§1.2.25πρὸς μὲν οὖν Κράτητα μακροῦ λόγου δεῖ καὶ ἴσως οὐδὲν ὄντος πρὸς τὰ νῦν.
さて、クラテスに対しては長い議論が必要であるが、おそらくは現在の目的には全く無用なことだろう。
Ἀριστάρχου δὲ τοῦτο μὲν ἐπαινῶμεν, διότι τὴν Κρατήτειον ἀφεὶς ὑπόθεσιν δεχομένην πολλὰς ἐνστάσεις περὶ τῆς καθʼ ἡμᾶς Αἰθιοπίας ὑπονοεῖ γεγονέναι τὸν λόγον·
しかしアリスタルコスについては、多くの異論を生むクラテスの仮説を退け、この言及が我々の側のアイティオピアについてなされたのだと考えた点において、一方では彼を称賛することにしよう。
τὰ δʼ ἄλλα ἐπισκοπῶμεν.
だが、その他の点については検討しよう。
καὶ πρῶτον ὅτι καὶ αὐτὸς μικρολογεῖται μάτην περὶ τῆς γραφῆς.
そして第一に、彼自身も異読をめぐって無駄に細部にこだわっていることである。
καὶ γὰρ ἂν ἑκατέρως γράφηται, δύναται ἐφαρμόττειν τοῖς νοήμασιν αὐτοῦ.
というのも、どちらの書き方をしても、詩人の意図に適合させることができるからである。
τί γὰρ διαφέρει λέγειν ἢ οὕτως
δύο εἰσὶ καθʼ ἡμᾶς Αἰθίοπες, οἱ μὲν πρὸς ἀνατολὰς οἱ δὲ πρὸς δύσεις,
ἢ οὕτως
καὶ γὰρ πρὸς ἀνατολὰς καὶ πρὸς δύσεις;
すなわち、「我々の側のアイティオピア人は二人であり、一方は東に、他方は西にある」とこのように言うことと、「東に対しても西に対してもあるからだ」とこのように言うこととで、何の違いがあるのだろうか。
ἔπειθʼ ὅτι ψευδοῦς προΐσταται δόγματος.
第二に、彼が誤った説を支持していることである。
φέρε γὰρ τὸν ποιητὴν ἀγνοεῖν μὲν τὸν ἰσθμόν, τῆς δὲ κατʼ Αἴγυπτον Αἰθιοπίας μεμνῆσθαι ὅταν φῇ
Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται.
というのも、詩人が地峡については知らなかったが、「アイティオピア人、彼らは二つに分かれて住む」と言うとき、エジプトの近くのアイティオピアについて言及していたと仮定してみよう。
πῶς οὖν;
ではどうなのか。
οὐ διχθὰ δεδαίαται οὕτως, ἀλλʼ ἀγνοῶν οὕτως εἴρηκεν ὁ ποιητής;
彼らはこのように二つに分かれておらず、詩人が無知ゆえにこのように述べたというのだろうか。
πότερʼ οὐδʼ ἡ Αἴγυπτος, οὐδʼ οἱ Αἰγύπτιοι ἀπὸ τοῦ Δέλτα ἀρξάμενοι μέχρι πρὸς Συήνην ὑπὸ τοῦ Νείλου δίχα διῄρηνται
οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δʼ ἀνιόντος;
それとも、エジプト自体も、デルタから始まってスエネに至るまでのエジプト人たちも、ナイル川によって二分されていて、「一方は沈みゆくハイペリオンの側に、他方は昇りゆく側に」あるのではないというのだろうか。
τί δʼ ἄλλο ἡ Αἴγυπτός ἐστι πλὴν ἡ ποταμία, ἣν ἐπικλύζει τὸ ὕδωρ;
ナイル川の水が氾濫する川沿いの地域を除いて、エジプトとは他にいかなるものであろうか。
αὕτη δʼ ἐφʼ ἑκάτερα τοῦ ποταμοῦ κεῖται πρὸς ἀνατολὴν καὶ δύσιν.
そしてこの地域は川の両側、すなわち東と西に位置している。
ἀλλὰ μὴν ἡ Αἰθιοπία ἐπʼ εὐθείας ἐστὶ τῇ Αἰγύπτῳ καὶ παραπλησίως ἔχει πρός τε τὸν Νεῖλον καὶ τὴν ἄλλην φύσιν τῶν τόπων.
ところで、アイティオピアはエジプトと一直線上にあり、ナイル川やその他の土地の自然環境に関しても同様の状況にある。
καὶ γὰρ αὕτη στενή τέ ἐστι καὶ μακρὰ καὶ ἐπίκλυστος.
というのも、この地も狭く、長く、氾濫にさらされるからである。
τὰ δʼ ἔξω τῆς ἐπικλύστου ἔρημά τε καὶ ἄνυδρα καὶ σπανίως οἰκεῖσθαι δυνάμενα, τὰ μὲν πρὸς ἕω τὰ δὲ πρὸς δύσιν κεκλιμένα.
氾濫地域の外側は、荒涼として水がなく、滅多に人が住むことのできない場所であり、一方は東に、他方は西に傾いている。
πῶς οὖν οὐχὶ καὶ δίχα διῄρηται;
そうであるなら、どうしてここも二分されていないと言えようか。
ἢ τοῖς μὲν τὴν Ἀσίαν ἀπὸ τῆς Λιβύης διαιροῦσιν ἀξιόλογον τοῦθʼ ὅριον ἐφάνη ὁ Νεῖλος, μῆκος μὲν ἀνατείνων ἐπὶ τὴν μεσημβρίαν πλειόνων ἢ μυρίων σταδίων, πλάτος δέ, ὥστε καὶ νήσους ἀπολαμβάνειν μυριάνδρους, ὧν μεγίστη ἡ Μερόη τὸ βασίλειον καὶ μητρόπολις τῶν Αἰθιόπων, αὐτὴν δὲ τὴν Αἰθιοπίαν οὐχ ἱκανὸς ἦν διαιρεῖν δίχα;
それとも、アジアをリビュアから分ける人々にとって、ナイル川は、南に向かって1万スタディオン以上にわたってその長さを伸ばし、その幅も、数万人の人口を抱える島々を取り囲むほどであり(それらの島のうち最大のものはアイティオピア人の王宮があり首都であるメロエである)、これほど顕著な境界として現れたのに、アイティオピア自体を二分するには不十分だったというのだろうか。
καὶ μὴν οἵ γε ἐπιτιμῶντες τοῖς τὰς ἠπείρους τῷ ποταμῷ διαιροῦσι τῶν ἐγκλημάτων τοῦτο μέγιστον προφέρουσιν αὐτοῖς, ὅτι τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν διασπῶσι καὶ ποιοῦσι τὸ μέν τι μέρος ἑκατέρας αὐτῶν Λιβυκόν, τὸ δʼ Ἀσιατικόν·
さらに実際、大陸を川によって分ける人々を非難する者たちは、彼らに対する最大の非難としてこのことを持ち出している。 すなわち、彼らはエジプトとアイティオピアを分裂させ、それぞれの国の一部をリビュアのもの、他の一部をアジアのものにしてしまっている、ということである。
ἢ εἰ μὴ βούλονται τοῦτο, ἢ οὐ διαιροῦσι τὰς ἠπείρους ἢ οὐ τῷ ποταμῷ.
あるいは、もし彼らがそれを望まないならば、彼らは大陸を分けないか、あるいは川によって分けないかのどちらかでなければならない。