Humanitext Reader

ストラボン · 地理誌 §1.3.4

内陸の海洋遺物と地形変化に関する諸説

34 / 577 箇所 · ギリシア語

要旨

内陸で貝殻や塩湖が見つかる現象について、エラトステネスが提示した疑問を契機に、ストラトンとクサンドスの地球物理学的な変化(地殻変動、水系の変化、海水の流出)に関する学説を検討する。

§1.3.4μάλιστα δέ φησι ζήτησιν παρασχεῖν πῶς ἐν δισχιλίοις καὶ τρισχιλίοις ἀπὸ θαλάττης σταδίοις κατὰ τὴν μεσόγαιαν ὁρᾶται πολλαχοῦ κόγχων καὶ ὀστρέων καὶ χηραμύδων πλῆθος καὶ λιμνοθάλατται, καθάπερ φησὶ περὶ τὸ ἱερὸν τοῦ Ἄμμωνος καὶ τὴν ἐπʼ αὐτῷ ὁδὸν τρισχιλίων σταδίων οὖσαν·
特に彼(エラトステネス)は、海から二千ないし三千スタディオン離れた内陸において、至る所で多くの貝殻や二枚貝、カキの殻、そして塩湖が見られるのはどのようにしてなのかということが、最大の探究課題(疑問)を提供していると言う。 それはちょうど、彼がアモンの神殿、およびそこへ至る三千スタディオンの道について言っているのと同様である。
πολλὴν γὰρ εἶναι χύσιν ὀστρέων, ἅλας τε καὶ νῦν ἔτι εὑρίσκεσθαι πολλούς, ἀναφυσήματά τε θαλάττης εἰς ὕψος ἀναβάλλειν·
そこには貝殻の夥しい堆積があり、今なお多くの塩が発見され、海の噴出口が水を高く噴き上げている。
πρὸς ᾧ καὶ ναυάγια θαλαττίων πλοίων δείκνυσθαι, ἃ ἔφασαν διὰ τοῦ χάσματος ἐκβεβράσθαι, καὶ ἐπὶ στυλιδίων ἀνακεῖσθαι δελφῖνας ἐπιγραφὴν ἔχοντας Κυρηναίων θεωρῶν.
さらに、その場所には海船の難破船の残骸が展示されており、それは地割れから打ち上げられたと人々は語り、また小さな柱の上にはキュレネの使節団の銘が刻まれたイルカの像が奉納されている。
ταῦτα δʼ εἰπὼν τὴν Στράτωνος ἐπαινεῖ δόξαν τοῦ φυσικοῦ, καὶ ἔτι Ξάνθου τοῦ Λυδοῦ·
これらのことを述べた上で、彼は物理学者ストラトンの説を、さらにはリュディア人クサンドスの説をも称賛している。
τοῦ μὲν Ξάνθου λέγοντος ἐπὶ Ἀρταξέρξου γενέσθαι μέγαν αὐχμὸν ὥστʼ ἐκλιπεῖν ποταμοὺς καὶ λίμνας καὶ φρέατα· αὐτόν τε εἰδέναι πολλαχῆ πρόσω ἀπὸ τῆς θαλάττης λίθον τε κογχυλιώδη καὶ τὰ κτενώδεα καὶ χηραμύδων τυπώματα καὶ λιμνοθάλατταν ἐν Ἀρμενίοις καὶ Ματιηνοῖς καὶ ἐν Φρυγίᾳ τῇ κάτω, ὧν ἕνεκα πείθεσθαι τὰ πεδία ποτὲ θάλατταν γενέσθαι.
クサンドスは、アルタクセルクセスの時代に大旱魃が起こり、川や湖や井戸が干上がったと言い、また自分自身、海から遠く離れた多くの場所で、貝殻を含んだ石や、クシ型の貝、カキの殻の痕跡、そしてアルメニア人やマティエノイ人の土地、また低地フリュギアにおいて塩湖があるのを知っており、これらゆえに、それらの平野がかつては海であったと確信している、と述べている。
τοῦ δὲ Στράτωνος ἔτι μᾶλλον ἁπτομένου τῆς αἰτιολογίας, ὅτι φησὶν οἴεσθαι τὸν Εὔξεινον μὴ ἔχειν πρότερον τὸ κατὰ Βυζάντιον στόμα, τοὺς δὲ ποταμοὺς βιάσασθαι καὶ ἀνοῖξαι τοὺς εἰς αὐτὸν ἐμβάλλοντας, εἶτʼ ἐκπεσεῖν τὸ ὕδωρ εἰς τὴν Προποντίδα καὶ τὸν Ἑλλήσποντον.
ストラトンは原因論にさらに深く踏み込んでおり、かつてエウクセイノス(黒海)にはビュザンティオンの箇所の口(海峡)がなかったが、そこに流れ込む川が圧力をかけて切り開き、その結果、水がプロポンティスとヘレスポントスに流れ出したのだと考えていると述べる。
τὸ δʼ αὐτὸ συμβῆναι καὶ περὶ τὴν καθʼ ἡμᾶς θάλατταν·
これと同じことが我々の海(地中海)についても起こった。
καὶ γὰρ ἐνταῦθα τὸν κατὰ στήλας ἐκραγῆναι πόρον, πληρωθείσης ὑπὸ τῶν ποταμῶν τῆς θαλάττης, κατὰ δὲ τὴν ἔκρυσιν ἀνακαλυφθῆναι τὰ τεναγώδη πρότερον.
すなわち、川によって海が満たされたときに、ヘラクレスの柱のところの通路が破れ、その流出によって、かつて湿地であったところが姿を現したのである。
φέρει δʼ αἰτίαν πρῶτον μὲν ὅτι τῆς ἔξω θαλάττης καὶ τῆς ἐντὸς τοὔδαφος ἕτερόν ἐστιν, ἔπειθʼ ὅτι καὶ νῦν ἔτι ταινία τις ὕφαλος διατέτακεν ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην, ὡς ἂν μιᾶς οὔσης πρότερον τῆς τε ἐντὸς καὶ τῆς ἐκτός.
彼(ストラトン)はその原因として、第一に、外海と内海とで海底の高さが異なること、第二に、今なおヨーロッパからリビュアにかけて海底の砂堆が伸びており、これはかつて内海と外海が一つであったかのようであることを挙げている。
καὶ βραχύτατα μὲν εἶναι τὰ περὶ τὸν Πόντον, τὸ δὲ Κρητικὸν καὶ Σικελικὸν καὶ Σαρδῷον πέλαγος σφόδρα βαθέα·
また、ポントス周辺は極めて浅く、クレタ海、シケリア海、サルディニア海は非常に深い。
τῶν γὰρ ποταμῶν πλείστων καὶ μεγίστων ῥεόντων ἀπὸ τῆς ἄρκτου καὶ τῆς ἀνατολῆς, ἐκεῖνα μὲν ἰλύος πληροῦσθαι, τὰ ἄλλα δὲ μένειν βαθέα.
なぜなら、極めて多く、また最大の川が北や東から流れてくるため、ポントスなどは泥で満たされるが、その他の海は深いまま留まっているからである。
διὸ καὶ γλυκυτάτην εἶναι τὴν Ποντικὴν θάλατταν τάς τʼ ἐκρύσεις γίνεσθαι εἰς οὓς ἐγκέκλιται τόπους τὰ ἐδάφη.
それゆえ、ポントスの海は極めて真水に近く、海底が傾斜している場所に流出が起こるのである。
δοκεῖν δὲ κἂν χωσθῆναι τὸν Πόντον ὅλον εἰς ὕστερον, ἂν μένωσιν αἱ ἐπιρρύσεις τοιαῦται·
もしこうした流入がそのままであれば、後にポントス全体が埋没してしまうだろうと考えられる。
καὶ γὰρ νῦν ἤδη τεναγίζειν τὰ ἐν ἀριστερᾷ τοῦ Πόντου, τόν τε Σαλμυδησσὸν καὶ τὰ καλούμενα στήθη ὑπὸ τῶν ναυτικῶν τὰ περὶ τὸν Ἴστρον καὶ τὴν Σκυθῶν ἐρημίαν.
実際、現在すでにポントスの左側の地域、すなわちサルミュデッソスや、船乗りたちが「胸壁」と呼ぶイストロス河口付近やスキティアの荒野の周辺は、湿地(浅瀬)となっている。
τάχα δὴ καὶ τὸ τοῦ Ἄμμωνος ἱερὸν πρότερον ἐπὶ τῆς θαλάττης ὂν ἐκρύσεως γενομένης νῦν ἐν τῇ μεσογαίᾳ κεῖσθαι.
おそらく、かつては海に面していたアモンの神殿も、水の流出が起こったことによって、今では内陸に位置しているのだろう。
εἰκάζει τε τὸ μαντεῖον εὐλόγως ἐπὶ τοσοῦτον γενέσθαι ἐπιφανές τε καὶ γνώριμον ἐπὶ θαλάττῃ ὄν, τόν τε ἐπὶ πολὺ οὕτως ἐκτοπισμὸν ἀπὸ τῆς θαλάττης οὐκ εὔλογον ποιεῖν τὴν νῦν οὖσαν ἐπιφάνειαν καὶ δόξαν·
彼の推測によれば、あの神託所がこれほど有名で知られるようになったのは、海に面していたからであり、海からこれほど遠く離れていることは現在の名声や評判と辻褄が合わない。
τήν τε Αἴγυπτον τὸ παλαιὸν θαλάττῃ κλύζεσθαι μέχρι τῶν ἑλῶν τῶν περὶ τὸ Πηλούσιον καὶ τὸ Κάσιον ὄρος καὶ τὴν Σιρβωνίδα λίμνην·
また、エジプトも古くは、ペルシオン近郊の湿地やカシオン山、シルボニス湖に至るまで海に洗われていた。
ἔτι γοῦν καὶ νῦν κατὰ τὴν Αἴγυπτον τῆς ἁλμυρίδος ὀρυττομένης ὑφάμμους καὶ κογχυλιώδεις εὑρίσκεσθαι τοὺς βόθρους, ὡς ἂν τεθαλαττωμένης τῆς χώρας καὶ τοῦ τόπου παντὸς τοῦ περὶ τὸ Κάσιον καὶ τὰ Γέρρα καλούμενα τεναγίζοντος, ὥστε συνάπτειν τῷ τῆς Ἐρυθρᾶς κόλπῳ·
実際、今でもエジプトで塩田を掘ると、穴から砂混じりの貝殻を含んだ地層が発見される。 それはちょうど、その地域や、カシオンおよびゲラと呼ばれる地域一帯がかつて浅い海であり、紅海湾とつながっていたかのようである。
ἐνδούσης δὲ τῆς θαλάττης ἀνακαλυφθῆναι, μεῖναι δὲ τὴν Σιρβωνίδα λίμνην, εἶτʼ ἐκραγῆναι καὶ ταύτην ὥστε ἑλώδη γενέσθαι.
しかし、海が退くことによって陸地が現れ、シルボニス湖だけが残ったが、それもまた決壊して湿地となった。
ὡς δʼ αὕτως καὶ τῆς Μοίριδος λίμνης τοὺς αἰγιαλοὺς θαλάττης μᾶλλον ἢ ποταμοῦ προσεοικέναι.
同様に、モイリス湖の岸辺も川の岸というよりは海の岸に似ている。
τὸ μὲν οὖν ἐπικλύζεσθαί ποτε πολὺ μέρος τῶν ἠπείρων ἐπὶ καιρούς τινας καὶ πάλιν ἀνακαλύπτεσθαι δοίη τις ἄν·
さて、大陸の大部分が特定の時期に一度水浸しになり、再び姿を現すということは、誰もが認めるだろう。
ὡς δʼ αὕτως καὶ τὸ τοῖς ἐδάφεσιν ἀνώμαλον εἶναι τὴν γῆν ἅπασαν τὴν νῦν ὕφαλον, καθάπερ γε νὴ Δία καὶ τὴν ἔξαλον, ἐν ᾗ οἰκοῦμεν, τοσαύτας δεχομένην ὅσας αὐτὸς Ἐρατοσθένης εἴρηκε μεταβολάς·
また同様に、現在水面下にある地球のすべての底が不平坦であることも認められるだろう。 それは、我々が住んでいる陸地が、エラトステネス自身が述べているような数々の変化を被っているのとまったく同じである。
ὥστε πρός γε τὸν Ξάνθου λόγον οὐδὲν ἂν ἔχοι τις προσφέρειν ἄτοπον.
したがって、クサンドスの説に対して、不合理な点を指摘することはできないだろう。

語釈・文法注

  1. p.64ὧν ἕνεκα πείθεσθαι τὰ πεδία ποτὲ θάλατταν γενέσθαι — 関係代名詞を用いた因果関係の表現 `ὧν ἕνεκα` に続く間接話法の不定詞 `πείθεσθαι` について。この不定詞の文脈上の主語は、前文の属格絶対の主語である `Ξάνθου` である。従属節における不定詞の使用は、伝聞や他者の所説を紹介する間接話法の継続を示す。
  2. p.64βραχύτατα — 形容詞 `βραχύς`(短い、狭い)の最上級中性複数主格形。ここでは空間的な「短さ」ではなく、後続する `βαθέα`(深い)との対比において「非常に浅い」(extremely shallow)という意味で用いられている。
  3. p.64ὡς ἂν μιᾶς οὔσης — 接続詞 `ὡς ἄν` に分詞の属格絶対(`μιᾶς οὔσης`)が組み合わさった構文。「あたかもかつて内海と外海が一つであったかのようである」という、話し手側の主観的な仮定や比喩的推量を表す。
  4. p.66δοίη τις ἄν — 希求法 `δοίη`(`δίδωμι` のアオリスト能動態単数三人称)に小辞 `ἄν` が伴った潜在(Potential Optative)表現。「(誰でも〜ということを)認めるだろう」という妥当な可能性を示す。

この箇所を引用する

ストラボン, 地理誌 §1.3.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.3.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。