§1.2.39ὡς μὲν γὰρ ἅπαντες λέγουσιν, ὅτι ἐξ ἀρχῆς ὁ πλοῦς ἐπὶ Φᾶσιν ἔχει πιθανόν τι τοῦ Πελίου στείλαντος, καὶ ἡ ἐπάνοδος καὶ ἡ ἐν τῷ παράπλῳ νήσων ὁσηδὴ ἐπικράτεια καὶ νὴ Δία ἡ ἐπὶ πλέον γενηθεῖσα πλάνη, καθάπερ καὶ τῷ Ὀδυσσεῖ καὶ τῷ Μενελάῳ, ἐκ τῶν ἔτι νῦν δεικνυμένων καὶ πεπιστευμένων ἐστὶν ἐκ τῆς Ὁμήρου φωνῆς.
For as all say, that from the beginning the voyage to Phasis has some credibility, since Pelias sent him, and the return, and the rule over whatever islands during the coastal sailing, and, by Zeus, the wandering that occurred further, just as with Odysseus and Menelaus, are from things still now shown and believed on the authority of Homer's words.
ἥ τε γὰρ Αἶα δείκνυται περὶ Φᾶσιν πόλις, καὶ ὁ Αἰήτης πεπίστευται βασιλεῦσαι τῆς Κολχίδος, καὶ ἔστι τοῖς ἐκεῖ τοῦτʼ ἐπιχώριον τοὔνομα.
For Aea is shown as a city near Phasis, and Aeetes is believed to have ruled Colchis, and this name is local to the people there.
ἥ τε Μήδεια φαρμακὶς ἱστορεῖται, καὶ ὁ πλοῦτος τῆς ἐκεῖ χώρας ἐκ τῶν χρυσείων καὶ ἀργυρείων καὶ σιδηρείων δικαίαν τινὰ ὑπαγορεύει πρόφασιν τῆς στρατείας, καθʼ ἣν καὶ Φρίξος πρότερον ἔστειλε τὸν πλοῦν τοῦτον· καὶ ἔστιν ὑπομνήματα τῆς ἀμφοῖν στρατείας τό τε Φρίξειον τὸ ἐν τοῖς μεθορίοις τῆς τε Κολχίδος καὶ τῆς Ἰβηρίας, καὶ τὰ Ἰασόνεια, ἃ πολλαχοῦ καὶ τῆς Ἀρμενίας καὶ τῆς Μηδίας καὶ τῶν πλησιοχώρων αὐταῖς τόπων δείκνυται.
And Medea is recorded as a sorceress, and the wealth of that land from the gold, silver, and iron mines suggests some just pretext for the expedition, according to which Phrixus also previously made this voyage; and there are memorials of the expedition of both, namely the Phrixeium in the borderlands of Colchis and Iberia, and the Iasoneia, which are shown in many places both of Armenia and Media and the places neighboring them.
καὶ μὴν καὶ περὶ Σινώπην καὶ τὴν ταύτης παραλίαν καὶ τὴν Προποντίδα καὶ τὸν Ἑλλήσποντον μέχρι τῶν κατὰ τὴν Λῆμνον τόπων λέγεται πολλὰ τεκμήρια τῆς τε Ἰάσονος στρατείας καὶ τῆς Φρίξου· τῆς δʼ Ἰάσονος καὶ τῶν ἐπιδιωξάντων Κόλχων καὶ μέχρι τῆς Κρήτης καὶ τῆς Ἰταλίας καὶ τοῦ Ἀδρίου, ὧν ἔνια καὶ ὁ Καλλίμαχος ἐπισημαίνεται, τοτὲ μὲν
Αἰγλήτην Ἀνάφην τε Λακωνίδι γείτονα Θήρῃ
λέγων
ἄρχμενος, ὡς ἥρωες ἀπʼ Αἰήταο Κυταίου αὖτις ἐς ἀρχαίην ἔπλεον Αἱμονίην,
τοτὲ δὲ περὶ τῶν Κόλχων
"οἳ μὲν ἐπʼ Ἰλλυριοῖο πόρου σχάσσαντες ἐρετμὰ λᾶα πάρα ξανθῆς Ἁρμονίης τάφιον ἄστυρον ἐκτίσσαντο, τό κεν φυγάδων τις ἐνίσποι Γραικός, ἀτὰρ κείνων γλῶσσʼ ὀνόμηνε Πόλας. "
τινὲς δὲ καὶ τὸν Ἴστρον ἀναπλεῦσαί φασι μέχρι πολλοῦ τοὺς περὶ τὸν Ἰάσονα, οἱ δὲ καὶ μέχρι τοῦ Ἀδρίου· οἱ μὲν κατὰ ἄγνοιαν τῶν τόπων, οἱ δὲ καὶ ποταμὸν Ἴστρον ἐκ τοῦ μεγάλου Ἴστρου τὴν ἀρχὴν ἔχοντα ἐκβάλλειν εἰς τὸν Ἀδρίαν φασί· τάδε οὐκ * ἀπιθάνως οὐδʼ ἀπίστως λέγοντες.
Moreover, also around Sinope and its coast, and the Propontis, and the Hellespont as far as the places near Lemnos, many proofs of both Jason's and Phrixus' expedition are spoken of; and of Jason's and the pursuing Colchians' even as far as Crete, Italy, and the Adriatic, some of which Callimachus also points out, at one time saying: "Aegletes and Anaphe, neighbor to Laconian Thera..." when beginning: "How the heroes from Cytaean Aeetes sailed back to ancient Haemonia," and at another time concerning the Colchians: "They, having checked their oars in the Illyrian passage, founded a small fortified town near the tomb of golden-haired Harmonia, which a Greek might call the town of fugitives, but their tongue named Polae." And some say that Jason and his companions sailed up the Ister to a great distance, and others even as far as the Adriatic; the former from ignorance of the places, and the latter saying that another river Ister, having its source from the great Ister, empties into the Adriatic; speaking of these things not implausibly nor incredibly.
§1.2.40τοιαύταις δή τισιν ἀφορμαῖς ὁ ποιητὴς χρησάμενος τὰ μὲν ὁμολογεῖ τοῖς ἱστορουμένοις, προσμυθεύει δὲ τούτοις, ἔθος τι φυλάττων καὶ κοινὸν καὶ ἴδιον.
Using, then, some such starting points, the poet agrees on the one hand with the historical accounts, but on the other hand adds myth to these, keeping a custom both common and peculiar to himself.
ὁμολογεῖ μέν, ὅταν Αἰήτην ὀνομάζῃ, καὶ τὸν Ἰάσονα καὶ τὴν Ἀργὼ λέγῃ, καὶ παρὰ τὴν Αἰαίην πλάττῃ, καὶ τὸν Εὔνεων ἐν Λήμνῳ καθιδρύῃ, καὶ ποιῇ τῷ Ἀχιλλεῖ φίλην τὴν νῆσον, καὶ παρὰ τὴν Μήδειαν τὴν Κίρκην φαρμακίδα ποιῇ
αὐτοκασιγνήτην ὀλοόφρονος Αἰήταο· προσμυθοποιεῖ δὲ τὸν ἐξωκεανισμὸν τὸν κατὰ τὴν πλάνην συμβάντα τὴν ἀπʼ ἐκείνου τοῦ πλοῦ.
On the one hand, he agrees when he names Aeetes, and speaks of Jason and the Argo, and fashions Aeaea after Aea, and establishes Euneus in Lemnos, and makes the island dear to Achilles, and after Medea makes Circe a sorceress, "own sister of baneful-minded Aeetes"; but on the other hand, he adds myth in the relocation to the outer ocean which occurred during the wandering from that voyage.
ἐπεὶ κἀκεῖνο ὑποκειμένων μὲν τούτων εὖ λέγεται
Ἀργὼ πασιμέλουσα,
ὡς ἐν γνωρίμοις τόποις καὶ εὐανδροῦσι τῆς ναυστολίας γενομένης· εἰ δʼ, ὥσπερ ὁ Σκήψιός φησι παραλαβὼν μάρτυρα Μίμνερμον, ὃς ἐν τῷ ὠκεανῷ ποιήσας τὴν οἴκησιν τοῦ Αἰήτου πρὸς ταῖς ἀνατολαῖς ἐκτὸς πεμφθῆναί φησιν ὑπὸ τοῦ Πελίου τὸν Ἰάσονα καὶ κομίσαι τὸ δέρος, οὔτʼ ἂν ἡ ἐπὶ τὸ δέρος ἐκεῖσε πομπὴ πιθανῶς λέγοιτο εἰς ἀγνῶτας καὶ ἀφανεῖς τόπους, οὔθʼ ὁ διʼ ἐρήμων καὶ ἀοίκων καὶ καθʼ ἡμᾶς τοσοῦτον ἐκτετοπισμένων πλοῦς οὔτʼ ἔνδοξος οὔτε πασιμέλων.
Since even that is well said, when these things are assumed, "Argo, of concern to all," as the voyage occurred in known and well-peopled places; but if, as the Scepsian says, taking Mimnermus as a witness, who, having placed the dwelling of Aeetes in the ocean near the sun-risings, says that Jason was sent outside by Pelias and brought the fleece, neither would the sending thither for the fleece be plausibly spoken of to unknown and obscure places, nor would the voyage through deserted and uninhabited places, and so far displaced from us, be famous or of concern to all.