§1.2.20τὸ δʼ ὅλον οὐκ εὖ τὸ τὴν Ὁμήρου ποίησιν εἰς ἓν συνάγειν τῇ τῶν ἄλλων ποιητῶν εἴς τε τἆλλα καὶ εἰς αὐτὰ τὰ νῦν προκείμενα τὰ τῆς γεωγραφίας καὶ μηδὲν αὐτῷ πρεσβεῖον ἀπονέμειν.
全体として、ホメロスの詩を他の詩人たちの詩と、他の点においても、また今の課題である地理学そのものにおいても同一視し、彼に何の優先権も与えないことは良くない。
καὶ γὰρ εἰ μηδὲν ἄλλο, τόν γε Τριπτόλεμον τὸν Σοφοκλέους ἢ τὸν ἐν ταῖς Βάκχαις ταῖς Εὐριπίδου πρόλογον ἐπελθόντα καὶ παραβαλόντα τὴν Ὁμήρου περὶ τὰ τοιαῦτα ἐπιμέλειαν, ῥᾷον ἦν αἰσθέσθαι τὴν ὑπερβολὴν ἢ τὴν διαφοράν·
というのも、たとえ他の何もないとしても、ソポクレスの『トリプトレモス』、あるいはエウリピデスの『バッカイ』のプロローグを読み通し、このような事柄に関するホメロスの入念さと比較したならば、その卓越性、あるいは少なくとも差異を認めることは極めて容易であったはずだからである。
ὅπου γὰρ χρεία τάξεως ὧν μέμνηται τόπων, φυλάττει τὴν τάξιν ὁμοίως μὲν τῶν Ἑλληνικῶν, ὁμοίως δὲ τῶν ἄπωθεν·
というのも、彼が言及する場所の順序が必要とされる場合には、ギリシアの場所についても、遠方の場所についても同様にその順序を維持しているからである。
Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον.
『彼らはオッサ山をオリンポス山の上に積み重ねようと欲し、さらにオッサ山の上には、葉を揺らすペリオン山を。
Ἥρη δʼ ἀίξασα λίπεν ῥίον Οὐλύμποιο, Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα·
』『ヘラは急ぎ立ち去りてオリンポスの峰を離れ、ピエリアと麗しきエマティアに足を踏み入れ、馬を駆るトラキア人の雪深き山々へと急ぎ進んだ。
ἐξ Ἀθόω δʼ ἐπὶ πόντον.
そしてアトス山から海の上へと。
καὶ ἐν τῷ καταλόγῳ τὰς μὲν πόλεις οὐκ ἐφεξῆς λέγει·
』そして『船乗名簿』においては、都市の順に語ることはしていない(それは必要がないからである)。
οὐ γὰρ ἀναγκαῖον·
しかし、諸民族については順序通りに語っている。
τὰ δὲ ἔθνη ἐφεξῆς. ὁμοίως δὲ καὶ περὶ τῶν ἄπωθεν·
同様に遠方の地についてもそうである。
Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθεὶς Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην.
『キプロス、ポイニケ、およびエジプト人たちを彷徨い歩き、アイティオピア人、シドニア人、エレンボイ、そしてリビュアに私は至った。
ὅπερ καὶ Ἵππαρχος ἐπισημαίνεται.
』このことはヒッパルコスも指摘している。
οἱ δʼ ἐφʼ ὧν τάξεως χρεία, ὁ μὲν τὸν Διόνυσον ἐπιόντα τὰ ἔθνη φράζων, ὁ δὲ τὸν Τριπτόλεμον τὴν κατασπειρομένην γῆν, τὰ μὲν πολὺ διεστῶτα συνάπτουσιν ἐγγύς, τὰ δὲ συνεχῆ διασπῶσι·
これに対して、順序が必要であるにもかかわらず、一方はディオニュソスが巡る諸民族を、他方はトリプトレモスが種を蒔いて回る土地を描写するにあたって、遥かに離れたものを近くに結びつけ、連続しているものを引き裂いている。
λιπὼν δὲ Λυδῶν τὰς πολυχρύσους γύας Φρυγῶν τε Περσῶν θʼ ἡλιοβλήτους πλάκας Βάκτριά τε τείχη, τήν τε δύσχειμον χθόνα Μήδων ἐπελθὼν Ἀραβίαν τʼ εὐδαίμονα.
『リュディア人の黄金に富む畑と、フリュギア人およびペルシア人の太陽に照らされた平原、バクトリアの城壁を後にし、メディア人の冬の厳しい地と、幸福なるアラビアを巡り歩き。
τοιαῦτα δὲ καὶ ὁ Τριπτόλεμος ποιεῖ.
』トリプトレモスも同様のことを行っている。
κἀν τοῖς κλίμασι δὲ κἀν τοῖς ἀνέμοις διαφαίνει τὸ πολυμαθὲς τὸ περὶ τὴν γεωγραφίαν Ὅμηρος, ἐν ταῖς τοποθεσίαις λέγων ἅμα καὶ ταῦτα πολλαχοῦ·
さらに、気候や風に関しても、ホメロスは地理学に関する豊かな学識を顕わにしており、多くの箇所で位置関係を説明しながら、同時に以下のように語っている。
αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται πρὸς ζόφον·
『それ自体は低く、海の中で最も高く位置し、西に向いている。
αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε.
他の島々は離れて、東と太陽の方角に向いている。
δύω δέ τέ οἱ θύραι εἰσίν, αἱ μὲν πρὸς βορέαν, αἱ δʼ αὖ πρὸς νότον.
』『そこには二つの扉があり、一方は北風に向かい、他方は南風に向かう。
εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερά τοί γε ποτὶ ζόφον.
』『東と太陽の側へと右に進むにせよ、あるいは西の側へと左に進むにせよ。
καὶ μὴν τὴν ἄγνοιάν γε τῶν τοιούτων τελείαν ἡγεῖται σύγχυσιν τῶν ἁπάντων·
』実に、そのような事柄に関する無知を、彼は万物の完全な混乱であると考えている。
ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς, οὐδʼ ὅπῃ ἠέλιος.
『友よ、我々は西がどこにあるかも、東がどこにあるかも、また太陽がどこにあるかも知らぬのだから。
κἀνταῦθα δʼ εἰπόντος εὖ τοῦ ποιητοῦ
βορέης καὶ ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον,
οὐκ εὖ δεξάμενος ὁ αὐτὸς συκοφαντεῖ ὡς καθόλου λέγοντος, ὅτι ὁ ζέφυρος ἐκ Θρᾴκης πνεῖ, ἐκείνου λέγοντος οὐ καθόλου, ἀλλʼ ὅταν κατὰ τὴν Θρᾳκίαν θάλατταν συμπέσωσι περὶ τὸν Μέλανα κόλπον αὐτοῦ τοῦ Αἰγαίου μέρος οὖσαν.
』そしてここでも、詩人が、『北風と西風、トラキアより吹くこの二つの風が揺り動かし、』と見事に語っているのに対して、かの人物はこれを正しく受け取らず、ゼピュロスがトラキアから吹くということを一般論として語っているのだと不当に非難している。 しかし彼(ホメロス)は一般論を語っているのではなく、それらの風がエーゲ海自体の一部であるメラス湾の周辺において、トラキア海でぶつかり合う時のことを語っているのである。
ἐπιστροφὴν γὰρ λαμβάνει πρὸς νότον ἀκρωτηριάζουσα ἡ Θρᾴκη καθʼ ἃ συνάπτει τῇ Μακεδονίᾳ, καὶ προπίπτουσα εἰς τὸ πέλαγος τοὺς ζεφύρους ἐντεῦθεν πνέοντας ἀποφαίνει τοῖς ἐν Θάσῳ καὶ Λήμνῳ καὶ Ἴμβρῳ καὶ Σαμοθρᾴκῃ καὶ τῇ περὶ αὐτὰς θαλάττῃ, καθάπερ καὶ τῇ Ἀττικῇ ἀπὸ τῶν Σκειρωνίδων πετρῶν, ἀφʼ ὧν καὶ Σκείρωνες καλοῦνται οἱ ζέφυροι, καὶ μάλιστα οἱ ἀργέσται.
というのも、トラキアはマケドニアと隣接する部分で南へと湾曲し、海へと突き出ているため、そこから吹く西風を、タソス、レムノス、インブロス、サモトラケ、およびそれらの周囲の海にいる人々にとっては、あたかもそこから吹いているかのように見せるからである。
οὐκ ἐνόησε δὲ τοῦτο Ἐρατοσθένης, ὑπενόησε δʼ ὅμως.
それはちょうど、アッティカの人々にとってスキロニデス岩から吹く風(これにちなんで西風、とりわけ西北西風は「スキロン」と呼ばれる)がそうであるのと同様である。
αὐτὸς γοῦν ἐξηγεῖται τὴν ἐπιστροφὴν ἣν λέγω τῆς χώρας·
エラトステネスはこのことを理解しなかったが、それでも薄々感じてはいた。
ὡς καθόλου οὖν δέχεται, εἶτʼ ἀπειρίαν αἰτιᾶται τοῦ ποιητοῦ, ὡς τοῦ ζεφύρου μὲν ἀπὸ τῆς ἑσπέρας πνέοντος καὶ τῆς Ἰβηρίας, τῆς δὲ Θρᾴκης ἐκεῖσε μὴ διατεινούσης.
なぜなら、彼自身が、私が述べている土地の湾曲について説明しているからである。
πότερον οὖν τὸν ζέφυρον ἀγνοεῖ ἀπὸ ἑσπέρας πνέοντα;
それにもかかわらず、彼はこれを一般論として受け取り、その上で、ゼピュロスは西の方向、すなわちイベリアから吹くものであり、トラキアはそこまで達していないという理由で、詩人の無知を責めている。
ἀλλʼ ὅταν οὕτω φῇ, φυλάττει τὴν οἰκείαν αὐτοῦ τάξιν
σὺν δʼ εὖρός τε νότος τε πέσον ζέφυρός τε δυσαὴς καὶ βορέης·
では、彼はゼピュロスが西から吹くということを知らないのだろうか。 いや、彼がこのように言うとき、彼は風の固有の順序を保っている。 『東風と南風が共に襲いかかり、そして激しく吹く西風と北風も。
ἢ τὴν Θρᾴκην οὐκ οἶδε μὴ προπίπτουσαν πέραν τῶν Παιονικῶν καὶ Θετταλικῶν ὀρῶν;
』あるいは、トラキアがパイオニアやテッサリアの山々を越えて突き出ているわけではないことを知らないのだろうか。
ἀλλὰ καὶ ταύτην τὴν ἐφεξῆς κατὰ τοὺς Θρᾷκας εἰδὼς καὶ κατονομάζων τήν τε παραλίαν καὶ τὴν μεσόγαιαν Μάγνητας μέν τινας καὶ Μαλιεῖς καὶ τοὺς ἐφεξῆς Ἕλληνας καταλέγει μέχρι Θεσπρωτῶν, ὁμοίως δὲ καὶ τοῖς Παίοσι τοὺς ὁμόρους Δόλοπας καὶ Σελλοὺς περὶ Δωδώνην μέχρις Ἀχελώου·
いや、トラキア人に隣接するこの土地を知っており、その海岸地方と内陸地方の両方を名指しして、特定のマグネス人、マリエス人、そしてテスプロトイ人に至るまでの連続するギリシア人たちを列挙し、同様にパイオニア人に隣接するドロペス人やドドナ周辺のセロイ人をアケロオス川に至るまで列挙している。
Θρᾳκῶν δʼ οὐ μέμνηται περαιτέρω.
しかし、それ以上に遠くのトラキア人については言及していない。
εὐεπιφόρως δὲ ἔχει πρὸς τὴν ἐγγυτάτην καὶ γνωριμωτάτην ἑαυτῷ θάλατταν, ὡς καὶ ὅταν φῇ
κινήθη δʼ ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο.
彼は、自分にとって最も近く、最もなじみ深い海へと容易に引き付けられる傾向があり、それは彼が以下のように言うときも同様である。 『民会は、イカリア海の波が大きくうねるように動揺した。 』