§1.2.32εἰ δʼ οὖν καὶ σύρρουν ποτὲ ὑπάρξαντα τὸν ἰσθμὸν τοῦτον ὁ ποιητὴς ἱστορήκει, πόσῳ μείζονα ἂν ἔχοιμεν πίστιν τοῦ τοὺς Αἰθίοπας διχθὰ διῃρῆσθαι, πορθμῷ τηλικούτῳ διειργομένους;
仮に、この地峡がかつて海水の通じる通路であったと詩人が記録していたとしても、これほど大きな海峡によって隔てられているアイティオピア人が二つに分けられているということを、我々はどうしてそれ以上に信じることができるだろうか。
τίς δὲ καὶ χρηματισμὸς παρὰ τῶν ἔξω καὶ κατὰ τὸν ὠκεανὸν Αἰθιόπων;
また、外洋や大洋の沿岸に住むアイティオピア人から、どのような富が得られるというのだろうか。
ἅμα μὲν γὰρ θαυμάζουσι τοῦ κόσμου τῶν βασιλείων οἱ περὶ Τηλέμαχον τὸ πλῆθος ὅ ἐστι
χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.
というのも、テレマコスの一行は宮殿の装飾の豊かさに同時に驚嘆しているが、それは「金や琥珀、銀、そして象牙」からなるものである。
τούτων δʼ οὐδενὸς πλὴν ἐλέφαντος εὐπορία παρʼ ἐκείνοις ἐστίν, ἀπορωτάτοις τῶν ἁπάντων οὖσι τοῖς πλείστοις καὶ νομάσι.
しかし、彼らの間には象牙を除いてはこれらのものの豊かな蓄えはなく、彼らの大部分はすべての中で最も貧しく、遊牧生活を送っているからである。
νὴ Δία, ἀλλʼ ἡ Ἀραβία προσῆν καὶ τὰ μέχρι τῆς Ἰνδικῆς·
いや、ゼウスにかけて、アラビアやインドに至る地域が隣接していたではないか、と言う者があるかもしれない。
τούτων δʼ ἡ μὲν εὐδαίμων κέκληται μόνη τῶν ἁπασῶν, τὴν δέ, εἰ καὶ μὴ ὀνομαστὶ καλοῦσιν, οὕτως ὑπολαμβάνουσί γε καὶ ἱστοροῦσιν ὡς εὐδαιμονεστάτην.
しかし、これらのうち、一方(アラビア)だけがすべての中で唯一「幸福な(恵み豊かな)」と呼ばれており、他方(インド)は、仮に人々が名前でそう呼ばないにしても、最も幸福な国であると見なし、そのように記録している。
τὴν μὲν οὖν Ἰνδικὴν οὐκ οἶδεν Ὅμηρος (εἰδὼς δὲ ἐμέμνητο ἄν), τὴν δʼ Ἀραβίαν, ἣν εὐδαίμονα προσαγορεύουσιν οἱ νῦν, τότε δʼ οὐκ ἦν πλουσία, ἀλλὰ καὶ αὐτὴ ἄπορος καὶ ἡ πολλὴ αὐτῆς σκηνιτῶν ἀνδρῶν·
さて、ホメロスはインドを知らなかったし(もし知っていれば言及したはずである)、人々が現在「幸福な(恵み豊かな)」と呼ぶアラビアも、当時は富裕ではなく、それ自体が貧しく、その大部分はテントに住む人々のものであった。
ὀλίγη δʼ ἡ ἀρωματοφόρος, διʼ ἣν καὶ τοῦτο τοὔνομα εὕρετο ἡ χώρα διὰ τὸ καὶ τὸν φόρτον εἶναι τὸν τοιοῦτον ἐν τοῖς παρʼ ἡμῖν σπάνιον καὶ τίμιον.
香料を産出する土地はわずかであり、我々の間でそのような貨物が稀少で高価であるという理由から、その国にこのような名前が付けられたのである。
νυνὶ μὲν οὖν εὐποροῦσι καὶ πλουτοῦσι διὰ τὸ καὶ τὴν ἐμπορίαν εἶναι πυκνὴν καὶ δαψιλῆ, τότε δʼ οὐκ εἰκός.
したがって、現在でこそ貿易が頻繁かつ豊富であるために彼らは富み栄えているが、当時はそうではなかったはずである。
αὐτῶν δὲ χάριν τῶν ἀρωμάτων ἐμπόρῳ μὲν καὶ καμηλίτῃ γένοιτʼ ἄν τις ἐκ τῶν τοιούτων φορτίων εὐπορία· Μενελάῳ δὲ λαφύρων ἢ δωρεῶν ἔδει παρὰ βασιλέων καὶ δυναστῶν, ἐχόντων τε ἃ δώσουσι καὶ βουλομένων διὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ εὔκλειαν.
まさにその香料のおかげで、商人やラクダ引きにはそのような貨物から富が得られるかもしれないが、メネラオスが必要としていたのは、与えるべきものを持ち、彼の名声と栄光のゆえにそれを与えようと望む王や支配者たちからの戦利品や贈り物であった。
οἱ μὲν οὖν Αἰγύπτιοι καὶ οἱ πλησίον Αἰθίοπες καὶ Ἄραβες οὔθʼ οὕτω τελέως ἄβιοι οὔτʼ ἀνήκοοι τῆς τῶν Ἀτρειδῶν δόξης, καὶ μάλιστα διὰ τὴν κατόρθωσιν τοῦ Ἰλιακοῦ πολέμου, ὥστʼ ἐλπὶς ἦν τῆς ἐξ αὐτῶν ὠφελείας·
したがって、エジプト人や隣接するアイティオピア人、アラビア人は、これほど完全に生活手段を欠いていたわけでも、アトレイデス一族の不朽の名声(特にトロイア戦争の成功によるもの)を聞き及んでいなかったわけでもないので、彼らから援助を得られる見込みがあったのである。
καθάπερ ἐπὶ τοῦ θώρακος τοῦ Ἀγαμέμνονος λέγεται
τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήιον εἶναι·
それは、アガメムノンの胸当てについて次のように語られているのと同様である。 「かつてキニュレスが彼に客連の贈り物として与えたもの。
πεύθετο γὰρ Κύπρονδε μέγα κλέος.
なぜなら、キプロスにまでその大いなる名声が届いていたからである。
καὶ δὴ καὶ τὸν πλείω χρόνον τῆς πλάνης λεκτέον μὲν ἐν τοῖς κατὰ Φοινίκην καὶ Συρίαν καὶ Αἴγυπτον καὶ Λιβύην γενέσθαι καὶ τὰ περὶ Κύπρον χωρία καὶ ὅλως τὴν καθʼ ἡμᾶς παραλίαν καὶ τὰς νήσους·
」そして実に、彼の彷徨の大部分の時間は、ポイニキア、シリア、エジプト、リビュア、そしてキプロス周辺の地域、要するに我々の海(地中海)の沿岸や島々で費やされたと言うべきである。
καὶ γὰρ ξένια παρὰ τούτοις καὶ τὸ βίᾳ καὶ τὸ ἐκ λεηλασίας πορίσασθαι, καὶ μάλιστα παρὰ τῶν συμμαχησάντων τοῖς Τρωσίν, ἐντεῦθεν ἦν.
なぜなら、これらの人々の間での客連の贈り物や、力ずくであるいは略奪によって手に入れる手段は、特にトロイア側と同盟して戦った者たちのところから、そこにあったからである。
οἱ δʼ ἐκτὸς καὶ πόρρω βάρβαροι οὐδεμίαν τοιαύτην ὑπηγόρευον ἐλπίδα.
これに対して、外側の遠方に住む野蛮人(バルバロイ)たちは、そのような見込みを全く与えなかった。
εἰς οὖν τὴν Αἰθιοπίαν ἀφῖχθαι λέγεται ὁ Μενέλαος, οὐχ ὅτι μέχρι τῶν ὅρων τῶν πρὸς Αἰγύπτῳ.
したがって、メネラオスがアイティオピアに到着したと言われるのは、彼がその奥深くまで行ったということではなく、エジプトに接する国境にまで達したということにすぎない。
τάχα μὲν γὰρ καὶ πλησιαίτεροι ἦσαν ταῖς Θήβαις οἱ τότε ὅροι, ἀλλὰ καὶ οἱ νῦν πλησίον εἰσίν, οἱ κατὰ Συήνην καὶ τὰς Φίλας·
おそらく当時の国境はテーバイにより近かったかもしれないが、現在の国境も近く、シエネやフィラエのあたりにある。
ὧν ἡ μὲν τῆς Αἰγύπτου ἐστίν, αἱ δὲ Φίλαι κοινὴ κατοικία τῶν Αἰθιόπων καὶ τῶν Αἰγυπτίων.
それらのうち一方はエジプトの町であり、フィラエはアイティオピア人とエジプト人の共同の居住地である。
ὁ οὖν εἰς Θήβας ἀφιγμένος εἰ καὶ μέχρι τῶν ὅρων ἀφῖκτο ἢ καὶ περαιτέρω τῶν Αἰθιόπων, καὶ ταῦτα τῇ βασιλικῇ ξενίᾳ χρώμενος, οὐδὲν ἄλογον.
それゆえ、テーバイに到着した者が、王の温かいもてなしを受けながら、国境まで、あるいはアイティオピア人の土地の少し先まで達したとしても、何ら不合理なことはない。
οὕτω δὲ καὶ Κυκλώπων εἰς γαῖαν ἀφῖχθαί φησιν ὁ Ὀδυσσεύς, μέχρι τοῦ σπηλαίου προεληλυθὼς ἀπὸ θαλάττης· ἐπʼ ἐσχατιᾶς γὰρ ἱδρῦσθαί που λέγει.
オデュッセウスも同様に、海から洞窟まで進んだだけで「キプロプスたちの土地に到着した」と言っており、それが土地の端に位置していたとどこかで述べている。
καὶ εἰς Αἰολίαν δὲ καὶ Λαιστρυγόνας καὶ τοὺς ἄλλους, ὅπου ποτὲ καὶ καθωρμίσατο, ἐκεῖσέ φησιν ἀφῖχθαι.
また、アイオリアやライストリュゴネス、その他の場所についても、彼が錨を下ろした場所であればどこでも、そこに「到着した」と言っている。
καὶ ὁ Μενέλαος οὖν οὕτως εἰς Αἰθιοπίαν ἧκεν, οὕτω δὲ καὶ εἰς Λιβύην, ὅτι προσέσχε τόποις τισίν·
したがって、メネラオスもこのようにしてアイティオピアに来たのであり、また特定の一部の場所に立ち寄ったという理由でリビュアにもそのようにして来たのである。
ἀφʼ οὗ καὶ ὁ κατὰ τὴν Ἀρδανίαν λιμὴν τὴν ὑπὲρ Παραιτονίου Μενέλαος καλεῖται.
このことから、パライトニオンの上方のアルダニア沿いにある港は「メネラオス(メネラオスの港)」と呼ばれているのである。