Humanitext Reader

斯特拉波 · 地理学 §1.2.26-1.2.27

利比亚航行与埃塞俄比亚的广域统称

第 23 段,共 577 段 · 希腊语

内容简介

斯特拉波通过引用由于环航利比亚失败而产生地峡假想的背景,以及埃福罗斯关于埃塞俄比亚人入侵的历史记载,指出荷马划分埃塞俄比亚人的合理性。他进一步解释说,古希腊人由于地理知识的匮乏,习惯于将北方和南方的未知边缘地区分别统称为“斯基泰”和“埃塞俄比亚”,并引用埃斯库罗斯和欧里庇得斯的诗句作为佐证。

§1.2.26χωρὶς δὲ τούτων ἐστὶ καὶ ἄλλως διαιρεῖν τὴν Αἰθιοπίαν.
除此之外,还可以用另一种方式来划分埃塞俄比亚。
πάντες γὰρ οἱ παραπλεύσαντες τῷ ὠκεανῷ τὴν Λιβύην, οἵ τε ἀπὸ τῆς Ἐρυθρᾶς καὶ οἱ ἀπὸ τῶν στηλῶν, μέχρι ποσοῦ προελθόντες εἶτα ἀνέστρεψαν ὑπὸ πολλῶν ἀποριῶν κωλυόμενοι, ὥστε καὶ πίστιν κατέλιπον τοῖς πολλοῖς, ὡς τὸ μεταξὺ διείργοιτο ἰσθμῷ· καὶ μὴν σύρρους ἡ πᾶσα Ἀτλαντικὴ θάλαττα, καὶ μάλιστα ἡ κατὰ μεσημβρίαν.
因为所有沿着外洋航行环绕利比亚的人,无论是有红海出发的还是从赫拉克勒斯之柱出发的,在前进到一定距离后,都因遭遇诸多困难而折返,以至于给大多数人留下一副确信,即其中间部分被地峡所阻断;然而,整个大西洋都是相通的,尤其是南部的部分。
ἅπαντες δὲ οὗτοι τὰ τελευταῖα χωρία, ἐφʼ ἃ πλέοντες ἦλθον, Αἰθιοπικὰ προσηγόρευσαν καὶ ἀπήγγειλαν οὕτως.
而所有这些航行者都将他们到达的、最远端的土地称为“埃塞俄比亚的”,并作了如此报告。
τί οὖν ἄλογον, εἰ καὶ Ὅμηρος ὑπὸ τοιαύτης ἀκοῆς ἀχθεὶς δίχα διῄρει, τοὺς μὲν πρὸς ἀνατολὴν λέγων, τοὺς δὲ πρὸς δύσιν, τῶν μεταξὺ οὐ γινωσκομένων εἴτε εἰσὶν εἴτε μὴ εἰσίν;
既然如此,如果荷马也受到此类传闻的引导,由于中间的人们是否存在并不为人所知,因而将其一分为二,称一处在东,另一处在西,这又有何不合理呢?
ἀλλὰ μὴν καὶ ἄλλην τινὰ ἱστορίαν εἴρηκεν παλαιὰν Ἔφορος, ᾗ οὐκ ἄλογον ἐντυχεῖν καὶ Ὅμηρον.
此外,埃福罗斯还讲述了另一个古老的故事,而荷马接触到这个故事也是不无合理的。
λέγεσθαι γάρ φησιν ὑπὸ τῶν Ταρτησσίων Αἰθίοπας τὴν Λιβύην ἐπελθόντας μέχρι αὐάσεως τοὺς μὲν αὐτοῦ μεῖναι, τοὺς δὲ καὶ τῆς παραλίας κατασχεῖν πολλήν· τεκμαίρεται δʼ ἐκ τούτου καὶ Ὅμηρον εἰπεῖν οὕτως Αἰθίοπες, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν.
因为他提到,根据塔尔泰索斯人的说法,埃塞俄比亚人侵入利比亚直至绿洲,其中一部分人留在了那里,而另一部分人则占领了大部分沿海地区;他由此推测,荷马也是因此才这样说的:“埃塞俄比亚人,他们分居两地,是人类的边缘。
§1.2.27ταῦτά τε δὴ πρὸς τὸν Ἀρίσταρχον λέγοι ἄν τις καὶ πρὸς τοὺς ἀκολουθοῦντας αὐτῷ καὶ ἄλλα τούτων ἐπιεικέστερα, ἀφʼ ὧν τὴν πολλὴν ἄγνοιαν ἀφαιρήσεται τοῦ ποιητοῦ.
” 事实上,人们可以对阿里斯塔科斯及追随他的人说这些话,以及其他比这些更合理的话,借此可以消除诗人身上关于无知的巨大指责。
φημὶ γὰρ κατὰ τὴν τῶν ἀρχαίων Ἑλλήνων δόξαν, ὥσπερ τὰ πρὸς βορρᾶν μέρη τὰ γνώριμα ἑνὶ ὀνόματι Σκύθας ἐκάλουν ἢ νομάδας, ὡς Ὅμηρος, ὕστερον δὲ καὶ τῶν πρὸς ἑσπέραν γνωσθέντων Κελτοὶ καὶ Ἴβηρες ἢ μικτῶς Κελτίβηρες καὶ Κελτοσκύθαι προσηγορεύοντο, ὑφʼ ἓν ὄνομα τῶν καθʼ ἕκαστα ἐθνῶν ταττομένων διὰ τὴν ἄγνοιαν, οὕτω τὰ μεσημβρινὰ πάντα Αἰθιοπίαν καλεῖσθαι τὰ πρὸς ὠκεανῷ.
因为我认为,根据古希腊人的看法,正如他们将北方已知的部分用“斯基泰人”或“游牧民”这一个名字来称呼(如荷马所做的那样),而后来西方已知的部分也被称为“凯尔特人”和“伊比利亚人”,或混合地称为“凯尔特伊比利亚人”和“凯尔特斯基泰人”(因无知而将各个具体的民族置于单一名称之下),同样地,大洋沿岸的整个南部地区都被称为“埃塞俄比亚”。
μαρτυρεῖ δὲ τὰ τοιαῦτα.
此类事实便可作证。
ὅ τε γὰρ Αἰσχύλος ἐν Προμηθεῖ τῷ λυομένῳ φησὶν οὕτω φοινικόπεδόν τʼ ἐρυθρᾶς ἱερὸν χεῦμα θαλάσσης, χαλκοκέραυνόν τε παρʼ ὠκεανῷ λίμναν παντοτρόφον Αἰθιόπων, ἵνʼ ὁ παντόπτας Ἥλιος αἰεὶ χρῶτʼ ἀθάνατον κάματόν θʼ ἵππων θερμαῖς ὕδατος μαλακοῦ προχοαῖς ἀναπαύει.
例如,埃斯库罗斯在《被解绑的普罗米修斯》中这样说:“红海红土的神圣流泉,以及大洋旁、哺育万物的埃塞俄比亚人之湖,那里有青铜般的雷鸣,普照万物的太阳常在此处用温和、柔顺之水的喷涌,来休养他那不朽的躯体和马匹的疲惫。
παρʼ ὅλον γὰρ τὸ μεσημβρινὸν κλίμα τοῦ ὠκεανοῦ ταύτην πρὸς τὸν ἥλιον ἴσχοντος τὴν χρείαν καὶ τὴν σχέσιν, παρʼ ὅλον καὶ τοὺς Αἰθίοπας τάττων φαίνεται.
”因为既然大洋在整个南部维度上对太阳具有这样的用途和关联,他显然也是将埃塞俄比亚人置于这整个维度之中的。
ὅ τʼ Εὐριπίδης ἐν τῷ Φαέθοντι τὴν Κλυμένην δοθῆναί φησι Μέροπι τῆσδʼ ἄνακτι γῆς, ἣν ἐκ τεθρίππων ἁρμάτων πρώτην χθόνα Ἥλιος ἀνίσχων χρυσέᾳ βάλλει φλογί· καλοῦσι δʼ αὐτὴν γείτονες μελάμβροτοι Ἕω φαεννὰς Ἡλίου θʼ ἱπποστάσεις.
欧里庇得斯在《法厄同》中也提到,克吕墨涅被嫁给了“这片土地的君王梅洛普斯,当太阳驾着四马战车升起时,这里是他用金色火焰照射的第一片土地;而肤色黝黑的邻人们,称之为曙光与太阳的灿烂马厩”。
νῦν μὲν δὴ κοινὰς ποιεῖται τὰς ἱπποστάσεις τῇ τε Ἠοῖ καὶ τῷ Ἡλίῳ, ἐν δὲ τοῖς ἑξῆς πλησίον αὐτάς φησιν εἶναι τῇ οἰκήσει τοῦ Μέροπος· καὶ ὅλῃ γε τῇ δραματουργίᾳ τοῦτο παραπέπλεκται, οὐ δή που τῆς κατʼ Αἴγυπτον ἴδιον ὄν, μᾶλλον δὲ τῆς παρʼ ὅλον τὸ μεσημβρινὸν κλίμα διηκούσης παραλίας.
在这里,他固然将马厩归于曙光与太阳所共有,但在接下来的段落中,他又说这些马厩靠近梅洛普斯的住所;事实上,这交织在整个戏剧创作之中,这绝非埃及一带所独有,而更适用于延伸至整个南部维度的沿海地带。

词汇与语法注释

  1. §1.2.26τῶν μεταξύ οὐ γινωσκομένων εἴτε εἰσὶν εἴτε μὴ εἰσίν — 属格独立结构(Genitive Absolute)。以 'τῶν μεταξύ'(中间的人们/中间的土地)为逻辑主语,用以表达当时对中间区域的信息完全缺失(甚至不知道是否存在)的背景原因。
  2. §1.2.27φημὶ γὰρ κατὰ τὴν τῶν ἀρχαίων Ἑλλήνων δόξαν... οὕτω τὰ μεσημβρινὰ πάντα Αἰθιοπίαν καλεῖσθαι — 由主句动词 'φημί'(我声称)所引导的宾格加不定式结构(Accusative and Infinitive)。在夹杂了由 'ὥσπερ'(正如将北方称为斯基泰人)和 'ὕστερον δὲ'(后来将西方称为凯尔特人等)引导的两个具有对比插入性质的从句之后,'οὕτω' 之后的宾格 'τὰ μεσημβρινὰ πάντα' 与不定式 'καλεῖσθαι' 相结合,构成了斯特拉波论证的核心(“整个南部地区都被称为埃塞俄比亚”)。
  3. §1.2.27ἀφʼ ὧν τὴν πολλὴν ἄγνοιαν ἀφαιρήσεται τοῦ ποιητοῦ — 动词 'ἀφαιρέομαι'(夺去/消除)的双宾格支配变形。此处它带有一个作为直接宾语的宾格 'τὴν πολλὴν ἄγνοιαν'(巨大的无知),以及一个起剥夺(分离)作用的属格 'τοῦ ποιητοῦ'(从诗人那里),表示“消除诗人身上关于无知的巨大嫌疑/指责”。

引用这一段

斯特拉波, 地理学 §1.2.26-1.2.27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.2.26-1.2.27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。