Humanitext Reader

斯特拉波 · 地理学 §1.3.2-1.3.3

古代远征的真实性与地球球形论

第 33 段,共 577 段 · 希腊语

内容简介

作者指出埃拉托斯特尼在地理描述和古代航海方面的矛盾与错误,论述了古代英雄和民族的长途远征与殖民活动。同时,他还讨论了地球整体的球形与自然现象引起的局部形态变化之间的关系。

§1.3.2οὐ μόνον δὲ ταῦτʼ ἄν τις ἐπισημήναιτο, ἀλλʼ ὅτι καὶ περὶ τῶν τόπων οὐδὲ καθʼ ἑαυτόν πω γνώριμα εἶναί φησι τὰ καθʼ ἕκαστα ἀκριβολογούμενα, καὶ κελεύσας ἡμῖν μὴ ῥᾳδίως τοῖς τυχοῦσι πιστεύειν, καὶ τὰς αἰτίας διὰ μακρῶν ἀποδοὺς διʼ ἃς οὐδὲ πιστευτέον, οἷον περὶ τῶν κατὰ τὸν Πόντον καὶ τὸν Ἀδρίαν, αὐτὸς ἐπίστευσε τοῖς τυχοῦσι.
人们不仅可以指出这些事情,还可以指出:虽然他说甚至到他自己的时代,关于这些地方的详细情况还未被清楚了解,并且他吩咐我们不要轻易相信那些偶然遇到的著作者,并长篇大论地给出不应相信他们的理由(例如关于黑海和亚得里亚海地区的事情),但他自己却相信了那些偶然遇到的著作者。
τοιγάρτοι τὸν μὲν Ἰσσικὸν κόλπον ἐπίστευσεν ἑωθινώτατον τῆς καθʼ ἡμᾶς θαλάττης σημεῖον, τοῦ κατὰ Διοσκουριάδα τὴν ἐν τῷ τοῦ Πόντου μυχῷ σχεδόν τι καὶ τρισχιλίοις σταδίοις ἑωθινωτέρου ὄντος καὶ κατʼ αὐτὸν ἐκ τοῦ σταδιασμοῦ οὗ φησί· τοῦ τε Ἀδρίου καὶ τὰ ἀρκτικὰ καὶ τὰ ἔσχατα διεξιὼν οὐδενὸς ἀπέχεται μυθώδους.
因此,他相信伊苏斯湾是我们这片海洋最东端的地点,然而根据他自己给出的距离测量,位于黑海最深处的狄奥斯库里亚斯地点,甚至比伊苏斯湾还要往东大约三千斯塔迪亚;而在详细描述亚得里亚海、北方地区和最边缘地带时,他完全没有避开任何神话故事。
πεπίστευκε δὲ καὶ περὶ τῶν ἔξω στηλῶν Ἡρακλείων πολλοῖς μυθώδεσι, Κέρνην τε νῆσον καὶ ἄλλους τόπους ὀνομάζων τοὺς μηδαμοῦ νυνὶ δεικνυμένους, περὶ ὧν μνησθησόμεθα καὶ ὕστερον.
此外,关于赫拉克勒斯之柱以外的地区,他也相信了许多神话般的故事,点名提到了克尔涅岛以及如今在任何地方都无法指明的其他地点,关于这些我们在以后还会提到。
εἰπών τε τοὺς ἀρχαιοτάτους πλεῖν καὶ κατὰ λῃστείαν ἢ ἐμπορίαν, μὴ πελαγίζειν δέ, ἀλλὰ παρὰ γῆν, καθάπερ τὸν Ἰάσονα, ὅνπερ καὶ μέχρι τῆς Ἀρμενίας καὶ Μηδίας ἐκ τῶν Κόλχων στρατεῦσαι ἀφέντα τὰς ναῦς, ὕστερόν φησι τὸ παλαιὸν οὔτε τὸν Εὔξεινον θαρρεῖν τινα πλεῖν οὔτε παρὰ Λιβύην καὶ Συρίαν καὶ Κιλικίαν.
他一方面说最古老的人们是为了海盗活动或贸易而航海,不走外海,而是沿着陆地航行,就像伊阿宋一样(他说伊阿宋甚至从科尔基斯弃船登岸,一直远征到亚美尼亚和米底亚);另一方面,他后来又说,古时候没有人敢在黑海上航行,也没有人敢沿着利比亚、叙利亚和基利基亚航行。
εἰ μὲν οὖν τοὺς πάλαι τοὺς πρὸ τῆς ἡμετέρας λέγει μνήμης, οὐδὲν ἐμοὶ μέλει περὶ ἐκείνων λέγειν, οὔτʼ εἰ ἔπλεον οὔτʼ εἰ μή· εἰ δὲ περὶ τῶν μνημονευομένων, οὐκ ἂν ὀκνήσαι τις εἰπεῖν ὡς οἱ παλαιοὶ μακροτέρας ὁδοὺς φανοῦνται καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τελέσαντες τῶν ὕστερον, εἰ χρὴ προσέχειν τοῖς λεγομένοις· οἷον Διόνυσος καὶ Ἡρακλῆς καὶ αὐτὸς ὁ Ἰάσων, ἔτι δʼ οἱ ὑπὸ τοῦ ποιητοῦ λεγόμενοι Ὀδυσσεὺς καὶ Μενέλαος.
如果他所说的古人是指我们记忆之前的人,那么他们是否航行过与我无关,我也不必谈论他们;但如果是指有记载的人,那么如果必须关注那些传说的话,人们会毫不犹豫地说,古人无论在陆路还是海路上,都比后世的人完成了更长远的旅程;例如狄奥尼索斯、赫拉克勒斯、伊阿宋本人,以及诗人所提到的奥德修斯和梅内劳斯。
καὶ Θησέα δὲ καὶ Πειρίθουν μακρὰς εἰκός ἐστι στρατείας ὑπομείναντας καταλιπεῖν δόξαν περὶ ἑαυτῶν ὡς εἰς Ἅιδου καταβάντας, τοὺς δὲ Διοσκούρους ἐπιμελητὰς τῆς θαλάττης λεχθῆναι καὶ σωτῆρας τῶν πλεόντων.
此外,忒修斯和培里托俄斯因承受了长途远征,很自然地留下了关于他们曾下到冥界的声名,而狄奥斯库里兄弟则被称为海洋的守护者和航海者的拯救者。
ἥ τε Μίνω θαλαττοκρατία θρυλεῖται καὶ ἡ Φοινίκων ναυτιλία, οἳ καὶ τὰ ἔξω τῶν Ἡρακλείων στηλῶν ἐπῆλθον καὶ πόλεις ἔκτισαν κἀκεῖ καὶ περὶ τὰ μέσα τῆς Λιβύης παραλίας μικρὸν τῶν Τρωικῶν ὕστερον.
米诺斯的海上霸权和腓尼基人的航海也广为人知,腓尼基人甚至到达了赫拉克勒斯之柱以外,并在那里以及在特洛伊战争后不久在利比亚海岸中部一带建立了城市。
Αἰνείαν δὲ καὶ Ἀντήνορα καὶ Ἐνετοὺς καὶ ἁπλῶς τοὺς ἐκ τοῦ Τρωικοῦ πολέμου πλανηθέντας εἰς πᾶσαν τὴν οἰκουμένην ἄξιον μὴ τῶν παλαιῶν ἀνθρώπων νομίσαι;
难道不应该把埃涅阿斯、安特诺尔、埃内蒂人,以及简而言之所有从特洛伊战争流散到整个居住世界的人,视为古人吗?
συνέβη γὰρ δὴ τοῖς τότε Ἕλλησιν ὁμοίως καὶ τοῖς βαρβάροις διὰ τὸν τῆς στρατείας χρόνον ἀποβαλεῖν τά τε ἐν οἴκῳ καὶ τῇ στρατείᾳ πορισθέντα·
因为对于当时的希腊人和蛮族人来说,由于远征时间漫长,他们不仅失去了家乡的财产,也失去了在远征中获得的物资。
ὥστε μετὰ τὴν τοῦ Ἰλίου καταστροφὴν τούς τε νικήσαντας ἐπὶ λῃστείαν τραπέσθαι διὰ τὰς ἀπορίας καὶ πολὺ μᾶλλον τοὺς ἡττηθέντας καὶ περιγενομένους ἐκ τοῦ πολέμου.
结果,在伊利翁毁灭之后,胜利者因贫困而转向海盗活动,而战败者和战争中幸存下来的人更是如此。
καὶ δὴ καὶ πόλεις ὑπὸ τούτων πλεῖσται κτισθῆναι λέγονται κατὰ πᾶσαν τὴν ἔξω τῆς Ἑλλάδος παραλίαν, ἔστι δʼ ὅπου καὶ τὴν μεσόγαιαν.
据传,他们在外希腊的整个沿海地区,甚至在某些内陆地区,建立起了极多的城市。
§1.3.3εἰπὼν δὲ καὶ αὐτὸς ὁπόσον προὔβη τὰ τῆς οἰκουμένης εἰς γνῶσιν τοῖς μετʼ Ἀλέξανδρον καὶ κατʼ αὐτὸν ἤδη, μεταβέβηκεν ἐπὶ τὸν περὶ τοῦ σχήματος λόγον, οὐχὶ περὶ τοῦ τῆς οἰκουμένης, ὅπερ ἦν οἰκειότερον τῷ περὶ αὐτῆς λόγῳ, ἀλλὰ τοῦ τῆς συμπάσης γῆς·
在亲自说明了亚历山大之后乃至在他自己时代,人们对居住世界的认识取得了多少进展之后,他便转入关于形状的讨论,但这并不是关于居住世界的形状(这本该更适合关于居住世界的讨论),而是关于整个地球的形状。
δεῖ μὲν γὰρ καὶ τούτου μνησθῆναι, μὴ ἀτάκτως δέ.
虽然整个地球的形状也必须提及,但不应无秩序地进行。
εἰπὼν οὖν ὅτι σφαιροειδὴς ἡ σύμπασα, οὐχ ὡς ἐκ τόρνου δέ, ἀλλʼ ἔχει τινὰς ἀνωμαλίας, ἐπιφέρει τὸ πλῆθος τῶν ἐν μέρει μετασχηματισμῶν αὐτῆς, οἳ συμβαίνουσιν ἔκ τε ὕδατος καὶ πυρὸς καὶ σεισμῶν καὶ ἀναφυσημάτων καὶ ἄλλων τοιούτων, οὐδʼ ἐνταῦθα τὴν τάξιν φυλάττων.
因此,在说明了整个地球是球形的,但并非如同旋盘削出那般完美,而是有一些不规则的凹凸之后,他引入了地球各部分由于水、火、地震、喷发及其他类似原因而发生的许多形态变化,在这里他同样没有遵守秩序。
τὸ μὲν γὰρ σφαιροειδὲς περὶ ὅλην τὴν γῆν ἀπὸ τῆς τοῦ ὅλου ἕξεως συμβαίνει, οἱ δὲ τοιοῦτοι μετασχηματισμοὶ τὴν μὲν ὅλην γῆν οὐδὲν ἐξαλλάττουσιν· ἐν γὰρ τοῖς μεγάλοις ἐναφανίζεται τὰ οὕτω μικρά· τῆς δὲ οἰκουμένης διαθέσεις ἑτέρας καὶ ἑτέρας τινὰς ἀπεργάζονται καὶ τὰς προσεχεῖς αἰτίας ἄλλας καὶ ἄλλας ἔχουσι.
因为整个地球的球形是源于整体的物理状态,而这些局部的变化根本不会改变整个地球——因为在宏大的事物中,如此微小的变化会被消解——但它们却给居住世界带来了各种不同的格局,并且有着各种不同的直接原因。

词汇与语法注释

  1. §1.3.2οὐ μόνον δὲ ταῦτʼ ἄν τις ἐπισημήναιτο, ἀλλʼ ὅτι... — 句首的潜在希求法 `ἄν τις ἐπισημήναιτο`(人们或许可以指出)支配着随后的 `ὅτι` 从句。在此 `ὅτι` 从句内部,插入了两个分词短语(`καὶ κελεύσας... καὶ ἀποδοὺς...`),它们对主动词 `ἐπίστευσε` 起到让步性的修饰作用,从而构成了一个长而复杂的嵌套结构。
  2. §1.3.2τοῦ κατὰ Διοσκουριάδα ... ἑωθινῶτερου ὄντος — 这是一个属格绝对(独立属格)结构,其中 `τοῦ κατὰ Διοσκουριάδα` 是逻辑主语(省略了表示“地点”的 `σημείου`),`ὄντος` 是分词。它对主句的主张表示对比或让步(“尽管……实际上偏东”)。
  3. §1.3.2ὅνπερ καὶ μέχρι τῆς Ἀρμενίας καὶ Μηδίας ἐκ τῶν Κόλχων στρατεῦσαι ἀφέντα τὰς ναῦς — 这是一个带有不定式的宾格(对格不定式)结构,关系代名词 `ὅνπερ` 作其逻辑主语。不定式为 `στρατεῦσαι`(远征),分词 `ἀφέντα`(弃)在性、数、格上与宾格的 `ὅνπερ` 一致。整个从句受前文的 `φησί`(他说)支配。
  4. §1.3.2ἄξιον μὴ τῶν παλαιῶν ἀνθρώπων νομίσαι; — 形容词 `ἄξιον`(妥当的/应当的)支配着被 `μὴ` 否定的不定式 `νομίσαι`(不认为……),构成了一个反问句:“不将他们视为古人,这妥当吗?”在语境中,这强烈暗示着“显然应当将他们视为古人”。

引用这一段

斯特拉波, 地理学 §1.3.2-1.3.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.3.2-1.3.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。