§1.3.15ψευδῆ δʼ εἶναι φήσας τὴν ἐπὶ τοῖς δελφῖσιν ἐπιγραφὴν Κυρηναίων θεωρῶν αἰτίαν ἀποδίδωσιν οὐ πιθανήν, ὅτι ἡ μὲν τῆς Κυρήνης κτίσις ἐν χρόνοις φέρεται μνημονευομένοις, τὸ δὲ μαντεῖον οὐδεὶς μέμνηται ἐπὶ θαλάττῃ ποτὲ ὑπάρξαν.
キュレネの使節たちによるイルカの碑文が偽りであると主張した上で、彼(ヒッパルコス)は説得力のない理由を挙げており、それはキュレネの建国は歴史の記録に残る時代のことであるのに対し、神託所(アモン神殿)がかつて海沿いに存在したことは誰も記憶していないからだ、というものである。
τί γάρ, εἰ μηδεὶς μὲν ἱστορεῖ, ἐκ δὲ τῶν τεκμηρίων, ἐξ ὧν εἰκάζομεν παράλιόν ποτε τὸν τόπον γενέσθαι, οἵ τε δελφῖνες ἀνετέθησαν καὶ ἡ ἐπιγραφὴ ἐγένετο ὑπὸ Κυρηναίων θεωρῶν;
しかし、たとえ誰もそれを記録していないとしても、かつてその場所が沿岸であったと我々が推測する根拠となる数々の証拠から、キュレネの使節たちによってイルカが奉納され、碑文が刻まれたのだとしたらどうだろうか。
συγχωρήσας δὲ τῷ μετεωρισμῷ τοῦ ἐδάφους συμμετεωρισθεῖσαν καὶ τὴν θάλατταν ἐπικλύσαι τοὺς μέχρι τοῦ μαντείου τόπους, πλέον ἀπὸ θαλάττης διέχοντας τῶν τρισχιλίων σταδίων, οὐ συγχωρεῖ τὸν μέχρι τοσούτου μετεωρισμὸν ὥστε καὶ τὴν Φάρον ὅλην καλυφθῆναι καὶ τὰ πολλὰ τῆς Αἰγύπτου, ὥσπερ οὐχ ἱκανοῦ ὄντος τοῦ τοσούτου ὕψους καὶ ταῦτα ἐπικλύσαι.
また、地盤の隆起に伴って海も同様に上昇し、海から三千スタディオン以上離れた神託所に至るまでの地域を浸水させたことは認めながら、ファロス島全体やエジプトの大部分が覆われるほどの高さまでの隆起は認めないが、それほどの高さがあれば、これらをも浸水させるのに十分ではないのだろうか。
φήσας δέ, εἴπερ ἐπεπλήρωτο ἐπὶ τοσοῦτον ἡ καθʼ ἡμᾶς θάλαττα πρὶν τὸ ἔκρηγμα τὸ κατὰ στήλας γενέσθαι, ἐφʼ ὅσον εἴρηκεν ὁ Ἐρατοσθένης, χρῆναι καὶ τὴν Λιβύην πᾶσαν καὶ τῆς Εὐρώπης τὰ πολλὰ καὶ τῆς Ἀσίας κεκαλύφθαι πρότερον, τούτοις ἐπιφέρει διότι καὶ ὁ Πόντος τῷ Ἀδρίᾳ σύρρους ἂν ὑπῆρξε κατά τινας τόπους, ἅτε δὴ τοῦ Ἴστρου ἀπὸ τῶν κατὰ τὸν Πόντον τόπων σχιζομένου καὶ ῥέοντος εἰς ἑκατέραν τὴν θάλατταν διὰ τὴν θέσιν τῆς χώρας.
さらに、ヘラクレスの柱の決壊が起こる前に、エラトステネスが述べたほどに我々の海が満水であったならば、リビア全土やヨーロッパの大部分、アジアもあらかじめ覆われていたはずだと述べた上で、これらに加えて、イストロス川がポントス近辺の地域から分岐し、土地の地形のために両方の海に流れていることから、ポントス海もいくつかの場所でアドリア海と合流していたはずだ、とも付け加えている。
ἀλλʼ οὔτʼ ἀπὸ τῶν κατὰ τὸν Πόντον μερῶν ὁ Ἴστρος τὰς ἀρχὰς ἔχει, ἀλλὰ τἀναντία ἀπὸ τῶν ὑπὲρ τοῦ Ἀδρίου ὀρῶν· οὔτʼ εἰς ἑκατέραν τὴν θάλατταν ῥεῖ, ἀλλʼ εἰς τὸν Πόντον μόνον, σχίζεταί τε πρὸς αὐτοῖς μόνον τοῖς στόμασι.
しかし、イストロス川はポントス近辺の地域に源流を持つのではなく、反対にアドリア海の上方の山々に源流を持っており、また両方の海に流れているわけでもなく、ポントス海にのみ流れており、その河口のすぐ近くでのみ分岐している。
κοινὴν δέ τινα τῶν πρὸ αὐτοῦ τισιν ἄγνοιαν ταύτην ἠγνόηκεν, ὑπολαβοῦσιν εἶναί τινα ὁμώνυμον τῷ Ἴστρῳ ποταμὸν ἐκβάλλοντα εἰς τὸν Ἀδρίαν ἀπεσχισμένον αὐτοῦ, ἀφʼ οὗ καὶ τὸ γένος Ἴστρων, διʼ οὗ φέρεται, λαβεῖν τὴν προσηγορίαν, καὶ τὸν Ἰάσονα ταύτῃ ποιήσασθαι τὸν ἐκ τῶν Κόλχων ἀνάπλουν.
そして彼は、自身より前の何人かの人々が陥った共通の無知に陥っており、彼らはイストロス川と同名でそこから分岐してアドリア海に注ぐ川が存在し、その川が流れるイストリアの民の名もそこから取られたものであり、イアソンもコルキスからの帰路にこのルートを通ったと考えていたのである。
§1.3.16πρὸς δὲ τὴν ἀθαυμαστίαν τῶν τοιούτων μεταβολῶν, οἵας ἔφαμεν αἰτίας εἶναι τῶν ἐπικλύσεων καὶ τῶν τοιούτων παθῶν, οἷα εἴρηται τὰ κατὰ τὴν Σικελίαν καὶ τὰς Αἰόλου νήσους καὶ Πιθηκούσσας, ἄξιον παραθεῖναι καὶ ἄλλα πλείω τῶν ἐν ἑτέροις τόποις ὄντων ἢ γενομένων ὁμοίων τούτοις.
シキリアやアイオロスの島々、ピテクッサイに関して述べられたような、洪水やこれに類する現象の原因であると我々が説明したような変化を、驚くべきことではないとするために、他の場所で存在している、あるいは起こった、これらに類似したさらに多くの事例を並べてみることが有益である。
ἀθρόα γὰρ τὰ τοιαῦτα παραδείγματα πρὸ ὀφθαλμῶν τεθέντα παύσει τὴν ἔκπληξιν.
なぜなら、このような事例が一挙に目の前に提示されれば、驚愕は収まるからである。
νυνὶ δὲ τὸ ἄηθες ταράττει τὴν αἴσθησιν καὶ δείκνυσιν ἀπειρίαν τῶν φύσει συμβαινόντων καὶ τοῦ βίου παντός, οἷον εἴ τις λέγοι τὰ περὶ Θήραν καὶ Θηρασίαν νήσους ἱδρυμένας ἐν τῷ μεταξὺ πόρῳ Κρήτης καὶ τῆς Κυρηναίας, ὧν ἡ Θήρα μητρόπολίς ἐστι τῆς Κυρήνης, καὶ τὴν Αἴγυπτον καὶ πολλὰ μέρη τοιαῦτα τῆς Ἑλλάδος.
しかし現在では、不慣れなことが人々の感覚を乱し、自然に起こることや全生涯における経験のなさを露呈させている。 例えば、クレーテーとキュレネの間の海路に位置するテーラ島やテーラシア島(テーラはキュレネの母都市である)、あるいはエジプトやギリシアの多くの同様の地域について誰かが語るようなものである。
ἀνὰ μέσον γὰρ Θήρας καὶ Θηρασίας ἐκπεσοῦσαι φλόγες ἐκ τοῦ πελάγους ἐφʼ ἡμέρας τέτταρας, ὥστε πᾶσαν ζεῖν καὶ φλέγεσθαι τὴν θάλατταν, ἀνεφύσησαν κατʼ ὀλίγον ἐξαιρομένην ὡς ἂν ὀργανικῶς συντιθεμένην ἐκ μύδρων νῆσον ἐπέχουσαν δώδεκα σταδίων τὴν περίμετρον.
テーラとテーラシアの中間で、四日間にわたって深海から炎が噴き出し、海全体が沸き立ち燃え上がったため、あたかも機械的に組み立てられるかのように、燃え盛る塊から周囲十二スタディオンの島が徐々に押し上げられて出現した。
μετὰ δὲ τὴν παῦλαν τοῦ πάθους ἐθάρρησαν πρῶτοι Ῥόδιοι θαλαττοκρατοῦντες ἐπιπροσπλεῦσαι τῷ τόπῳ καὶ Ποσειδῶνος Ἀσφαλίου ἱερὸν ἱδρύσασθαι κατὰ τὴν νῆσον.
この現象が収まった後、最初に海を支配していたロドス人たちが勇敢にもその場所に船を寄せ、島にポセイドン・アスファリオスの神殿を建立した。
ἐν δὲ τῇ Φοινίκῃ φησὶ Ποσειδώνιος γενομένου σεισμοῦ καταποθῆναι πόλιν ἱδρυμένην ὑπὲρ Σιδῶνος, καὶ αὐτῆς δὲ Σιδῶνος σχεδόν τι τὰ δύο μέρη πεσεῖν, ἀλλʼ οὐκ ἀθρόως, ὥστε μὴ πολὺν φθόρον ἀνθρώπων γενέσθαι.
また、ポイニキアにおいて地震が起きた際、シドンの上方にあった都市が飲み込まれ、シドン自体のほぼ三分の二が崩壊したとポセイドニオスは述べている。 しかし、それは一挙ではなかったため、多くの人的被害は出なかった。
τὸ δʼ αὐτὸ πάθος καὶ ἐπὶ τὴν Συρίαν ὅλην διέτεινε, μετρίως δέ πως. διέβη δὲ καὶ ἐπί τινας νήσους τάς τε Κυκλάδας καὶ τὴν Εὔβοιαν, ὥστε τῆς Ἀρεθούσης (ἔστι δʼ ἐν Χαλκίδι κρήνη) τὰς πηγὰς ἀποτυφλωθῆναι, συχναῖς δʼ ἡμέραις ὕστερον ἀναβλύσαι κατʼ ἄλλο στόμιον, μὴ παύεσθαι δὲ σειομένην τὴν νῆσον κατὰ μέρη πρὶν ἢ χάσμα γῆς ἀνοιχθὲν ἐν τῷ Ληλάντῳ πεδίῳ πηλοῦ διαπύρου ποταμὸν ἐξήμεσε.
同じ災害はシリア全体にも及び、いくらか緩やかではあったが、いくつかの島々、すなわちククラデス諸島やエウボイアにも伝わった。 そのため、アレトゥーサ(カルキスにある泉である)の泉の湧き口が塞がれ、数日後に別の湧き口から再び噴き出した。 また、レラントス平原で地割れが生じて真っ赤に熱した泥の川を吐き出すまで、島のあちこちで地震が止むことはなかった。