§1.2.37Ἀπολλόδωρος δὲ ἐπιτιμᾷ Καλλιμάχῳ, συνηγορῶν τοῖς περὶ τὸν Ἐρατοσθένη, διότι καίπερ γραμματικὸς ὢν παρὰ τὴν Ὁμηρικὴν ὑπόθεσιν καὶ τὸν ἐξωκεανισμὸν τῶν τόπων, περὶ οὓς τὴν πλάνην φράζει, Γαῦδον καὶ Κόρκυραν ὀνομάζει.
アポロドロスは、エラトステネスの徒に同意してカリマコスを非難している。 なぜなら、カリマコスは文法学者であるにもかかわらず、ホメロスの設定や、放浪が語られている場所の大洋外への移転に反して、ガウドスとコルキュラを名指しているからである。
ἀλλʼ εἰ μὲν μηδαμοῦ γέγονεν ἡ πλάνη, ἀλλʼ ὅλον πλάσμα ἐστὶν Ὁμήρου τοῦτο, ὀρθὴ ἡ ἐπιτίμησις·
しかし、もし放浪がどこでも起こっておらず、これが完全にホメロスの創作であるならば、その非難は正しい。
ἢ εἰ γέγονε μέν, περὶ ἄλλους δὲ τόπους, δεῖ λέγειν εὐθὺς καὶ περὶ τίνας, ἐπανορθούμενον ἅμα τὴν ἄγνοιαν.
あるいは、もし放浪が起こったものの別の場所においてであるならば、アポロドロスは直ちにどのような場所についてであるかを語り、同時にその無知を訂正すべきである。
μήτε δὲ ὅλου πλάσματος εἶναι πιθανῶς λεγομένου, καθάπερ ἐπεδείκνυμεν, μήτʼ ἄλλων τόπων κατὰ πίστιν μείζω δεικνυμένων, ἀπολύοιτʼ ἂν τῆς αἰτίας ὁ Καλλίμαχος.
しかし、それが全体的な創作であるとも説得的に語り得ず、また他の場所がより大きな信頼性をもって示されてもいない以上、カリマコスは非難を免れるであろう。
§1.2.38οὐδʼ ὁ Σκήψιος δὲ Δημήτριος εὖ, ἀλλὰ καὶ τῷ Ἀπολλοδώρῳ τῶν ἁμαρτιῶν ἐνίων αἴτιος ἐκεῖνος κατέστη.
スケプシスのデメトリオスも優れてはおらず、むしろ彼がアポロドロスの一部の誤りの原因となった。
πρὸς γὰρ Νεάνθη τὸν Κυζικηνὸν φιλοτιμοτέρως ἀντιλέγων εἰπόντα ὅτι οἱ Ἀργοναῦται πλέοντες εἰς Φᾶσιν τὸν ὑφʼ Ὁμήρου καὶ τῶν ἄλλων ὁμολογούμενον πλοῦν ἱδρύσαντο τὰ τῆς Ἰδαίας μητρὸς ἱερὰ περὶ Κύζικον, ἀρχὴν φησὶ μηδʼ εἰδέναι τὴν εἰς Φᾶσιν ἀποδημίαν τοῦ Ἰάσονος Ὅμηρον.
というのも、アルゴナウタイはホメロスや他の人々が認めている航路であるパシスへと航行する途上で、キュジコス近辺にイダの母の神殿を建立したと述べたキュジコスのネアンテスに対して、デメトリオスは少々意地になって反論し、ホメロスはイアソンのパシスへの旅をそもそも知ってさえいなかったと主張しているからである。
τοῦτο δʼ οὐ μόνον τοῖς ὑφʼ Ὁμήρου λεγομένοις μάχεται, ἀλλὰ καὶ τοῖς ὑπʼ αὐτοῦ.
しかし、これはホメロスの言っていることと矛盾するだけでなく、彼自身(デメトリオス)の言っていることとも矛盾する。
φησὶ γὰρ τὸν Ἀχιλλέα Λέσβον μὲν πορθῆσαι καὶ ἄλλα χωρία, Λήμνου δʼ ἀποσχέσθαι καὶ τῶν πλησίον νήσων διὰ τὴν πρὸς Ἰάσονα καὶ τὸν υἱὸν Εὔνεων συγγένειαν τότε τὴν νῆσον κατέχοντα.
というのも、アキレウスはレスボスや他の土地を略奪したものの、レムノスとその近隣の島々については、当時その島を支配していたイアソンおよびその息子エウネオスとの親族関係のために控えた、と彼が言っているからである。
πῶς οὖν ὁ ποιητὴς τοῦτο μὲν ᾔδει, διότι συγγενεῖς ἢ ὁμοεθνεῖς ἢ γείτονες ἢ ὁπωσοῦν οἰκεῖοι ὑπῆρχον ὅ τε Ἀχιλλεὺς καὶ ὁ Ἰάσων (ὅπερ οὐδαμόθεν ἄλλοθεν ἀλλʼ ἐκ τοῦ Θετταλοὺς ἀμφοτέρους εἶναι συνέβαινε, καὶ τὸν μὲν Ἰώλκιον τὸν δʼ ἐκ τῆς Φθιώτιδος Ἀχαιίδος ὑπάρχειν), τοῦτο δʼ ἠγνόει, πόθεν ἦλθε τῷ Ἰάσονι, Θετταλῷ καὶ Ἰωλκίῳ ὑπάρχοντι, ἐν μὲν τῇ πατρίδι μηδεμίαν καταλιπεῖν διαδοχήν, Λήμνου δὲ καταστῆσαι κύριον τὸν υἱόν;
それなら、詩人は一方では、アキレウスとイアソンが親族であるか、同族であるか、隣人であるか、あるいは何らかの形で親しい関係にあったということ(これは他でもなく、二人がともにテッサリア人であり、一方はイオルコス、他方はアカイア地方のプティアの出身であることから生じていたのだが)を知っていながら、他方では、テッサリア人でありイオルコス人であるイアソンにとって、故郷にはいかなる後継者も残さず、レムノスに自分の息子を支配者として据えるということが、いかにして起こったのかを知らなかった、などということがどうしてあり得ようか。
καὶ Πελίαν μὲν ᾔδει καὶ τὰς Πελιάδας καὶ τὴν ἀρίστην αὐτῶν καὶ τὸν υἱὸν αὐτῆς
Εὔμηλον, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν Ἄλκηστις, Πελίαο θυγατρῶν εἶδος ἀρίστη,
τῶν δὲ περὶ τὸν Ἰάσονα συμβάντων καὶ τὴν Ἀργὼ καὶ τοὺς Ἀργοναύτας, τῶν ὁμολογουμένων παρὰ πᾶσιν, ἀνήκοος ἦν, ἐν δὲ τῷ ὠκεανῷ τὸν παρʼ Αἰήτου πλοῦν ἔπλαττεν, ἀρχὴν μηδεμίαν ἐξ ἱστορίας λαβών;
そして、ペリアスやペリアスの娘たち、またそのうち最も優れた娘とその息子エウメロス――「彼をアドメトスのもとに産んだ、女たちのうち気高きアルケスティス、ペリアスの娘たちの中で容姿の最も優れた者」――については知っていながら、万人に認められているイアソンやアルゴ、アルゴナウタイに関する出来事については聞いたこともなく、歴史上の拠り所を全く得ることなしに、アイエテスからの航海を大洋の中に創作した、などということがあり得ようか。