§1.2.28μηνύει δὲ καὶ Ἔφορος τὴν παλαιὰν περὶ τῆς Αἰθιοπίας δόξαν, ὅς φησιν ἐν τῷ περὶ τῆς Εὐρώπης λόγῳ, τῶν περὶ τὸν οὐρανὸν καὶ τὴν γῆν τόπων εἰς τέτταρα μέρη διῃρημένων, τὸ πρὸς τὸν ἀπηλιώτην Ἰνδοὺς ἔχειν, πρὸς νότον δὲ Αἰθίοπας, πρὸς δύσιν δὲ Κελτούς, πρὸς δὲ βορρᾶν ἄνεμον Σκύθας.
エポロスもまたアイティオピアに関する古い考えを示しており、彼は『ヨーロッパについて』の記述の中で、天と地に関する地域が四つの部分に分けられているとき、東の部分にはインド人が、南にはアイティオピア人が、西にはケルト人が、北風の方(北)にはスキュティア人がいる、と述べている。
προστίθησι δʼ ὅτι μείζων ἡ Αἰθιοπία καὶ ἡ Σκυθία·
さらに彼は、アイティオピアとスキュティアの方が大きいと付け加えている。
δοκεῖ γάρ, φησί, τὸ τῶν Αἰθιόπων ἔθνος παρατείνειν ἀπʼ ἀνατολῶν χειμερινῶν μέχρι δυσμῶν, ἡ Σκυθία δʼ ἀντίκειται τούτῳ.
というのも、アイティオピア人の民族は冬の日の出(南東)から日の入りまで延びているように思われ、スキュティアはこれと対をなして反対側に位置しているからである、と彼は言う。
ὅτι δʼ ὁ ποιητὴς ὁμόλογος τούτοις, καὶ ἐκ τῶνδε δῆλον ὅτι ἡ μὲν Ἰθάκη κεῖται
πρὸς ζόφον
(ὅπερ ἐστὶ πρὸς ἄρκτον),
αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε.
そして詩人(ホメロス)がこれらの意見と一致していることは、次のことからも明らかである。 すなわち、イタケは「暗がり(これは北を意味する)の方に」位置しており、他方、他の島々は「離れて、暁と太陽の方に」位置していると述べられている。
ὅλον τὸ νότιον πλευρὸν οὕτω λέγων.
このようにして、彼は南の側全体を指しているのである。
καὶ ἔτι, ὅταν φῇ·
さらにまた、彼が次のように言うときもそうである。
εἴτʼ ἐπὶ δέξιʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.
「それらが右へ、暁と太陽の方へと行くにせよ、あるいは左へ、霧深い暗がりの方へと行くにせよ。
καὶ πάλιν
ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος, οὐδʼ ὅπῃ ἠώς, οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, οὐδʼ ὅπῃ ἀννεῖται.
」そして再び、「友よ、私たちは暗がりがどこにあるかも、暁がどこにあるかも、また人々に光をもたらす太陽が地の底のどこへ入り、どこから昇るかも知らないのだから」とある。
περὶ ὧν λέγεται καὶ ἐν τοῖς περὶ τῆς Ἰθάκης λόγοις σαφέστερον.
これらについては、イタケに関する議論においてより明確に述べられている。
ὅταν οὖν φῇ
Ζεὺς γὰρ ἐς ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη,
κοινότερον δεκτέον καὶ τὸν ὠκεανὸν τὸν καθʼ ὅλον τὸ μεσημβρινὸν κλίμα τεταμένον καὶ τοὺς Αἰθίοπας·
それゆえ、彼が「ゼウスは昨日、大洋へと、非の打ち所のないアイティオピア人たちのもとへと赴かれた」と言うとき、私たちは大洋についてもアイティオピア人についても、南の全領域にわたって広がっているものとして、より一般的な意味で受け取るべきである。
ᾧ γὰρ ἂν τόπῳ τοῦδε τοῦ κλίματος προσβάλῃς τὴν διάνοιαν, καὶ ἐπὶ τῷ ὠκεανῷ ἔσῃ καὶ ἐπὶ τῇ Αἰθιοπίᾳ.
なぜなら、この領域のどの場所に思考を向けたとしても、そこは大洋の上であり、同時にアイティオピアの上でもあるからである。
οὕτω δὲ λέγει καὶ τὸ
τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν,
ἴσον τῷ ἀπὸ μεσημβρινῶν τόπων, Σολύμους λέγων οὐ τοὺς ἐν τῇ Πισιδίᾳ, ἀλλʼ ὡς ἔφην πρότερον πλάσαι τινὰς ὁμωνύμους, τοὺς ἀναλόγως ἔχοντας πρός τε τὸν πλέοντα ἐν τῇ σχεδίᾳ καὶ τοὺς ἐκεῖ μεσημβρινούς, ὡς ἂν Αἰθίοπας, ὡς οἱ Πισιδικοὶ πρός τε τὸν Πόντον καὶ τοὺς ὑπὲρ τῆς Αἰγύπτου Αἰθίοπας.
そして、彼が「アイティオピア人たちのもとから戻る彼(ポセイドン)を、遠くソリュモイの山々から(何者かが)見つけた」と述べているのも同様であり、これは南の地域からのことと同義である。 ここで彼が言っているソリュモイとは、ピシディアにあるそれではなく、私が以前に述べたように、筏で航海している者や、そこ(南)の南方に住む人々(言ってみればアイティオピア人)に対して、ピシディアのソリュモイ人がポントス海やエジプトの彼方にいるアイティオピア人に対して持つのと同様の比例関係を持つように創作された、同名の別の人々のことなのである。
οὕτω δὲ καὶ τὸν περὶ τῶν γεράνων λόγον κοινὸν ποιούμενός φησιν
αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον, κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων, ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι.
同じように、彼はツルに関する話をも一般的なものとして次のように述べている。 「それらは冬と測り知れない大雨を逃れると、大洋の流れの方へと金切り声をあげて飛び立ち、ピュグマイオス(小人)の男たちに殺戮と死をもたらすのである。
οὐ γὰρ ἐν μὲν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ὁρᾶται φερομένη ἡ γέρανος ἐπὶ τὴν μεσημβρίαν, ἐν δὲ τοῖς κατὰ τὴν Ἰταλίαν ἢ Ἰβηρίαν οὐδαμῶς ἢ τοῖς κατὰ τὴν Κασπίαν καὶ Βακτριανήν.
」というのも、ギリシアの地域においてのみツルが南へと飛んでいくのが見られ、イタリアやイベリアの地域、あるいはカスピ海やバクトリアの地域においては決して見られない、というわけではないからである。
κατὰ πᾶσαν οὖν τὴν μεσημβρινὴν παραλίαν τοῦ ὠκεανοῦ παρατείνοντος, ἐφʼ ἅπασαν δὲ καὶ χειμοφυγούντων, δέχεσθαι δεῖ καὶ τοὺς Πυγμαίους μεμυθευμένους κατὰ πᾶσαν.
したがって、大洋が南の沿岸全体に沿って延びており、ツルたちもその全体へと冬を避けて移動する以上、伝説上のピュグマイオスたちもその全体に沿って存在していると受け取るべきである。
εἰ δʼ οἱ ὕστερον τοὺς Αἰθίοπας ἐπὶ τοὺς κατʼ Αἴγυπτον μόνους μετήγαγον καὶ τὸν περὶ τῶν Πυγμαίων λόγον, οὐδὲν ἂν εἴη πρὸς τὰ πάλαι.
後世の人々がアイティオピア人、ならびにピュグマイオスに関する話を、エジプト近辺の者たちだけに限定して適用したとしても、それは古代の状況とは何の関係もない。
καὶ γὰρ Ἀχαιοὺς καὶ Ἀργείους οὐ πάντας μὲν νῦν φαμεν τοὺς στρατεύσαντας ἐπὶ Ἴλιον, Ὅμηρος δὲ καλεῖ πάντας.
実際、私たちは今ではイリオスへ遠征した者たち全員を「アカイア人」や「アルゴス人」とは呼ばないが、ホメロスは彼ら全員をそう呼んでいるのである。
παραπλήσιον δέ ἐστιν ὃ λέγω καὶ περὶ τῶν δίχα διῃρημένων Αἰθιόπων, ὅτι δεῖ δέχεσθαι τοὺς παρʼ ὅλην διατείνοντας τὴν ὠκεανῖτιν ἀφʼ ἡλίου ἀνιόντος μέχρι ἡλίου δυομένου.
私が「二つに分けられたアイティオピア人」について言っていることもこれと類似しており、大洋の全域に沿って、昇る太陽から沈む太陽まで広がっている人々として彼らを受け取るべきであるということである。
οἱ γὰρ οὕτω λεγόμενοι Αἰθίοπες δίχα διῄρηνται φυσικῶς τῷ Ἀραβίῳ κόλπῳ, ὡς ἂν μεσημβρινοῦ κύκλου τμήματι ἀξιολόγῳ, ποταμοῦ δίκην ἐν μήκει σχεδόν τι καὶ πεντακισχιλίων σταδίων ἐπὶ τοῖς μυρίοις, πλάτει δʼ οὐ πολὺ τῶν χιλίων μείζονι τῷ μεγίστῳ·
というのも、そのように呼ばれるアイティオピア人たちは、あたかも子午線の顕著な一部のように、川のごとく、長さにおいてはほぼ一万五千スタディオン、幅においては最大でも千スタディオンをそれほど超えないアラビア湾によって、自然と二つに分けられているからである。
πρόσεστι δὲ τῷ μήκει καὶ τὸ τὸν μυχὸν τοῦδε τοῦ κόλπου διέχειν τῆς κατὰ Πηλούσιον θαλάττης τριῶν ἢ τεττάρων ἡμερῶν, ἣν ἐπέχει ὁ ἰσθμός.
そして、その長さに加えて、この湾の最奥部が、地峡の横たわるペルシオン近辺の海から三、四日の道のりの距離にあるということもある。
καθάπερ οὖν οἱ χαριέστεροι τῶν διαιρούντων τὴν Ἀσίαν ἀπὸ τῆς Λιβύης ὅρον εὐφυέστερον ἡγοῦνται τοῦτον τῶν ἠπείρων ἀμφοῖν τὸν κόλπον ἢ τὸν Νεῖλον·
それゆえ、アジアをリビュアから分ける人々のうち、より見識のある者たちが、この湾をナイル川よりも両大陸のより自然な境界とみなすのと同様である。
τὸν μὲν γὰρ διήκειν παρʼ ὀλίγον παντελῶς ἀπὸ θαλάττης ἐπὶ θάλατταν, τὸν δὲ Νεῖλον πολλαπλάσιον ἀπὸ τοῦ ὠκεανοῦ διέχειν, ὥστε μὴ διαιρεῖν τὴν Ἀσίαν πᾶσαν ἀπὸ τῆς Λιβύης·
なぜなら、前者は海から海へとほぼ完全に貫いているのに対し、ナイル川は大洋からその何倍もの距離を隔てているため、アジア全体をリビュアから分けることにはならないからである。
τοῦτον ὑπολαμβάνω τὸν τρόπον κἀγὼ τὰ μεσημβρινὰ μέρη πάντα καθʼ ὅλην τὴν οἰκουμένην δίχα διῃρῆσθαι νομίσαι τὸν ποιητὴν τῷ κόλπῳ τούτῳ.
このような仕方で、私もまた、詩人が居住世界全体の南の領域すべてがこの湾によって二つに分けられていると考えたのだと理解している。
πῶς οὖν ἠγνόει τὸν ἰσθμόν, ὃν οὗτος ποιεῖ πρὸς τὸ Αἰγύπτιον πέλαγος;
そうであるなら、彼(ホメロス)が、自らがエジプト海に対して作っている地峡を、どうして知らずにいたというのだろうか。