§1.2.26χωρὶς δὲ τούτων ἐστὶ καὶ ἄλλως διαιρεῖν τὴν Αἰθιοπίαν.
これらとは別に、アイティオピアを別のやり方で分けることも可能である。
πάντες γὰρ οἱ παραπλεύσαντες τῷ ὠκεανῷ τὴν Λιβύην, οἵ τε ἀπὸ τῆς Ἐρυθρᾶς καὶ οἱ ἀπὸ τῶν στηλῶν, μέχρι ποσοῦ προελθόντες εἶτα ἀνέστρεψαν ὑπὸ πολλῶν ἀποριῶν κωλυόμενοι, ὥστε καὶ πίστιν κατέλιπον τοῖς πολλοῖς, ὡς τὸ μεταξὺ διείργοιτο ἰσθμῷ·
というのも、リビュアの外洋を航海したすべての人々、すなわち紅海から出発した者たちもヘラクレスの柱から出発した者たちも、ある程度まで進んだところで、多くの困難に阻まれて引き返したため、彼らの中間の領域は地峡によって遮られているという確信を多くの人々に残すことになったからである。
καὶ μὴν σύρρους ἡ πᾶσα Ἀτλαντικὴ θάλαττα, καὶ μάλιστα ἡ κατὰ μεσημβρίαν.
しかしながら、アトランティス海全体、とりわけ南の部分は一続きに流れている。
ἅπαντες δὲ οὗτοι τὰ τελευταῖα χωρία, ἐφʼ ἃ πλέοντες ἦλθον, Αἰθιοπικὰ προσηγόρευσαν καὶ ἀπήγγειλαν οὕτως.
そしてこれらの航海者たちはみな、自分たちが到達した最果ての土地を「アイティオピアの」と呼び、そのように報告した。
τί οὖν ἄλογον, εἰ καὶ Ὅμηρος ὑπὸ τοιαύτης ἀκοῆς ἀχθεὶς δίχα διῄρει, τοὺς μὲν πρὸς ἀνατολὴν λέγων, τοὺς δὲ πρὸς δύσιν, τῶν μεταξὺ οὐ γινωσκομένων εἴτε εἰσὶν εἴτε μὴ εἰσίν;
それゆえ、もしホメロスもまたこのような噂に導かれ、中間の人々が存在するのか存在しないのか知られていないがために、ある人々は東に、他は西にあると言って二分したのだとしても、何が不条理だろうか。
ἀλλὰ μὴν καὶ ἄλλην τινὰ ἱστορίαν εἴρηκεν παλαιὰν Ἔφορος, ᾗ οὐκ ἄλογον ἐντυχεῖν καὶ Ὅμηρον.
さらに、エポロスもまたある古い歴史を語っており、それにホメロスが出会ったことも不合理ではない。
λέγεσθαι γάρ φησιν ὑπὸ τῶν Ταρτησσίων Αἰθίοπας τὴν Λιβύην ἐπελθόντας μέχρι αὐάσεως τοὺς μὲν αὐτοῦ μεῖναι, τοὺς δὲ καὶ τῆς παραλίας κατασχεῖν πολλήν·
すなわち、タルテッソスの人々によれば、アイティオピア人たちがオアシスにいたるまでリビュアを襲撃し、一部はそこにとどまり、他は沿岸地方の多くを占領したと言われている、と彼は述べるのである。
τεκμαίρεται δʼ ἐκ τούτου καὶ Ὅμηρον εἰπεῖν οὕτως
Αἰθίοπες, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν.
そしてエポロスはこのことから、ホメロスもまたこのように「アイティオピア人、彼らは二つに分かれて住む、人類の端に」と述べたのだと推測している。
§1.2.27ταῦτά τε δὴ πρὸς τὸν Ἀρίσταρχον λέγοι ἄν τις καὶ πρὸς τοὺς ἀκολουθοῦντας αὐτῷ καὶ ἄλλα τούτων ἐπιεικέστερα, ἀφʼ ὧν τὴν πολλὴν ἄγνοιαν ἀφαιρήσεται τοῦ ποιητοῦ.
実際、アリスタルコスや彼に従う者たちに対しては、これらのこと、およびこれらよりももっと説得力のある他のことを言うことができるだろう。 それらによって、詩人から多大な無知の嫌疑を取り除くことができるはずである。
φημὶ γὰρ κατὰ τὴν τῶν ἀρχαίων Ἑλλήνων δόξαν, ὥσπερ τὰ πρὸς βορρᾶν μέρη τὰ γνώριμα ἑνὶ ὀνόματι Σκύθας ἐκάλουν ἢ νομάδας, ὡς Ὅμηρος, ὕστερον δὲ καὶ τῶν πρὸς ἑσπέραν γνωσθέντων Κελτοὶ καὶ Ἴβηρες ἢ μικτῶς Κελτίβηρες καὶ Κελτοσκύθαι προσηγορεύοντο, ὑφʼ ἓν ὄνομα τῶν καθʼ ἕκαστα ἐθνῶν ταττομένων διὰ τὴν ἄγνοιαν, οὕτω τὰ μεσημβρινὰ πάντα Αἰθιοπίαν καλεῖσθαι τὰ πρὸς ὠκεανῷ.
というのも、私の主張によれば、古代のギリシア人の考えに従えば、ホメロスがしているように、北の方の知られた地域を「スキュティア人」あるいは「遊牧民」という単一の名前で呼んでおり、後に、西の方で知られた地域についても「ケルト人」や「イベリア人」、あるいは混ざり合って「ケルティベリア人」や「ケルト・スキュティア人」と呼ばれ、無知のために個々の民族が一つの名前のもとに位置づけられていたのであるが、それと同様に、大洋に面した南の地域はすべて「アイティオピア」と呼ばれていたのである。
μαρτυρεῖ δὲ τὰ τοιαῦτα.
そのようなことが証拠となっている。
ὅ τε γὰρ Αἰσχύλος ἐν Προμηθεῖ τῷ λυομένῳ φησὶν οὕτω
φοινικόπεδόν τʼ ἐρυθρᾶς ἱερὸν χεῦμα θαλάσσης, χαλκοκέραυνόν τε παρʼ ὠκεανῷ λίμναν παντοτρόφον Αἰθιόπων, ἵνʼ ὁ παντόπτας Ἥλιος αἰεὶ χρῶτʼ ἀθάνατον κάματόν θʼ ἵππων θερμαῖς ὕδατος μαλακοῦ προχοαῖς ἀναπαύει.
実際、アイスキュロスは『解き放たれたプロメテウス』の中で次のように述べている。 「そして、紅海の赤い大地の神聖な流れ、また大洋の傍らにある、アイティオピア人の、すべてを育む、青銅の雷鳴とどろく湖。 そこでは、すべてを見通す太陽が、その不死の体と馬たちの疲労を、心地よい水の温かい流れによって常に休めるのである。
παρʼ ὅλον γὰρ τὸ μεσημβρινὸν κλίμα τοῦ ὠκεανοῦ ταύτην πρὸς τὸν ἥλιον ἴσχοντος τὴν χρείαν καὶ τὴν σχέσιν, παρʼ ὅλον καὶ τοὺς Αἰθίοπας τάττων φαίνεται.
」というのも、大洋が南の全領域において太陽に対してこのような役割と関係を持っている以上、彼もまたアイティオピア人をその全領域に沿って配置していることが明らかだからである。
ὅ τʼ Εὐριπίδης ἐν τῷ Φαέθοντι τὴν Κλυμένην δοθῆναί φησι
Μέροπι τῆσδʼ ἄνακτι γῆς, ἣν ἐκ τεθρίππων ἁρμάτων πρώτην χθόνα Ἥλιος ἀνίσχων χρυσέᾳ βάλλει φλογί·
また、エウリピデスは『ファエトン』の中で、クリュメネが次のように端的に与えられたと述べている。 「この土地の支配者メロプスに。 この地は、昇りゆく太陽が四頭立ての戦車から最初の陸地として黄金の炎で照らす場所。
καλοῦσι δʼ αὐτὴν γείτονες μελάμβροτοι Ἕω φαεννὰς Ἡλίου θʼ ἱπποστάσεις.
そして肌の黒い隣人たちは、ここを『暁と太陽の輝かしい厩舎』と呼んでいる。
νῦν μὲν δὴ κοινὰς ποιεῖται τὰς ἱπποστάσεις τῇ τε Ἠοῖ καὶ τῷ Ἡλίῳ, ἐν δὲ τοῖς ἑξῆς πλησίον αὐτάς φησιν εἶναι τῇ οἰκήσει τοῦ Μέροπος·
」ここで彼は、厩舎を「暁」と「太陽」に共通のものとしているが、続く箇所では、それらがメロプスの住まいの近くにあると述べている。
καὶ ὅλῃ γε τῇ δραματουργίᾳ τοῦτο παραπέπλεκται, οὐ δή που τῆς κατʼ Αἴγυπτον ἴδιον ὄν, μᾶλλον δὲ τῆς παρʼ ὅλον τὸ μεσημβρινὸν κλίμα διηκούσης παραλίας.
そして実際、このことは劇作全体に織り込まれており、それは決してエジプト近辺の地域に特有のことではなく、むしろ南の全領域に沿って延びている沿岸地方にこそ当てはまることなのである。