§1.2.39ὡς μὲν γὰρ ἅπαντες λέγουσιν, ὅτι ἐξ ἀρχῆς ὁ πλοῦς ἐπὶ Φᾶσιν ἔχει πιθανόν τι τοῦ Πελίου στείλαντος, καὶ ἡ ἐπάνοδος καὶ ἡ ἐν τῷ παράπλῳ νήσων ὁσηδὴ ἐπικράτεια καὶ νὴ Δία ἡ ἐπὶ πλέον γενηθεῖσα πλάνη, καθάπερ καὶ τῷ Ὀδυσσεῖ καὶ τῷ Μενελάῳ, ἐκ τῶν ἔτι νῦν δεικνυμένων καὶ πεπιστευμένων ἐστὶν ἐκ τῆς Ὁμήρου φωνῆς.
というのも、すべての人が語るように、当初ペリアスが派遣したことによるファシスへの航海が何らかの説得性を備えていること、そして帰還、沿岸航行中のいかほどかの島々の支配、そしてさらに、ゼウスにかけて、大きく引き延ばされて生じた放浪は、オデュッセウスやメネラオスの場合と同様に、ホメロスの言葉から、今日なお示され信じられている事柄に基づいているからである。
ἥ τε γὰρ Αἶα δείκνυται περὶ Φᾶσιν πόλις, καὶ ὁ Αἰήτης πεπίστευται βασιλεῦσαι τῆς Κολχίδος, καὶ ἔστι τοῖς ἐκεῖ τοῦτʼ ἐπιχώριον τοὔνομα.
というのも、アイアはファシス付近の都市として示されており、アイエテスはコルキスの王であったと信じられており、この名前はそこの人々にとって土地特有のものだからである。
ἥ τε Μήδεια φαρμακὶς ἱστορεῖται, καὶ ὁ πλοῦτος τῆς ἐκεῖ χώρας ἐκ τῶν χρυσείων καὶ ἀργυρείων καὶ σιδηρείων δικαίαν τινὰ ὑπαγορεύει πρόφασιν τῆς στρατείας, καθʼ ἣν καὶ Φρίξος πρότερον ἔστειλε τὸν πλοῦν τοῦτον·
また、メディアは薬術師と記録されており、金、銀、鉄の鉱山からなるその土地の富は、遠征のもっともな動機を示唆しており、それに従ってプリクソスもかつてこの航海を行った。
καὶ ἔστιν ὑπομνήματα τῆς ἀμφοῖν στρατείας τό τε Φρίξειον τὸ ἐν τοῖς μεθορίοις τῆς τε Κολχίδος καὶ τῆς Ἰβηρίας, καὶ τὰ Ἰασόνεια, ἃ πολλαχοῦ καὶ τῆς Ἀρμενίας καὶ τῆς Μηδίας καὶ τῶν πλησιοχώρων αὐταῖς τόπων δείκνυται.
そして、両者の遠征の記念碑が存在する。 それは、コルキスとイベリアの国境にあるプリクセイオンと、アルメニア、メディアおよびそれらの隣接地の至る所で示されるイアソネイアである。
καὶ μὴν καὶ περὶ Σινώπην καὶ τὴν ταύτης παραλίαν καὶ τὴν Προποντίδα καὶ τὸν Ἑλλήσποντον μέχρι τῶν κατὰ τὴν Λῆμνον τόπων λέγεται πολλὰ τεκμήρια τῆς τε Ἰάσονος στρατείας καὶ τῆς Φρίξου·
さらにまた、シノペとその沿岸、プロポンティス、ヘレスポントスからレムノス近辺の地域に至るまで、イアソンの遠征とプリクソスの遠征の多くの証拠が語られている。
τῆς δʼ Ἰάσονος καὶ τῶν ἐπιδιωξάντων Κόλχων καὶ μέχρι τῆς Κρήτης καὶ τῆς Ἰταλίας καὶ τοῦ Ἀδρίου, ὧν ἔνια καὶ ὁ Καλλίμαχος ἐπισημαίνεται, τοτὲ μὲν
Αἰγλήτην Ἀνάφην τε Λακωνίδι γείτονα Θήρῃ
λέγων
ἄρχμενος, ὡς ἥρωες ἀπʼ Αἰήταο Κυταίου αὖτις ἐς ἀρχαίην ἔπλεον Αἱμονίην,
τοτὲ δὲ περὶ τῶν Κόλχων
"οἳ μὲν ἐπʼ Ἰλλυριοῖο πόρου σχάσσαντες ἐρετμὰ λᾶα πάρα ξανθῆς Ἁρμονίης τάφιον ἄστυρον ἐκτίσσαντο, τό κεν φυγάδων τις ἐνίσποι Γραικός, ἀτὰρ κείνων γλῶσσʼ ὀνόμηνε Πόλας.
また、イアソン(の遠征)と彼らを追跡したコルキス人たちの証拠はクレータ、イタリア、アドリア海にまで及んでおり、そのいくつかの証拠をカリマコスも指摘している。 彼はある時は「アイグレースと、ラコニアに隣接するテラの近隣のあのアナペを……」と言い、また「いかにして英雄たちがキュタイオスのアイエテスのもとから、再び古のハイモニアへと航行したか」と歌い始めつつ(指摘し)、またある時はコルキス人たちについて「彼らはイリュリアの海路で櫂を休め、金髪のハルモニアの墓石の傍らに、小さな要塞の町を築いた。 ギリシアの避難民ならそれをポライと呼ぶかもしれないが、彼らの言葉ではポラと名付けた」と述べている。
"
τινὲς δὲ καὶ τὸν Ἴστρον ἀναπλεῦσαί φασι μέχρι πολλοῦ τοὺς περὶ τὸν Ἰάσονα, οἱ δὲ καὶ μέχρι τοῦ Ἀδρίου·
また、ある人々は、イアソンらの一行がイストロス川を遥か上流まで遡ったと言い、また別の人々はアドリア海まで遡ったと言う。
οἱ μὲν κατὰ ἄγνοιαν τῶν τόπων, οἱ δὲ καὶ ποταμὸν Ἴστρον ἐκ τοῦ μεγάλου Ἴστρου τὴν ἀρχὴν ἔχοντα ἐκβάλλειν εἰς τὸν Ἀδρίαν φασί·
前者はその地域の無知によるものであり、後者は大イストロス川から源を発する別のイストロス川がアドリア海に注いでいると主張しているのである。
τάδε οὐκ * ἀπιθάνως οὐδʼ ἀπίστως λέγοντες.
彼らはこれらを、あり得ないこととしても、また信じがたいこととしても語っているのではない。
§1.2.40τοιαύταις δή τισιν ἀφορμαῖς ὁ ποιητὴς χρησάμενος τὰ μὲν ὁμολογεῖ τοῖς ἱστορουμένοις, προσμυθεύει δὲ τούτοις, ἔθος τι φυλάττων καὶ κοινὸν καὶ ἴδιον.
詩人は、まさにこのような手がかりを用いて、歴史的に記録されている事実には同意しつつ、これらに神話を付け加えている。 これは共通の、かつ彼自身の独特の習慣を守っているのである。
ὁμολογεῖ μέν, ὅταν Αἰήτην ὀνομάζῃ, καὶ τὸν Ἰάσονα καὶ τὴν Ἀργὼ λέγῃ, καὶ παρὰ τὴν Αἰαίην πλάττῃ, καὶ τὸν Εὔνεων ἐν Λήμνῳ καθιδρύῃ, καὶ ποιῇ τῷ Ἀχιλλεῖ φίλην τὴν νῆσον, καὶ παρὰ τὴν Μήδειαν τὴν Κίρκην φαρμακίδα ποιῇ
αὐτοκασιγνήτην ὀλοόφρονος Αἰήταο·
彼が同意しているのは、アイエテスを名指し、イアソンとアルゴ号について語り、アイアに基づいてアイアイエを創作し、エウネオスをレムノスに居住させ、その島をアキレウスにとって親しいものとし、メディアに基づいてキルケを「邪悪な心を持つアイエテスの実の姉妹」である薬術師とする時である。
προσμυθοποιεῖ δὲ τὸν ἐξωκεανισμὸν τὸν κατὰ τὴν πλάνην συμβάντα τὴν ἀπʼ ἐκείνου τοῦ πλοῦ.
彼がさらに神話化しているのは、その航海から生じた放浪においてなされた、大洋外への移転である。
ἐπεὶ κἀκεῖνο ὑποκειμένων μὲν τούτων εὖ λέγεται
Ἀργὼ πασιμέλουσα,
ὡς ἐν γνωρίμοις τόποις καὶ εὐανδροῦσι τῆς ναυστολίας γενομένης·
というのも、これらが前提とされているならば、あの「万人の関心を引くアルゴ号」という言葉も、航海がよく知られ人が多く住む場所で行われたものとして、うまく語られていることになるからである。
εἰ δʼ, ὥσπερ ὁ Σκήψιός φησι παραλαβὼν μάρτυρα Μίμνερμον, ὃς ἐν τῷ ὠκεανῷ ποιήσας τὴν οἴκησιν τοῦ Αἰήτου πρὸς ταῖς ἀνατολαῖς ἐκτὸς πεμφθῆναί φησιν ὑπὸ τοῦ Πελίου τὸν Ἰάσονα καὶ κομίσαι τὸ δέρος, οὔτʼ ἂν ἡ ἐπὶ τὸ δέρος ἐκεῖσε πομπὴ πιθανῶς λέγοιτο εἰς ἀγνῶτας καὶ ἀφανεῖς τόπους, οὔθʼ ὁ διʼ ἐρήμων καὶ ἀοίκων καὶ καθʼ ἡμᾶς τοσοῦτον ἐκτετοπισμένων πλοῦς οὔτʼ ἔνδοξος οὔτε πασιμέλων.
しかし、もしスケプシスのデメトリオスがミムネルモスを証人として引き合いに出して言うように(ミムネルモスは、アイエテスの住処を大洋の東の端に設定し、イアソンがペリアスによって外へ送られ、金羊毛を持ち帰ったとしているのだが)、もしそうであるならば、未知で人目のつかない場所であるそこへの金羊毛を求める派遣も説得力をもって語られ得ず、また荒涼として人が住まず、我々からこれほどかけ離れた地を通る航海も、高名なものでも万人の関心を引くものでもあり得なかっただろう。