§1.2.31Ἐπεὶ δὲ καὶ τὰ περὶ τῆς πλάνης τῆς Μενελάου λεχθέντα συνηγορεῖν δοκεῖ τῇ ἀγνοίᾳ τῇ περὶ τοὺς τόπους ἐκείνους, βέλτιον ἴσως ἐστὶ τὰ ἐν τοῖς ἔπεσι τούτοις ζητούμενα προεκθεμένους ἅμα ταῦτά τε διαστεῖλαι καὶ περὶ τοῦ ποιητοῦ ἀπολογήσασθαι καθαρώτερον.
メネラオスの彷徨に関して語られたことも、それらの地域についての無知を裏付けるように思われるので、これら詩行の中で問題にされている事柄をあらかじめ提示した上で、同時にそれらを解決し、詩人についてより明確に弁護することが、おそらくより良いであろう。
φησὶ δὴ πρὸς Τηλέμαχον ὁ Μενέλαος θαυμάσαντα τὸν τῶν βασιλείων κόσμον
ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς ἠγαγόμην ἐν νηυσί, καὶ ὀγδοάτῳ ἔτει ἦλθον Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς, Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην.
メネラオスは宮殿の華麗さに感嘆するテレマコスに対して次のように述べている。 「実に、私は多くの苦難に耐え、多くの地を彷徨い、船で財宝を運んできた。 そして八年目に、キプロス、ポイニキア、エジプト人を彷徨い、アイティオピア人、シドニア人、エレムボス人、そしてリビュアに辿り着いた。
ζητοῦσι δὲ πρὸς τίνας ἦλθεν Αἰθίοπας πλέων ἐξ Αἰγύπτου·
」そして彼らは、エジプトから船で行くことのできるいかなるアイティオピア人のもとへ彼が行ったのかを問う。
οὔτε γὰρ ἐν τῇ καθʼ ἡμᾶς θαλάττῃ οἰκοῦσί τινες Αἰθίοπες, οὔτε τοῦ Νείλου τοὺς καταράκτας ἦν διελθεῖν ναυσί·
なぜなら、我々の海にはアイティオピア人は誰も住んでおらず、ナイル川の急流を船で通過することもできなかったからである。
τίνες τε οἱ Σιδόνιοι·
また、シドニア人とは誰なのかとも問う。
οὐ γὰρ οἵ γε ἐν Φοινίκῃ·
ポイニキアにいる者たちではないはずだ。
οὐ γὰρ ἂν τὸ γένος προθεὶς τὸ εἶδος ἐπήνεγκε·
というのも、属を先に提示した上で、種を付け加えるようなことはしないはずだからである。
τίνες τε οἱ Ἐρεμβοί·
また、エレムボス人とは誰なのかとも問う。
καινὸν γὰρ τὸ ὄνομα.
その名前は新奇なものだからである。
Ἀριστόνικος μὲν οὖν ὁ καθʼ ἡμᾶς γραμματικὸς ἐν τοῖς περὶ τῆς Μενελάου πλάνης πολλῶν ἀναγέγραφεν ἀνδρῶν ἀποφάσεις περὶ ἑκάστου τῶν ἐκκειμένων κεφαλαίων· ἡμῖν δʼ ἀρκέσει κἂν ἐπιτέμνοντες λέγωμεν.
さて、我々の時代の文法学者アリストニコスは、『メネラオスの彷徨について』の中で、提示された各論点について多くの人々の意見を記録しているが、我々にとっては要約して語るだけでも十分であろう。
οἱ μὲν δὴ πλεῦσαι φήσαντες εἰς τὴν Αἰθιοπίαν οἱ μὲν περίπλουν τῶν διὰ Γαδείρων μέχρι τῆς Ἰνδικῆς εἰσάγουσιν, ἅμα καὶ τὸν χρόνον τῇ πλάνῃ συνοικειοῦντες, ὅν φησιν ὅτι ὀγδοάτῳ ἔτει ἦλθον, οἱ δὲ διὰ τοῦ ἰσθμοῦ τοῦ κατὰ τὸν Ἀράβιον κόλπον, οἱ δὲ διὰ τῶν διωρύγων τινός.
実際、アイティオピアへ航海したと主張する者のうち、ある者はガデイラを経てインドに至る周航を持ち出し、同時に「八年目に来た」と彼が述べる時間を彷徨の期間に適合させようとし、他の者はアラビア湾のところにある地峡を通ったとし、また他の者は運河の一つを通ったとする。
οὔτε δʼ ὁ περίπλους ἀναγκαῖος, ὃν Κράτης εἰσάγει, οὐχ ὡς ἀδύνατος εἶναι (καὶ γὰρ ἡ Ὀδυσσέως πλάνη ἀδύνατος), ἀλλʼ ὅτι οὔτε πρὸς τὰς ὑποθέσεις τὰς μαθηματικὰς χρήσιμος οὔτε πρὸς τὸν χρόνον τῆς πλάνης.
クラテスが導入するこの周航は必要ではない。 不可能なものだからではなく(オデュッセウスの彷徨も不可能なのだから)、天文学的仮定にとっても、彷徨の期間にとっても、役に立たないからである。
καὶ γὰρ ἀκούσιοι διατριβαὶ κατέσχον αὐτὸν ὑπὸ δυσπλοίας, φήσαντος ὅτι ἀπὸ ἑξήκοντα νεῶν πέντε ἐλείφθησαν αὐτῷ, καὶ ἑκούσιοι χρηματισμοῦ χάριν·
というのも、航海困難のために彼を引き留めた不本意な遅延(六十隻の船のうち五隻だけが自分に残されたと彼が言っているように)と、富を得るための自発的な遅延があったからである。
φησὶ γὰρ ὁ Νέστωρ
ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων, ἠλᾶτο ξὺν νηυσί·
実際、ネストルは次のように述べている。 「このように彼は、あちこちで多くの糧と黄金を集めながら、船とともに彷徨った。
Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς.
キプロス、ポイニキア、エジプト人を彷徨いながら。
ὅ τε διὰ τοῦ ἰσθμοῦ πλοῦς ἢ τῶν διωρύγων λεγόμενος μὲν ἠκούετο ἂν ἐν μύθου σχήματι, μὴ λεγόμενος δὲ περιττῶς καὶ ἀπιθάνως εἰσάγοιτο ἄν.
」地峡を通る、あるいは運河を通る航海は、もし語られているのであれば、神話の形として聞かれるだろうが、語られていないのに持ち出されるとすれば、余計であり説得力がない。
ἀπιθάνως δὲ λέγω, ὅτι πρὸ τῶν Τρωικῶν οὐδεμία ἦν διῶρυξ·
「説得力がない」と私が言うのは、トロイア戦争以前には運河が全く存在しなかったからである。
τὸν δὲ ἐπιχειρήσαντα ποιῆσαι Σέσωστριν ἀποστῆναί φασι, μετεωροτέραν ὑπολαβόντα τὴν τῆς θαλάττης ἐπιφάνειαν.
運河を造ろうと試みたセソストリスは、海の表面がより高いと考えたために断念したと言われている。
ἀλλὰ μὴν οὐδʼ ὁ ἰσθμὸς ἦν πλόιμος·
さらに、地峡も航行可能ではなかった。
ἀλλʼ εἰκάζει ὁ Ἐρατοσθένης οὐκ εὖ.
しかし、エラトステネスは良くない推測をしている。
μὴ γάρ πω τὸ ἔκρηγμα τὸ κατὰ τὰς στήλας γεγονέναι νομίζει·
すなわち、彼はヘラクレスの柱のところの決壊がまだ起こっていなかったと考えている。
ὥστε ἐνταῦθα μὴ συνάπτειν τὴν εἴσω θάλατταν τῇ ἐκτὸς καὶ καλύπτειν τὸν ἰσθμὸν μετεωροτέραν οὖσαν, τοῦ δʼ ἐκρήγματος γενομένου ταπεινωθῆναι καὶ ἀνακαλύψαι τὴν γῆν τὴν κατὰ τὸ Κάσιον καὶ τὸ Πηλούσιον μέχρι τῆς Ἐρυθρᾶς.
そのため、その時点では内海が外海と結びついておらず、水位が高かったために地峡を覆っていたが、決壊が起こったために水位が下がり、カシオンやペルシオンのあたりの土地が紅海に至るまで露出したというのである。
τίνα οὖν ἔχομεν ἱστορίαν περὶ τοῦ ἐκρήγματος τούτου διότι πρὸ τῶν Τρωικῶν οὔπω ὑπῆρχεν, ἴσως δʼ ὁ ποιητὴς ἅμα μὲν τὸν Ὀδυσσέα ταύτῃ διεκπλέοντα εἰς τὸν ὠκεανὸν πεποίηκεν ὡς ἤδη ἐκρήγματος γεγονότος, ἅμα δὲ εἰς τὴν Ἐρυθρὰν τὸν Μενέλαον ἐκ τῆς Αἰγύπτου ναυστολεῖ ὡς οὔπω γεγονότος.
では、この決壊について、それがトロイア戦争以前にはまだ存在しなかったという、どのような歴史的記録があるというのか。 そしておそらく、詩人は一方では、決壊がすでに起こったものとしてオデュッセウスがそこを通って大洋へと航行するように描き、他方では、決壊がまだ起こっていないものとしてメネラオスがエジプトから紅海へと航行するように描いているのだろうか。
ἀλλὰ καὶ τὸν Πρωτέα εἰσάγει λέγοντα αὐτῷ
ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσι.
しかも彼はプロテウスが彼にこう語るのを導入している。 「しかし、お前をエリュシオンの野と大地の果てへと、不死なる神々が送るであろう。
ποῖα οὖν;
」では、それらはどのような場所なのか。
καὶ ὅτι ἑσπέριόν τινα λέγει τόπον τοῦτον ἔσχατον ὁ ζέφυρος παρατεθεὶς δηλοῖ
ἀλλʼ αἰεὶ ζεφύροιο λιγὺ πνείοντας ἀήτας ὠκεανὸς ἀνίησι.
西風が並び言及されていることが、これが極西のある場所であることを示している。 「されど常に、オケアノスは優しく吹くゼピュロスの微風を送り出す。
ταῦτα γὰρ αἰνίγματος πλήρη.
」なぜなら、これらのことは謎に満ちているからである。