Humanitext Reader

斯特拉波 · 地理学 §1.3.15-1.3.16

驳喜帕恰斯与地壳剧烈变迁的事例

第 39 段,共 577 段 · 希腊语

内容简介

在§1.3.15中,反驳了喜帕恰斯对埃拉托斯特尼的批评,并指出了关于伊斯特罗斯河(多瑙河)流向的地理误区。在§1.3.16中,为了消除人们对剧烈地质变化的惊异,列举了塞拉岛的海底火山喷发以及腓尼基和希腊等地的地震等历史自然灾害实例。

§1.3.15ψευδῆ δʼ εἶναι φήσας τὴν ἐπὶ τοῖς δελφῖσιν ἐπιγραφὴν Κυρηναίων θεωρῶν αἰτίαν ἀποδίδωσιν οὐ πιθανήν, ὅτι ἡ μὲν τῆς Κυρήνης κτίσις ἐν χρόνοις φέρεται μνημονευομένοις, τὸ δὲ μαντεῖον οὐδεὶς μέμνηται ἐπὶ θαλάττῃ ποτὲ ὑπάρξαν.
他(喜帕恰斯)声称基rene使节在海豚上的铭文是虚假的,并给出了一个不具说服力的理由,即基rene的建城是在有历史记载的时间里,而没有人记得神庙(阿蒙神庙)曾位于海边。
τί γάρ, εἰ μηδεὶς μὲν ἱστορεῖ, ἐκ δὲ τῶν τεκμηρίων, ἐξ ὧν εἰκάζομεν παράλιόν ποτε τὸν τόπον γενέσθαι, οἵ τε δελφῖνες ἀνετέθησαν καὶ ἡ ἐπιγραφὴ ἐγένετο ὑπὸ Κυρηναίων θεωρῶν;
但是,即使没有人记录,但根据我们推测该地曾是沿海地区的证据,海豚是由基rene的使节奉献,铭文也是由他们刻上去的,那又如何呢?
συγχωρήσας δὲ τῷ μετεωρισμῷ τοῦ ἐδάφους συμμετεωρισθεῖσαν καὶ τὴν θάλατταν ἐπικλύσαι τοὺς μέχρι τοῦ μαντείου τόπους, πλέον ἀπὸ θαλάττης διέχοντας τῶν τρισχιλίων σταδίων, οὐ συγχωρεῖ τὸν μέχρι τοσούτου μετεωρισμὸν ὥστε καὶ τὴν Φάρον ὅλην καλυφθῆναι καὶ τὰ πολλὰ τῆς Αἰγύπτου, ὥσπερ οὐχ ἱκανοῦ ὄντος τοῦ τοσούτου ὕψους καὶ ταῦτα ἐπικλύσαι.
他承认由于地面的抬升,海水也随之抬升并淹没了直至神庙的地区(这些地方距离海洋有三千多斯塔德),却不承认抬升到了能让整个法罗斯岛和埃及大部分地区都被淹没的高度,仿佛如此的高度还不足以淹没这些地方。
φήσας δέ, εἴπερ ἐπεπλήρωτο ἐπὶ τοσοῦτον ἡ καθʼ ἡμᾶς θάλαττα πρὶν τὸ ἔκρηγμα τὸ κατὰ στήλας γενέσθαι, ἐφʼ ὅσον εἴρηκεν ὁ Ἐρατοσθένης, χρῆναι καὶ τὴν Λιβύην πᾶσαν καὶ τῆς Εὐρώπης τὰ πολλὰ καὶ τῆς Ἀσίας κεκαλύφθαι πρότερον, τούτοις ἐπιφέρει διότι καὶ ὁ Πόντος τῷ Ἀδρίᾳ σύρρους ἂν ὑπῆρξε κατά τινας τόπους, ἅτε δὴ τοῦ Ἴστρου ἀπὸ τῶν κατὰ τὸν Πόντον τόπων σχιζομένου καὶ ῥέοντος εἰς ἑκατέραν τὴν θάλατταν διὰ τὴν θέσιν τῆς χώρας.
他又说,如果正如埃拉托斯特尼所说,在柱(直布罗陀)处的决口发生之前,我们的海真的涨到了那种程度,那么整个利比亚、欧洲的大部分以及亚洲此前必然都已被淹没;在此之上,他还补充说,黑海在某些地方应该与亚得里亚海相通,因为伊斯特罗斯河(多瑙河)从黑海附近的地区分叉,并由于地形的原因流入这两个海洋。
ἀλλʼ οὔτʼ ἀπὸ τῶν κατὰ τὸν Πόντον μερῶν ὁ Ἴστρος τὰς ἀρχὰς ἔχει, ἀλλὰ τἀναντία ἀπὸ τῶν ὑπὲρ τοῦ Ἀδρίου ὀρῶν· οὔτʼ εἰς ἑκατέραν τὴν θάλατταν ῥεῖ, ἀλλʼ εἰς τὸν Πόντον μόνον, σχίζεταί τε πρὸς αὐτοῖς μόνον τοῖς στόμασι.
然而,伊斯特罗斯河不仅不是源自黑海附近的区域,相反是源自亚得里亚海上方的山脉;它也不是流入这两个海洋,而是仅流入黑海,并且仅在紧邻其河口处分叉。
κοινὴν δέ τινα τῶν πρὸ αὐτοῦ τισιν ἄγνοιαν ταύτην ἠγνόηκεν, ὑπολαβοῦσιν εἶναί τινα ὁμώνυμον τῷ Ἴστρῳ ποταμὸν ἐκβάλλοντα εἰς τὸν Ἀδρίαν ἀπεσχισμένον αὐτοῦ, ἀφʼ οὗ καὶ τὸ γένος Ἴστρων, διʼ οὗ φέρεται, λαβεῖν τὴν προσηγορίαν, καὶ τὸν Ἰάσονα ταύτῃ ποιήσασθαι τὸν ἐκ τῶν Κόλχων ἀνάπλουν.
他陷入了在他之前的一些人所共有的无知之中,那些人认为有一条与伊斯特罗斯河同名的河流,它从该河分叉并注入亚得里亚海,它所流经的伊斯特里亚人也因此得名,且伊阿宋也是通过这条路线从科尔基斯乘船返回的。
§1.3.16πρὸς δὲ τὴν ἀθαυμαστίαν τῶν τοιούτων μεταβολῶν, οἵας ἔφαμεν αἰτίας εἶναι τῶν ἐπικλύσεων καὶ τῶν τοιούτων παθῶν, οἷα εἴρηται τὰ κατὰ τὴν Σικελίαν καὶ τὰς Αἰόλου νήσους καὶ Πιθηκούσσας, ἄξιον παραθεῖναι καὶ ἄλλα πλείω τῶν ἐν ἑτέροις τόποις ὄντων ἢ γενομένων ὁμοίων τούτοις.
为了让这类变化不再显得令人惊异——我们曾说这些变化是导致洪灾和类似灾害的原因,就像在西西里、埃奥洛斯群岛以及皮特库萨伊所发生的那样——值得将其他地方现有的或曾发生的更多类似事件进行对比。
ἀθρόα γὰρ τὰ τοιαῦτα παραδείγματα πρὸ ὀφθαλμῶν τεθέντα παύσει τὴν ἔκπληξιν.
因为这些例子一旦集中呈现在眼前,便会消除人们的惊愕。
νυνὶ δὲ τὸ ἄηθες ταράττει τὴν αἴσθησιν καὶ δείκνυσιν ἀπειρίαν τῶν φύσει συμβαινόντων καὶ τοῦ βίου παντός, οἷον εἴ τις λέγοι τὰ περὶ Θήραν καὶ Θηρασίαν νήσους ἱδρυμένας ἐν τῷ μεταξὺ πόρῳ Κρήτης καὶ τῆς Κυρηναίας, ὧν ἡ Θήρα μητρόπολίς ἐστι τῆς Κυρήνης, καὶ τὴν Αἴγυπτον καὶ πολλὰ μέρη τοιαῦτα τῆς Ἑλλάδος.
但现在,对异乎寻常之事的少见多怪扰乱了人们的认知,并暴露出对自然发生之事以及对整个生活经验的缺乏,这就好比有人谈论位于克里特和基rene之间航道上的塞拉岛和塞拉西亚岛(塞拉是基rene的母邦),以及埃及和希腊许多类似的地方一样。
ἀνὰ μέσον γὰρ Θήρας καὶ Θηρασίας ἐκπεσοῦσαι φλόγες ἐκ τοῦ πελάγους ἐφʼ ἡμέρας τέτταρας, ὥστε πᾶσαν ζεῖν καὶ φλέγεσθαι τὴν θάλατταν, ἀνεφύσησαν κατʼ ὀλίγον ἐξαιρομένην ὡς ἂν ὀργανικῶς συντιθεμένην ἐκ μύδρων νῆσον ἐπέχουσαν δώδεκα σταδίων τὴν περίμετρον.
因为在塞拉和塞拉西亚之间,火焰从深海中喷出持续了四天,以致整个海洋沸腾燃烧,并逐渐吹起一座岛屿,使其如同被机械构建般由熔岩块升起,其周长达十二斯塔德。
μετὰ δὲ τὴν παῦλαν τοῦ πάθους ἐθάρρησαν πρῶτοι Ῥόδιοι θαλαττοκρατοῦντες ἐπιπροσπλεῦσαι τῷ τόπῳ καὶ Ποσειδῶνος Ἀσφαλίου ἱερὸν ἱδρύσασθαι κατὰ τὴν νῆσον.
在这一灾害平息后,最先称霸海洋的罗德斯人勇敢地乘船前往该地,并在岛上建立了一座波塞冬·阿斯法利奥斯(守护者波塞冬)的神庙。
ἐν δὲ τῇ Φοινίκῃ φησὶ Ποσειδώνιος γενομένου σεισμοῦ καταποθῆναι πόλιν ἱδρυμένην ὑπὲρ Σιδῶνος, καὶ αὐτῆς δὲ Σιδῶνος σχεδόν τι τὰ δύο μέρη πεσεῖν, ἀλλʼ οὐκ ἀθρόως, ὥστε μὴ πολὺν φθόρον ἀνθρώπων γενέσθαι.
而在腓尼基,波塞冬尼乌斯说,发生地震时,位于西顿上方的一座城市被吞没,西顿城自身也有将近三分之二倒塌,但并非顿时间全部倒塌,因此没有造成大量的人员伤亡。
τὸ δʼ αὐτὸ πάθος καὶ ἐπὶ τὴν Συρίαν ὅλην διέτεινε, μετρίως δέ πως. διέβη δὲ καὶ ἐπί τινας νήσους τάς τε Κυκλάδας καὶ τὴν Εὔβοιαν, ὥστε τῆς Ἀρεθούσης (ἔστι δʼ ἐν Χαλκίδι κρήνη) τὰς πηγὰς ἀποτυφλωθῆναι, συχναῖς δʼ ἡμέραις ὕστερον ἀναβλύσαι κατʼ ἄλλο στόμιον, μὴ παύεσθαι δὲ σειομένην τὴν νῆσον κατὰ μέρη πρὶν ἢ χάσμα γῆς ἀνοιχθὲν ἐν τῷ Ληλάντῳ πεδίῳ πηλοῦ διαπύρου ποταμὸν ἐξήμεσε.
同样的灾害也蔓延到了整个叙利亚,尽管程度较为温和;它还波及到了一些岛屿,包括库克拉泽斯群岛和优卑亚岛,以致阿雷图萨(这是哈尔基斯的一处泉水)的泉源被堵塞,数日后才从另一个出口涌出,而该岛各处地震不断,直到雷兰托斯平原上裂开一条地缝,吐出一股炽热泥浆的河流。

词汇与语法注释

  1. 1.3.15τί γάρ, εἰ μηδεὶς μὲν ἱστορεῖ, ἐκ δὲ τῶν τεκμηρίων... — 这是一个修辞疑问句,结构为“因为即使没有人记录,但……那又如何呢?”,用以反驳喜帕恰斯的观点。
  2. 1.3.15συγχωρήσας δὲ ... οὐ συγχωρεῖ — 分词 συγχωρήσας(虽然承认,表示让步)与主动词 οὐ συγχωρεῖ(却不承认)形成对比,突出了喜帕恰斯逻辑上的不一致性。
  3. 1.3.16πρὸς δὲ τὴν ἀθαυμαστίαν τῶν τοιούτων μεταβολῶν... — 句首的介词短语 πρὸς τὴν ἀθαυμαστίαν 表示目的(“为了使……不再显得令人惊异”),修饰主句的谓语形容词 ἄξιόν [ἐστι](值得)及其带有的不定式 παραθεῖναι(对比、并列)。
  4. 1.3.16μὴ παύεσθαι δὲ σειομένην τὴν νῆσον... πρὶν ἢ χάσμα γῆς ἀνοιχθὲν ... ἐξήμεσε — 在带有否定意义的动作(μὴ παύεσθαι σειομένην,“岛屿不停地震动”)之后,连词 πρὶν ἤ 引导直说过去时从句(ἐξήμεσε,“吐出”),表示时间上的界限,即“直到地缝裂开吐出泥浆,岛屿才停止震动”。

引用这一段

斯特拉波, 地理学 §1.3.15-1.3.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.3.15-1.3.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。