人々の方が後世の人々よりも、陸路でも海路でもより長い旅を成し遂げたことが明らかになるだろう、と躊躇なく言えるだろう。
οἷον Διόνυσος καὶ Ἡρακλῆς καὶ αὐτὸς ὁ Ἰάσων, ἔτι δʼ οἱ ὑπὸ τοῦ ποιητοῦ λεγόμενοι Ὀδυσσεὺς καὶ Μενέλαος.
例えば、ディオニュソス、ヘラクレス、そしてヤソン自身、さらには詩人によって語られているオデュッセウスやメネラオスである。
καὶ Θησέα δὲ καὶ Πειρίθουν μακρὰς εἰκός ἐστι στρατείας ὑπομείναντας καταλιπεῖν δόξαν περὶ ἑαυτῶν ὡς εἰς Ἅιδου καταβάντας, τοὺς δὲ Διοσκούρους ἐπιμελητὰς τῆς θαλάττης λεχθῆναι καὶ σωτῆρας τῶν πλεόντων.
そしてテセウスとペイリトオスも、長途の遠征に耐えたことで、冥界に下ったという彼らに関する名声を残したと考えられるし、ディオスクロイは海の守護者であり航海する者たちの救済者と呼ばれるようになった。
ἥ τε Μίνω θαλαττοκρατία θρυλεῖται καὶ ἡ Φοινίκων ναυτιλία, οἳ καὶ τὰ ἔξω τῶν Ἡρακλείων στηλῶν ἐπῆλθον καὶ πόλεις ἔκτισαν κἀκεῖ καὶ περὶ τὰ μέσα τῆς Λιβύης παραλίας μικρὸν τῶν Τρωικῶν ὕστερον.
また、ミノスの海上支配やフェニキア人の航海も有名であり、フェニキア人たちはヘラクレスの柱の外側にも進出し、そこや、トロイア戦争の少し後にリビュアの海岸の中央部あたりにも都市を創建した。
Αἰνείαν δὲ καὶ Ἀντήνορα καὶ Ἐνετοὺς καὶ ἁπλῶς τοὺς ἐκ τοῦ Τρωικοῦ πολέμου πλανηθέντας εἰς πᾶσαν τὴν οἰκουμένην ἄξιον μὴ τῶν παλαιῶν ἀνθρώπων νομίσαι;
そして、アイネイアスやアンテノール、エネトイ人、そして端的に言ってトロイア戦争から居住世界の各地へと漂流した人々を、古代の人々とみなさないのが妥当であろうか。
συνέβη γὰρ δὴ τοῖς τότε Ἕλλησιν ὁμοίως καὶ τοῖς βαρβάροις διὰ τὸν τῆς στρατείας χρόνον ἀποβαλεῖν τά τε ἐν οἴκῳ καὶ τῇ στρατείᾳ πορισθέντα·
なぜなら、当時のギリシア人にとってもバルバロイにとっても、遠征の長期化のために、故郷にあったものも、遠征で得たものも失うということが実際に起こったからである。
ὥστε μετὰ τὴν τοῦ Ἰλίου καταστροφὴν τούς τε νικήσαντας ἐπὶ λῃστείαν τραπέσθαι διὰ τὰς ἀπορίας καὶ πολὺ μᾶλλον τοὺς ἡττηθέντας καὶ περιγενομένους ἐκ τοῦ πολέμου.
その結果、イリオスの破滅の後、勝者たちも困窮のために海賊行為へと転じ、敗者たちや戦争を生き延びた者たちはなおさらそうしたのである。
καὶ δὴ καὶ πόλεις ὑπὸ τούτων πλεῖσται κτισθῆναι λέγονται κατὰ πᾶσαν τὴν ἔξω τῆς Ἑλλάδος παραλίαν, ἔστι δʼ ὅπου καὶ τὴν μεσόγαιαν.
そして、彼らによって非常に多くの都市がギリシア外のすべての沿岸部、また場所によっては内陸部にも創建されたと言われている。
§1.3.3εἰπὼν δὲ καὶ αὐτὸς ὁπόσον προὔβη τὰ τῆς οἰκουμένης εἰς γνῶσιν τοῖς μετʼ Ἀλέξανδρον καὶ κατʼ αὐτὸν ἤδη, μεταβέβηκεν ἐπὶ τὸν περὶ τοῦ σχήματος λόγον, οὐχὶ περὶ τοῦ τῆς οἰκουμένης, ὅπερ ἦν οἰκειότερον τῷ περὶ αὐτῆς λόγῳ, ἀλλὰ τοῦ τῆς συμπάσης γῆς·
そして彼自身、アレクサンドロス以後の人々、さらにはすでに彼自身の時代の人々にとって、居住世界の知見がどれほど進展したかを述べた後、形状に関する議論へと移行した。 しかし、それは居住世界の形状についてではなく(それは居住世界に関する議論により適していたであろうに)、地球全体の形状についてであった。
δεῖ μὲν γὰρ καὶ τούτου μνησθῆναι, μὴ ἀτάκτως δέ.
地球全体の形状についても言及する必要はあるが、無秩序であってはならない。
εἰπὼν οὖν ὅτι σφαιροειδὴς ἡ σύμπασα, οὐχ ὡς ἐκ τόρνου δέ, ἀλλʼ ἔχει τινὰς ἀνωμαλίας, ἐπιφέρει τὸ πλῆθος τῶν ἐν μέρει μετασχηματισμῶν αὐτῆς, οἳ συμβαίνουσιν ἔκ τε ὕδατος καὶ πυρὸς καὶ σεισμῶν καὶ ἀναφυσημάτων καὶ ἄλλων τοιούτων, οὐδʼ ἐνταῦθα τὴν τάξιν φυλάττων.
そこで彼は、全体としては球状であるが、旋盤で削り出されたようなものではなく、いくらかの不規則性があると述べた上で、水、火、地震、噴出、その他これらに類するものによって生じる、地球の部分的な変化の数々を提示しているが、ここでも秩序を守っていない。
τὸ μὲν γὰρ σφαιροειδὲς περὶ ὅλην τὴν γῆν ἀπὸ τῆς τοῦ ὅλου ἕξεως συμβαίνει, οἱ δὲ τοιοῦτοι μετασχηματισμοὶ τὴν μὲν ὅλην γῆν οὐδὲν ἐξαλλάττουσιν·
というのも、地球全体における球状という性質は、全体の物理的状態から生じるものであるが、このような変化は地球全体を何ら変えることはないからである。
ἐν γὰρ τοῖς μεγάλοις ἐναφανίζεται τὰ οὕτω μικρά·
巨大なものの中では、そのような小さなものは見えなくなってしまうのである。
τῆς δὲ οἰκουμένης διαθέσεις ἑτέρας καὶ ἑτέρας τινὰς ἀπεργάζονται καὶ τὰς προσεχεῖς αἰτίας ἄλλας καὶ ἄλλας ἔχουσι.
しかし、それらは居住世界の配置に様々な異なる変化をもたらし、それぞれ異なる直接的な原因を持っているのである。