Humanitext Reader

斯特拉波 · 地理学 §1.2.39-1.2.40

阿耳戈英雄远征的史实性与神话化

第 31 段,共 577 段 · 希腊语

内容简介

作者列举各种证据(遗迹、地名等)论证阿耳戈英雄远征具有历史真实性而非纯属虚构,并解释说荷马在保留这些历史事实的基础上,出于诗歌创作的需要,通过将放浪地点移至大洋之外来增添神话色彩。

§1.2.39ὡς μὲν γὰρ ἅπαντες λέγουσιν, ὅτι ἐξ ἀρχῆς ὁ πλοῦς ἐπὶ Φᾶσιν ἔχει πιθανόν τι τοῦ Πελίου στείλαντος, καὶ ἡ ἐπάνοδος καὶ ἡ ἐν τῷ παράπλῳ νήσων ὁσηδὴ ἐπικράτεια καὶ νὴ Δία ἡ ἐπὶ πλέον γενηθεῖσα πλάνη, καθάπερ καὶ τῷ Ὀδυσσεῖ καὶ τῷ Μενελάῳ, ἐκ τῶν ἔτι νῦν δεικνυμένων καὶ πεπιστευμένων ἐστὶν ἐκ τῆς Ὁμήρου φωνῆς.
正如所有人所说,从一开始,因珀利阿斯的派遣而前往法西斯的航行就具有某种合理性,而且其归来、在沿岸航行期间对若干岛屿的统治,以及,凭宙斯起誓,进一步发生的放浪,(如奥德修斯和梅涅劳斯一样)根据荷马的话,都是基于至今仍被展示和确信的事实。
ἥ τε γὰρ Αἶα δείκνυται περὶ Φᾶσιν πόλις, καὶ ὁ Αἰήτης πεπίστευται βασιλεῦσαι τῆς Κολχίδος, καὶ ἔστι τοῖς ἐκεῖ τοῦτʼ ἐπιχώριον τοὔνομα.
因为艾亚被指出是法西斯附近的一座城市,艾埃忒斯也被确信曾统治科尔基斯,且这个名字是当地人的土著称呼。
ἥ τε Μήδεια φαρμακὶς ἱστορεῖται, καὶ ὁ πλοῦτος τῆς ἐκεῖ χώρας ἐκ τῶν χρυσείων καὶ ἀργυρείων καὶ σιδηρείων δικαίαν τινὰ ὑπαγορεύει πρόφασιν τῆς στρατείας, καθʼ ἣν καὶ Φρίξος πρότερον ἔστειλε τὸν πλοῦν τοῦτον· καὶ ἔστιν ὑπομνήματα τῆς ἀμφοῖν στρατείας τό τε Φρίξειον τὸ ἐν τοῖς μεθορίοις τῆς τε Κολχίδος καὶ τῆς Ἰβηρίας, καὶ τὰ Ἰασόνεια, ἃ πολλαχοῦ καὶ τῆς Ἀρμενίας καὶ τῆς Μηδίας καὶ τῶν πλησιοχώρων αὐταῖς τόπων δείκνυται.
美狄亚也被记载为女巫,而该地因金、银、铁矿而拥有的财富,为远征提供了一个合理的借口,普里克索斯此前也是依此进行了这次航行;此外,还有两人远征的纪念物,即位于科尔基斯和伊比利亚交界处的普里克塞翁,以及在亚美尼亚、米底亚及其邻近地区多处展出的伊阿宋庙宇。
καὶ μὴν καὶ περὶ Σινώπην καὶ τὴν ταύτης παραλίαν καὶ τὴν Προποντίδα καὶ τὸν Ἑλλήσποντον μέχρι τῶν κατὰ τὴν Λῆμνον τόπων λέγεται πολλὰ τεκμήρια τῆς τε Ἰάσονος στρατείας καὶ τῆς Φρίξου· τῆς δʼ Ἰάσονος καὶ τῶν ἐπιδιωξάντων Κόλχων καὶ μέχρι τῆς Κρήτης καὶ τῆς Ἰταλίας καὶ τοῦ Ἀδρίου, ὧν ἔνια καὶ ὁ Καλλίμαχος ἐπισημαίνεται, τοτὲ μὲν Αἰγλήτην Ἀνάφην τε Λακωνίδι γείτονα Θήρῃ λέγων ἄρχμενος, ὡς ἥρωες ἀπʼ Αἰήταο Κυταίου αὖτις ἐς ἀρχαίην ἔπλεον Αἱμονίην, τοτὲ δὲ περὶ τῶν Κόλχων "οἳ μὲν ἐπʼ Ἰλλυριοῖο πόρου σχάσσαντες ἐρετμὰ λᾶα πάρα ξανθῆς Ἁρμονίης τάφιον ἄστυρον ἐκτίσσαντο, τό κεν φυγάδων τις ἐνίσποι Γραικός, ἀτὰρ κείνων γλῶσσʼ ὀνόμηνε Πόλας.
再者,在西诺培及其沿海、普罗蓬提斯、赫勒斯蓬托斯直至莱姆诺斯附近的地区,也流传着许多关于伊阿宋和普里克索斯远征的证据;关于伊阿宋以及追击的科尔基斯人的证据甚至延伸到克里特、意大利和亚得里亚海,卡里马科斯也指出了其中的一些,他有时在开始时说:“艾格勒忒斯和阿纳费,邻近拉科尼亚的塞拉……”并唱道:“英雄们如何从库泰奥斯的艾埃忒斯那里再次航行到古老的海莫尼亚”,有时又关于科尔基斯人说:“他们在伊利里亚通道停下桨,在金发哈尔莫尼亚的墓旁建起了一座小城镇,希腊避难民称之为波莱,但他们的语言称之为波拉。
" τινὲς δὲ καὶ τὸν Ἴστρον ἀναπλεῦσαί φασι μέχρι πολλοῦ τοὺς περὶ τὸν Ἰάσονα, οἱ δὲ καὶ μέχρι τοῦ Ἀδρίου· οἱ μὲν κατὰ ἄγνοιαν τῶν τόπων, οἱ δὲ καὶ ποταμὸν Ἴστρον ἐκ τοῦ μεγάλου Ἴστρου τὴν ἀρχὴν ἔχοντα ἐκβάλλειν εἰς τὸν Ἀδρίαν φασί· τάδε οὐκ * ἀπιθάνως οὐδʼ ἀπίστως λέγοντες.
”有些人还说,伊阿宋一行人沿伊斯特罗斯河逆流航行了很远,另一些人甚至说到了亚得里亚海;前者是因为对这些地方的无知,而后者则声称另一条发源于大伊斯特罗斯河的伊斯特罗斯河注入了亚得里亚海;他们说这些话并非不合情理,也并非不可信。
§1.2.40τοιαύταις δή τισιν ἀφορμαῖς ὁ ποιητὴς χρησάμενος τὰ μὲν ὁμολογεῖ τοῖς ἱστορουμένοις, προσμυθεύει δὲ τούτοις, ἔθος τι φυλάττων καὶ κοινὸν καὶ ἴδιον.
诗人利用了某些这样的线索,一方面认同历史记载,另一方面又在其中加入了神话,保持了既是共同的又是他自己独特的习惯。
ὁμολογεῖ μέν, ὅταν Αἰήτην ὀνομάζῃ, καὶ τὸν Ἰάσονα καὶ τὴν Ἀργὼ λέγῃ, καὶ παρὰ τὴν Αἰαίην πλάττῃ, καὶ τὸν Εὔνεων ἐν Λήμνῳ καθιδρύῃ, καὶ ποιῇ τῷ Ἀχιλλεῖ φίλην τὴν νῆσον, καὶ παρὰ τὴν Μήδειαν τὴν Κίρκην φαρμακίδα ποιῇ αὐτοκασιγνήτην ὀλοόφρονος Αἰήταο· προσμυθοποιεῖ δὲ τὸν ἐξωκεανισμὸν τὸν κατὰ τὴν πλάνην συμβάντα τὴν ἀπʼ ἐκείνου τοῦ πλοῦ.
一方面,当他命名艾埃忒斯,谈到伊阿宋和阿耳戈号,根据艾亚虚构艾艾厄,将欧涅乌斯安置在莱姆诺斯,使该岛对阿基琉斯而言显得亲近,并根据美狄亚将喀耳刻塑造为女巫,“心怀恶意的艾埃忒斯之亲姐妹”时,他是认同历史的;另一方面,他在该航行引起的放浪中,将地点移至大洋之外,从而加入了神话。
ἐπεὶ κἀκεῖνο ὑποκειμένων μὲν τούτων εὖ λέγεται Ἀργὼ πασιμέλουσα, ὡς ἐν γνωρίμοις τόποις καὶ εὐανδροῦσι τῆς ναυστολίας γενομένης· εἰ δʼ, ὥσπερ ὁ Σκήψιός φησι παραλαβὼν μάρτυρα Μίμνερμον, ὃς ἐν τῷ ὠκεανῷ ποιήσας τὴν οἴκησιν τοῦ Αἰήτου πρὸς ταῖς ἀνατολαῖς ἐκτὸς πεμφθῆναί φησιν ὑπὸ τοῦ Πελίου τὸν Ἰάσονα καὶ κομίσαι τὸ δέρος, οὔτʼ ἂν ἡ ἐπὶ τὸ δέρος ἐκεῖσε πομπὴ πιθανῶς λέγοιτο εἰς ἀγνῶτας καὶ ἀφανεῖς τόπους, οὔθʼ ὁ διʼ ἐρήμων καὶ ἀοίκων καὶ καθʼ ἡμᾶς τοσοῦτον ἐκτετοπισμένων πλοῦς οὔτʼ ἔνδοξος οὔτε πασιμέλων.
因为在这些前提下,那句“万众瞩目的阿耳戈号”也说得很好,因为航行是在已知且人口稠密的地方进行的;但如果像斯凯普西斯的德米特里乌斯引用米姆内尔莫斯为证所说的那样(米姆内尔莫斯将艾埃忒斯的住所安置在靠近太阳升起的大洋中,并说伊阿宋被珀利阿斯派往大洋之外并带回了羊毛),那么,为了寻找羊毛而派遣前往那里的说法,既不能合理地针对未知和隐秘的地方而言,而在荒凉无人的、距离我们如此遥远的地方进行的航行,也不会是著名的,更不会是万众瞩目的。

词汇与语法注释

  1. p.59ὡς μὲν γὰρ ἅπαντες λέγουσιν, ὅτι ἐξ ἀρχῆς ὁ ¦p.59¦ πλοῦς... — ὡς 与 ὅ提 叠用的句式。或者 ὡς ... λέγουσιν(如大家所说)作为插入句,而 ὅτι 从句在事实上充当主句的主语。
  2. p.59ἄρχμενος, ὡς ἥρωες... — 与单数主格主语(卡里马科斯)一致的分词 ἄρχμενος 意为“开始于”,接下来的 ὡς 从句作为间接疑问从句,表示“如何……”。
  3. p.60οὐκ * ἀπιθάνως οὐδʼ ἀπίστως λέγοντες — 双重否定(οὐκ... οὐδʼ)修饰副词,产生肯定意义:“并非不合理也并非不可信地谈论这些事”,即“合情合理且可信地谈论”。
  4. p.60ὑποκειμένων μὲν τούτων — 属格绝对独立分词结构,在此处起条件作用(“如果这些被作为前提”)。
  5. p.60οὔτʼ ἂν ἡ ἐπὶ τὸ δέρος ἐκεῖσε πομπὴ πιθανῶς λέγοιτο... οὔθʼ ὁ... πλοῦς [ἂν εἴη]... — 以 εἰ δʼ...(直陈式)开始的条件句的主句。主句使用 ἄν + 祈愿式(λέγοιτο),对于第二个主语 ὁ... πλοῦς,省略了诸如 ἂν εἴη(或 ἂν λέγοιτο)的谓语。

引用这一段

斯特拉波, 地理学 §1.2.39-1.2.40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.2.39-1.2.40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。