§1.2.31Ἐπεὶ δὲ καὶ τὰ περὶ τῆς πλάνης τῆς Μενελάου λεχθέντα συνηγορεῖν δοκεῖ τῇ ἀγνοίᾳ τῇ περὶ τοὺς τόπους ἐκείνους, βέλτιον ἴσως ἐστὶ τὰ ἐν τοῖς ἔπεσι τούτοις ζητούμενα προεκθεμένους ἅμα ταῦτά τε διαστεῖλαι καὶ περὶ τοῦ ποιητοῦ ἀπολογήσασθαι καθαρώτερον.
既然关于梅内拉奥斯漫游的论述似乎也支持对那些地区无知的指责,那么,在预先陈述这些诗句中所探讨的问题之后,同时厘清这些问题并为诗人进行更清晰的辩护,或许是更好的做法。
φησὶ δὴ πρὸς Τηλέμαχον ὁ Μενέλαος θαυμάσαντα τὸν τῶν βασιλείων κόσμον
ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς ἠγαγόμην ἐν νηυσί, καὶ ὀγδοάτῳ ἔτει ἦλθον Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς, Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην.
梅内拉奥斯对因惊叹宫殿华美而赞叹的忒勒马科斯说道: “确实,我历经磨难,四处漂泊,用船载运财富归来;在第八年,我漂泊到塞浦路斯、腓尼基和埃及人那里,又到达了埃塞俄比亚人、西多尼亚人、埃雷姆博伊人和利比亚。
ζητοῦσι δὲ πρὸς τίνας ἦλθεν Αἰθίοπας πλέων ἐξ Αἰγύπτου· οὔτε γὰρ ἐν τῇ καθʼ ἡμᾶς θαλάττῃ οἰκοῦσί τινες Αἰθίοπες, οὔτε τοῦ Νείλου τοὺς καταράκτας ἦν διελθεῖν ναυσί· τίνες τε οἱ Σιδόνιοι·
” 他们探究,他从埃及航行去的是哪些埃塞俄比亚人那里;因为在我们的海里并不居住着任何埃塞俄比亚人,也不可能乘船通过尼罗河的急流;还有,西多尼亚人是谁?
οὐ γὰρ οἵ γε ἐν Φοινίκῃ· οὐ γὰρ ἂν τὸ γένος προθεὶς τὸ εἶδος ἐπήνεγκε· τίνες τε οἱ Ἐρεμβοί·
因为这绝不是指腓尼基的那些人;因为他不会在提出“属”之后又引入“种”;以及,埃雷姆博伊人是谁?
καινὸν γὰρ τὸ ὄνομα.
因为这个名字是新奇的。
Ἀριστόνικος μὲν οὖν ὁ καθʼ ἡμᾶς γραμματικὸς ἐν τοῖς περὶ τῆς Μενελάου πλάνης πολλῶν ἀναγέγραφεν ἀνδρῶν ἀποφάσεις περὶ ἑκάστου τῶν ἐκκειμένων κεφαλαίων· ἡμῖν δʼ ἀρκέσει κἂν ἐπιτέμνοντες λέγωμεν.
我们时代的文法学家阿里斯托尼科斯在《论梅内拉奥斯的漫游》中记录了许多人对上述每个论点的意见;但对我们来说,即使进行简要的概括也足够了。
οἱ μὲν δὴ πλεῦσαι φήσαντες εἰς τὴν Αἰθιοπίαν οἱ μὲν περίπλουν τῶν διὰ Γαδείρων μέχρι τῆς Ἰνδικῆς εἰσάγουσιν, ἅμα καὶ τὸν χρόνον τῇ πλάνῃ συνοικειοῦντες, ὅν φησιν ὅτι ὀγδοάτῳ ἔτει ἦλθον, οἱ δὲ διὰ τοῦ ἰσθμοῦ τοῦ κατὰ τὸν Ἀράβιον κόλπον, οἱ δὲ διὰ τῶν διωρύγων τινός.
的确,在那些断言他航行到埃塞俄比亚的人中,有人提出了一条从加地拉一直到印度洋的环航路线,同时也使时间与他所说的“在第八年归来”的漫游相吻合;而另一些人则认为他是穿过了阿拉伯湾处的地峡,还有一些人认为他是穿过了某条运河。
οὔτε δʼ ὁ περίπλους ἀναγκαῖος, ὃν Κράτης εἰσάγει, οὐχ ὡς ἀδύνατος εἶναι (καὶ γὰρ ἡ Ὀδυσσέως πλάνη ἀδύνατος), ἀλλʼ ὅτι οὔτε πρὸς τὰς ὑποθέσεις τὰς μαθηματικὰς χρήσιμος οὔτε πρὸς τὸν χρόνον τῆς πλάνης.
但克拉特斯所提出的环航并不是必要的,这倒不是因为它是完全不可能的(因为奥德修斯的漫游也是不可能的),而是因为它既无助于数学假设,也无助于解释漫游的时间。
καὶ γὰρ ἀκούσιοι διατριβαὶ κατέσχον αὐτὸν ὑπὸ δυσπλοίας, φήσαντος ὅτι ἀπὸ ἑξήκοντα νεῶν πέντε ἐλείφθησαν αὐτῷ, καὶ ἑκούσιοι χρηματισμοῦ χάριν· φησὶ γὰρ ὁ Νέστωρ
ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων, ἠλᾶτο ξὺν νηυσί· Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς.
因为由于航行困难,非自愿的延误阻碍了他(如他所言,六十艘船中他只剩下了五艘),同时也有为了谋取财物而自愿的逗留;因为内斯托尔说道: “就这样,他在那里收集了许多生计和黄金,乘船漂泊,在塞浦路斯、腓尼基和埃及人那里漫游。
ὅ τε διὰ τοῦ ἰσθμοῦ πλοῦς ἢ τῶν διωρύγων λεγόμενος μὲν ἠκούετο ἂν ἐν μύθου σχήματι, μὴ λεγόμενος δὲ περιττῶς καὶ ἀπιθάνως εἰσάγοιτο ἄν.
” 而穿过地峡或运河的航行,如果被说起,本可以作为神话的形式来听,但在没有被提及的情况下引入,则是多余且难以令人置信的。
ἀπιθάνως δὲ λέγω, ὅτι πρὸ τῶν Τρωικῶν οὐδεμία ἦν διῶρυξ· τὸν δὲ ἐπιχειρήσαντα ποιῆσαι Σέσωστριν ἀποστῆναί φασι, μετεωροτέραν ὑπολαβόντα τὴν τῆς θαλάττης ἐπιφάνειαν.
我说“难以令人置信”,是因为在特洛伊战争之前根本没有运河;据说曾试图开凿运河的塞索斯特里斯,因认为海平面较高而放弃了。
ἀλλὰ μὴν οὐδʼ ὁ ἰσθμὸς ἦν πλόιμος· ἀλλʼ εἰκάζει ὁ Ἐρατοσθένης οὐκ εὖ.
况且,地峡也是不可通航的;但埃拉托色尼作出了不妥当的推测。
μὴ γάρ πω τὸ ἔκρηγμα τὸ κατὰ τὰς στήλας γεγονέναι νομίζει· ὥστε ἐνταῦθα μὴ συνάπτειν τὴν εἴσω θάλατταν τῇ ἐκτὸς καὶ καλύπτειν τὸν ἰσθμὸν μετεωροτέραν οὖσαν, τοῦ δʼ ἐκρήγματος γενομένου ταπεινωθῆναι καὶ ἀνακαλύψαι τὴν γῆν τὴν κατὰ τὸ Κάσιον καὶ τὸ Πηλούσιον μέχρι τῆς Ἐρυθρᾶς.
因为他认为赫拉克勒斯之柱处的决口尚未发生;因此在当时,内海并未与外海相连,且因其水位较高而淹没了地峡,但当决口发生后,水位下降,从而露出了卡西翁和佩鲁西翁一带直至红海的土地。
τίνα οὖν ἔχομεν ἱστορίαν περὶ τοῦ ἐκρήγματος τούτου διότι πρὸ τῶν Τρωικῶν οὔπω ὑπῆρχεν, ἴσως δʼ ὁ ποιητὴς ἅμα μὲν τὸν Ὀδυσσέα ταύτῃ διεκπλέοντα εἰς τὸν ὠκεανὸν πεποίηκεν ὡς ἤδη ἐκρήγματος γεγονότος, ἅμα δὲ εἰς τὴν Ἐρυθρὰν τὸν Μενέλαον ἐκ τῆς Αἰγύπτου ναυστολεῖ ὡς οὔπω γεγονότος.
那么,关于这个决口,我们有什么历史记载证明它在特洛伊战争之前还不存在呢? 也许诗人一方面让奥德修斯在决口已经发生的情况下从此航行进入大洋,另一方面又让梅内拉奥斯在决口尚未发生的情况下从埃及航行进入红海。
ἀλλὰ καὶ τὸν Πρωτέα εἰσάγει λέγοντα αὐτῷ
ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσι.
而且,他还引入普罗特乌斯对他说道: “但神明们将把你送往厄吕西翁平原和大地之极。
ποῖα οὖν;
” 那么,这些是怎样的地方呢?
καὶ ὅτι ἑσπέριόν τινα λέγει τόπον τοῦτον ἔσχατον ὁ ζέφυρος παρατεθεὶς δηλοῖ
ἀλλʼ αἰεὶ ζεφύροιο λιγὺ πνείοντας ἀήτας ὠκεανὸς ἀνίησι.
西风的并提表明他所指的是某个极西之地: “然而大洋始终送来轻声吹拂的西风。
ταῦτα γὰρ αἰνίγματος πλήρη.
” 因为这些事充满了谜团。