§1.3.17πολλῶν δὲ συναγωγὰς ποιησαμένων τοιαύτας, ἀρκέσει τὰ ὑπὸ τοῦ Σκηψίου Δημητρίου συνηγμένα οἰκείως παρατεθέντα.
このように多くの人々が類似の収集を行ってきたが、スケプシスのデメトリオスによって集められたものが、適切に提示されれば十分であろう。
μνησθεὶς γὰρ τῶν ἐπῶν τούτων
"κρουνὼ δʼ ἵκανον καλλιρρόω, ἔνθα τε πηγαὶ δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
なぜなら、彼は次の詩行に言及して―― 「彼らは美しく流れる二つの泉に至った。
ἡ μὲν γάρ θʼ ὕδατι λιαρῷ, ἡ δʼ ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ,"
οὐκ ἐᾷ θαυμάζειν, εἰ νῦν ἡ μὲν τοῦ ψυχροῦ ὕδατος μένει πηγή, ἡ δὲ τοῦ θερμοῦ οὐχ ὁρᾶται.
そこでは渦巻くスカマンドロス川の二つの源泉が湧き出している。 一方は温かい水であり、他方は夏でも雹に似て冷たく流れ出ている」―― 現在、冷たい水の泉は残っているが、温かい水の泉が見られないとしても、驚くべきではないとしている。
δεῖν γάρ φησιν αἰτιᾶσθαι τὴν ἔκλειψιν τοῦ θερμοῦ ὕδατος.
なぜなら、温かい水の消失を原因とするべきだと彼は言うからである。
μιμνήσκεται δὲ πρὸς ταῦτα τῶν ὑπὸ Δημοκλέους λεγομένων, σεισμούς τινας μεγάλους τοὺς μὲν πάλαι περὶ Λυδίαν γενομένους καὶ Ἰωνίαν μέχρι τῆς Τρωάδος ἱστοροῦντος, ὑφʼ ὧν καὶ κῶμαι κατεπόθησαν καὶ Σίπυλος κατεστράφη κατὰ τὴν Ταντάλου βασιλείαν καὶ ἐξ ἑλῶν λίμναι ἐγένοντο, τὴν δὲ Τροίαν ἐπέκλυσε κῦμα.
さらに彼は、これらに関連してデモクレスによって語られていることにも言及しており、かつてリュディアとイオニア、さらにはトロアス地方にまで及んだいくつかの大地震を彼が記録していることを思い出している。 それらの地震によって村々が飲み込まれ、タンタロスの治世にシピュロス山が破壊され、沼地から湖ができ、トロイアを波が浸水させた。
ἡ δὲ Φάρος ἡ κατʼ Αἴγυπτον ἦν ποτε πελαγία, νῦν δὲ τρόπον τινὰ χερρόνησος γέγονεν·
また、エジプト近郊のファロス島はかつて外海に浮かんでいたが、現在はある意味で半島になっている。
ὡς δʼ αὕτως καὶ Τύρος καὶ Κλαζομεναί.
ツロスやクラゾメナイも同様である。
ἡμῶν δʼ ἐπιδημούντων ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἰγύπτῳ, περὶ Πηλούσιον καὶ τὸ Κάσιον ὄρος μετεωρισθὲν τὸ πέλαγος ἐπέκλυσε τὴν γῆν καὶ νῆσον ἐποίησε τὸ ὄρος, ὥστε πλωτὴν γενέσθαι τὴν παρὰ τὸ Κάσιον ὁδὸν τὴν ἐς Φοινίκην.
我々がエジプトのアレクサンドリアに滞在していた時、ペルシオンとカシオス山のあたりで、海が上昇して陸地を浸水させ、カシオス山を島にしてしまった。 その結果、カシオス山の傍を通る、ポイニキアへと至る道が船で航行可能になったほどである。
οὐδὲν οὖν θαυμαστὸν οὐδʼ εἴ ποτε διαστὰς ὁ ἰσθμὸς ἢ ἵζημα λαβὼν ὁ διείργων τὸ Αἰγύπτιον πέλαγος ἀπὸ τῆς Ἐρυθρᾶς θαλάττης ἀποφανεῖ πορθμὸν καὶ σύρρουν ποιήσει τὴν ἐκτὸς θάλατταν τῇ ἐντός, καθάπερ ἐπὶ τοῦ κατὰ τὰς Ἡρακλέους στήλας πορθμοῦ συνέβη.
したがって、エジプト海と紅海を隔てている地峡が、いつの日か決壊するか、あるいは地盤沈下を起こして、海峡を現し、外海と内海を合流させたとしても、何ら驚くべきことではない。 ヘラクレスの柱における海峡で起こったように。
εἴρηται δὲ περὶ τῶν τοιούτων τινὰ καὶ ἐν ἀρχαῖς τῆς πραγματείας, ἃ δεῖ συμφέρειν εἰς ἓν καὶ τὴν πίστιν ἰσχυρὰν κατασκευάζειν τῶν τε τῆς φύσεως ἔργων καὶ τῶν ἄλλως γινομένων μεταβολῶν.
この種の出来事については、この著作の初めの方でもいくつか述べられており、それらを一つにまとめて、自然の働きや、それ以外に生じる変化に対する信頼を強固なものにする必要がある。
§1.3.18τόν τε Πειραιᾶ νησιάζοντα πρότερον καὶ πέραν τῆς ἀκτῆς κείμενον οὕτως φασὶν ὀνομασθῆναι·
また、ペイライエウスはかつて島であり、対岸に位置していたために、このように名付けられたのだと言われている。
ὑπεναντίως δʼ ἡ Λευκὰς Κορινθίων τὸν ἰσθμὸν διακοψάντων νῆσος γέγονεν, ἀκτὴ πρότερον οὖσα·
これとは逆に、レウカスはかつて半島であったが、コリントス人たちが地峡を切り開いたことによって島となった。
περὶ ταύτης γάρ φασι λέγειν τὸν Λαέρτην
οἷος Νήριτον εἷλον ἐυκτίμενον πτολίεθρον, ἀκτὴν ἠπείροιο· ἐνταῦθα μὲν δὴ διακοπαὶ χειρότμητοι γεγόνασιν, ἀλλαχόθι δὲ προσχώσεις ἢ γεφυρώσεις, καθάπερ ἐπὶ τῆς πρὸς Συρακούσαις νήσου νῦν μὲν γέφυρά ἐστιν ἡ συνάπτουσα αὐτὴν πρὸς τὴν ἤπειρον, πρότερον δὲ χῶμα, ὥς φησιν Ἴβυκος, λογαίου λίθου, ὃν καλεῖ ἐκλεκτόν.
これについて、ラエルテスが次のように言っているのだと彼らは主張している。 「私がネリトンのよく築かれた町、すなわち大陸の半島を攻略した時のように」ここでは確かに人手による掘削が行われたが、他の場所では土砂の堆積や架橋が行われた。 例えば、シュラクサイの隣にある島のように。 現在では島を大陸と結ぶ橋があるが、イビュコスが言うには、以前は「ロガイオス・リトス」(彼が「選ばれた石」と呼んでいるもの)による堤道があった。
Βοῦρα δὲ καὶ Ἑλίκη ἡ μὲν ὑπὸ χάσματος ἡ δʼ ὑπὸ κύματος ἠφανίσθη.
ブーラとヘリケは、一方は地割れによって、他方は波によって消滅した。
περὶ Μεθώνην δὲ τὴν ἐν τῷ Ἑρμιονικῷ κόλπῳ ὄρος ἑπταστάδιον τὸ ὕψος ἀνεβλήθη γενηθέντος ἀναφυσήματος φλογώδους, μεθʼ ἡμέραν μὲν ἀπρόσιτον ὑπὸ τοῦ θερμοῦ καὶ τῆς θειώδους ὀδμῆς, νύκτωρ δʼ ἐκλάμπον πόρρω καὶ θερμαῖνον ὥστε ζεῖν τὴν θάλατταν ἐπὶ σταδίους πέντε, θολερὰν δʼ εἶναι καὶ ἐπὶ εἴκοσι σταδίους, προσχωσθῆναι δὲ πέτραις ἀπορρῶξι πύργων οὐκ ἐλάττοσιν.
ヘルミオネ湾にあるメトネの近郊では、火を伴う噴出が起こったことにより、高さ七スタディオンの山が押し上げられた。 それは、昼間は熱と硫黄の臭いのために近づくことができず、夜間は遠くまで光を放ち、海を五スタディオンにわたって沸騰させ、二十スタディオンにわたって濁らせるほどの熱を発し、さらに塔に劣らない大きさの切り立った巨岩が積み上げられて堤防となった。
ὑπὸ δὲ τῆς Κωπαΐδος λίμνης ἥ τε Ἄρνη κατεπόθη καὶ Μίδεια, ἃς ὠνόμακεν ὁ ποιητὴς ἐν τῷ καταλόγῳ
οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν.
コパイス湖によって、アルネとミデイアが飲み込まれた。 詩人がカタログにおいて「葡萄の豊かなアルネに住む者たち、またミデイアに住む者たち」と名指した町である。
καὶ ὑπὸ τῆς Βιστονίδος δὲ καὶ τῆς νῦν Ἀφνίτιδος λίμνης ἐοίκασι κατακεκλύσθαι πόλεις τινὲς Θρᾳκῶν, οἱ δὲ καὶ Τρηρῶν, ὡς συνοίκων τοῖς Θρᾳξὶν ὄντων.
また、ビストニス湖や、現在のアプリティス湖によって、トラキア人のいくつかの都市が水没したようである。 ある人々によれば、トラキア人と同居していたトレレス人の都市も同様であるという。
καὶ ἡ πρότερον δὲ Ἀρτεμίτα λεγομένη μία τῶν Ἐχινάδων νήσων ἤπειρος γέγονε·
かつてアルテミタと呼ばれていたエキナデス諸島の一つの島は大陸となった。
καὶ ἄλλας δὲ τῶν περὶ τὸν Ἀχελῶον νησίδων τὸ αὐτὸ πάθος φασὶ παθεῖν ἐκ τῆς ὑπὸ τοῦ ποταμοῦ προχώσεως τοῦ πελάγους, συγχοῦνται δὲ καὶ αἱ λοιπαί, ὡς Ἡρόδοτός φησι.
また、アケロオス川の周辺にある他の小島も、川による海の土砂埋め立てによって同じような状況になったと言われており、ヘロドトスが言うように、残りの島々も埋め立てられつつある。
καὶ Αἰτωλικαὶ δέ τινες ἄκραι εἰσὶ νησίζουσαι πρότερον·
また、かつては島であったアイトリアのいくつかの岬も存在する。
καὶ ἡ Ἀστερία ἤλλακται, ἣν Ἀστερίδα φησὶν ὁ ποιητής
"ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα, Ἀστερίς, οὐ μεγάλη, λιμένες δʼ ἐνὶ ναύλοχοι αὐτῇ ἀμφίδυμοι· "
νυνὶ δὲ οὐδʼ ἀγκυροβόλιον εὐφυὲς ἔχει.
そして、詩人がアステリスと呼んだアステリア島も変化してしまった。 「海の中ほどにアステリスという岩だらけの島がある。 大きくはないが、船を留めるのに適した、両側に開いた港がある」しかし現在では、適切な錨地さえ持っていない。
ἔν τε τῇ Ἰθάκῃ οὐδέν ἐστιν ἄντρον τοιοῦτον οὐδὲ νυμφαῖον, οἷόν φησιν Ὅμηρος·
また、イタケ島にはホメロスが述べているような洞窟もニンフの神殿も存在しない。
βέλτιον δὲ αἰτιᾶσθαι μεταβολὴν ἢ ἄγνοιαν ἢ κατάψευσιν τῶν τόπων κατὰ τὸ μυθῶδες.
しかし、無知や、神話的な表現による土地の捏造を理由にするよりは、自然の変化を原因とする方がより良い。
τοῦτο μὲν δὴ ἀσαφὲς ὃν ἐν κοινῷ σκοπεῖν.
この問題は未解決のものであるので、共同の検討事項としよう。